§1Πάλαι σκοπῶ πρὸς ἐμαυτόν, ὦ καλὲ Σαβῖνε, ἅτινά σοι εἰκὸς ἐπελθεῖν εἰπεῖν ἀναγνόντι ἡμῶν τὸ περὶ τῶν ἐπὶ μισθῷ συνόντων βιβλίον·
親愛なるサビノスよ、給料をもらって仕える人々について書いた我々の書物を君が読んで、君の心にどのようなことが浮かび、それを口にしたくなるだろうかと、私は以前から自問していた。
ὅτι μὲν γὰρ οὐκ ἀγελαστὶ διεξῄεις αὐτὸ καὶ πάνυ μοι πρόδηλον.
というのも、君がそれを笑いなしには読み進めなかったことは、私にとっても極めて明白だからである。
ἃ δὲ μεταξὺ καὶ ἐπὶ πᾶσιν ὑπὸ σοῦ ἐλέγετο, ταῦτα νῦν ἐφαρμόττειν ζητῶ τοῖς ἀνεγνωσμένοις.
そして、その途中で、また最後になって君によって語られたであろう事柄を、私は今、読まれた内容に当てはめてみようとしている。
εἰ τοίνυν μὴ κακὸς ἐγὼ μαντικήν, δοκῶ μοι ἀκούειν σου λέγοντος·
そこで、もし私の予言の術が下手でなければ、君が次のように言っているのが聞こえるように思われる。
Εἶτά τις αὐτὸς ταῦτα γεγραφὼς καὶ κατηγορίαν οὕτω δεινὴν κατὰ τοῦ τοιούτου βίου διεξελθών, ἔπειτα πάντων ἐκλαθόμενος, ὀστράκου, φησί, μεταπεσόντος ἑκὼν ἑαυτὸν φέρων ἐς δουλείαν οὕτω περιφανῆ καὶ περίβλεπτον ἐνσέσεικεν;
「それでは何ということだ、自らこれらのことを書き、そのような生活に対してこれほど恐るべき糾弾を繰り広げておきながら、その後すべてを忘れて、貝殻がひっくり返ったとばかりに、自ら好んで、これほど公然たる、誰もが注目する隷属状態に身を投げ入れたというのか?
πόσοι Μίδαι καὶ Κροῖσοι καὶ Πακτωλοὶ ὅλοι μετέπεισαν αὐτὸν ἀφεῖναι μὲν τὴν ἐκ παίδων φίλην καὶ σύντροφον ἐλευθερίαν, πρὸς αὐτῷ δὲ ἤδη τῷ Αἰακῷ γενόμενον καὶ μονονουχὶ τὸν ἕτερον πόδα ἐν τῷ πορθμείῳ ἔχοντα παρέχειν ἑαυτὸν ἕλκεσθαι καὶ σύρεσθαι καθάπερ ὑπὸ κλοιῷ τινι χρυσῷ τὸν αὐχένα δεθέντα;
どれほど多くのミダスたち、クロイソスたち、そしてパクトロス川の全体が、子供の頃からの友であり共に育った自由を捨て去るよう彼を説得したのだろうか。
οἷά ἐστι τῶν τρυφώντων πλουσίων τὰ σφιγγία καὶ τὰ κουράλλια;
それも、すでにアイアコスのすぐそばに至り、もう一方の足を渡し舟にほとんど踏み入れているというのに、首を何か金の首輪のようなもので縛られた状態で、贅沢三昧の金持ちたちの首飾りや珊瑚の装飾品のように、引きずり回されるがままに自分自身を委ねるというのか?
πολλὴ γοῦν ἡ διαφωνία τοῦ νῦν βίου πρὸς τὸ σύγγραμμα καὶ τὸ ἄνω τοὺς ποταμοὺς χωρεῖν καὶ ἀνεστράφθαι τὰ πάντα καὶ παλινῳδεῖν πρὸς τὸ χεῖρον·
とにかく、現在の生活とあの著作との間の不一致は甚だしく、川が上流へ逆流し、すべてがひっくり返り、悪い方向へと前言撤回しているようなものだ。
τοῦτ' ἂν εἴη οὐχ ὑπὲρ Ἑλένης μὰ Δί' οὐδ’ ὑπὲρ τῶν ἐπ' Ἰλίῳ γενομένων, ἀλλ’ ἔργῳ ἀνατρεπομένων τῶν λόγων καλῶς πρότερον εἰρῆσθαι δοκούντων.
誓って言うが、これはヘレネのためでもなく、イリオンで起きた事のためでもなく、かつては美しく語られたと思われていた言葉が、事実によって覆されているのである。
§2Ταῦτα μὲν πρὸς ἑαυτόν ὡς τὸ εἰκός λέλεκταί σοι.
」このようなことは、おそらく君が心の中で当然のこととして語ったことだろう。
ἐπάξεις δὲ ἴσως καὶ πρὸς αὐτὸν ἐμὲ ξυμβουλήν τινα τοιαύτην οὐκ ἄκαιρον, ἀλλὰ φιλικὴν καὶ οἵῳ σοι χρηστῷ καὶ φιλοσόφῳ ἀνδρὶ πρέπουσαν.
そして、君はさらに、私自身に対しても、次のような、時宜を得た、しかし友好的で、君のように善良で哲学的な男にふさわしい助言を向けるかもしれない。
ἢν μὲν οὖν κατ' ἀξίαν ὑποδὺς τὸ σὸν πρόσωπον ὑποκρίνωμαι, εὖ ἂν ἡμῖν ἔχοι καὶ τῷ Λογίῳ θύσομεν·
そこで、もし私が君の役割を引き受けて、それにふさわしく演じることができれば、我々にとって好都合であり、雄弁の神に犠牲を捧げよう。
εἰ δὲ μή, ἀλλὰ σὺ προσθήσεις τὰ ἐνδέοντα.
もしそうでなければ、君が足りない部分を補ってくれたまえ。
ὥρα τοίνυν μετασκευάσαντας ἡμᾶς τὴν σκηνὴν ἐμὲ μὲν σιωπᾶν καὶ ἀνέχεσθαι τεμνόμενον καὶ καιόμενον, εἰ δέοι, ἐπὶ σωτηρίᾳ, σὲ δ’ ἐπιπάττειν τῶν φαρμάκων καὶ τὴν σμίλην ἅμα πρόχειρον ἔχοντα καὶ τὸ καυτήριον διάπυρον.
したがって、我々が舞台装置を入れ替えて、私は黙って、必要とあらば救済のために切られたり焼かれたりするのに耐え、君は薬を振りかけ、同時にメスを手元に用意し、焼きごてを真っ赤に熱しておく時である。
καὶ δὴ παραλαβὼν τὴν ῥήτραν σὺ ταῦτα πρός με ὁ Σαβῖνος ἤδη λέγεις.
さあ、発言権を引き継いで、君、サビノスが、今や私に向かって次のように語るのだ。
§3Πάλαι μέν, ὦ φιλότης, ὡς εἰκός, εὐδοκίμηταί σοι τουτὶ τὸ σύγγραμμα καὶ ἐν πολλῷ πλήθει δειχθέν, ὡς οἱ τότε ἀκροασάμενοι διηγοῦντο, καὶ ἰδίᾳ παρὰ τοῖς πεπαιδευμένοις ὁπόσοι ὁμιλεῖν αὐτῷ καὶ διὰ χειρὸς ἔχειν ἠξίωσαν.
「わが友よ、君のこの著作は、昔から当然のことながら高い評価を受け、多くの人々の前で披露されてきた。
ἥ τε γὰρ τῶν λόγων παρασκευὴ οὐ μεμπτὴ καὶ ἡ ἱστορία πολλὴ καὶ ἐμπειρία τῶν πραγμάτων καὶ ὅτι ἕκαστα σαφῶς ἐλέγετο, καὶ, τὸ μέγιστον, ὅτι χρήσιμα πᾶσιν ἦν καὶ μάλιστα τοῖς πεπαιδευμένοις, ὡς μὴ ὑπ' ἀγνοίας σφᾶς αὐτοὺς εἰς δουλείαν ὑπάγοιεν.
それは当時聴講した人々が語っていた通りであり、また教養ある人々の間でも、それを手に取って親しむ価値があると認めたすべての人々によって個別に高く評価されてきた。
ἐπεὶ δέ σοι μετέδοξε βελτίω ταῦτα εἶναι τὴν μὲν ἐλευθερίαν μακρὰ χαίρειν ἐᾶν, ζηλῶσαι δὲ τὸ ἀγεννέστατον ἐκεῖνο ἰαμβεῖον
"
ὅπου τὸ κέρδος, παρὰ φύσιν δουλευτέον,
"
ὅρα ὅπως μηδεὶς ἔτι ἀκούσεταί σου ἀναγινώσκοντος αὐτό, ἀλλὰ μηδὲ ἄλλῳ παράσχῃς τῶν τὸν παρόντα σου βίον ὁρώντων ἐπελθεῖν τὰ γεγραμμένα, εὔχου δὲ Ἑρμῇ τῷ χθονίῳ καὶ τῶν ἀκηκοότων πρότερον πολλὴν λήθην κατασκεδάσαι, ἢ δόξεις τὸν τοῦ Κορινθίου μῦθόν τι πεπονθέναι, κατὰ σαυτοῦ ὁ Βελλεροφόντης γεγραφὼς τὸ βιβλίον.
というのも、議論の構成は非の打ちどころがなく、知識は豊富で、経験も豊かであり、個々の事柄が明晰に語られ、そして何よりも、すべての者、とりわけ教養ある者たちにとって、無知から自らを隷属状態に陥れることのないよう、極めて有益であったからである。 しかし、君の考えが変わり、自由にはさらばと告げて決別し、あの最も卑俗なイアンボス詩の一節、『利益のあるところでは、自然に反しても仕えねばならぬ』を模倣する方がより良いと思うようになったからには、君の現在の生活を見ている者のうち、誰も君がその著作を朗読するのを二度と聞くことのないように気をつけるがよい。 いや、他の誰にもその書された内容を読む機会を与えることすらしてはならない。 そして、かつてそれを聞いた人々の上に深い忘却を振りかけてくれるよう、冥府のヘルメスに祈るがよい。 さもなければ、君はあのコリントスの神話と同じ目に遭ったと思われるだろう。 すなわち、ベレロポンが自分自身に不利な手紙を書いたように、自分を告発する書物を書いた者として。
μὰ γὰρ τὸν Δί' οὐχ ὁρῶ τὴν ἀπολογίαν ἥτις ἂν εὐπρόσωπός σοι γένοιτο πρὸς τοὺς κατηγοροῦντας, καὶ μάλιστα, ἢν σὺν γέλωτι αὐτὸ ποιῶσιν ἐπαινοῦντες μὲν τὰ γεγραμμένα καὶ τὴν ἐν αὐτοῖς ἐλευθερίαν, αὐτὸν δὲ τὸν συγγραφέα δουλεύοντα ὁρῶντες καὶ ἑκόντα ὑποτιθέντα τὸν αὐχένα τῷ ζυγῷ.
ゼウスにかけて、君を非難する人々に対して、どのようなもっともらしい弁明が立ちうるのか、私には見当もつかない。 特に彼らが、書された内容とその中にある自由を称賛しつつも、著者自身が隷属し、好んで首を軛に差し出しているのを見て、嘲笑を交えてそれを行う場合には。 」