§12Ναί, φησίν τις, ἀλλὰ νῦν ἑκάστου καιρὸς ἴδιος ὑφ' ἡμῶν ἀποδέδεικται, σὺ δὲ τοῦτον ἐναλλάξας, εἰ καὶ μηδὲν ἄλλο ἐσφάλης, ὅμως τῷ δικαίῳ λόγῳ οὐκ ἂν ἔξω εἴης τοῦ ἡμαρτηκέναι, ὥσπερ ἂν εἴ τις περὶ τῇ κνήμῃ τὸ κράνος ἢ περὶ τῇ κεφαλῇ τὰς κνημῖδας ἐπιδήσαιτο.
「なるほど」と誰かが言うかもしれない。 「しかし今や、それぞれに固有の時があることが我々によって示された。 それなのにあなたはこれを入れ替えたのだから、たとえ他の点で何一つ間違っていなかったとしても、正しい理屈からすれば、過ちを犯したということから免れ得ないだろう。 ちょうど、脛に兜を、あるいは頭に脛当てを縛り付けるようなものである」と。
Ἀλλ', ὦ βέλτιστε, φαίην ἂν κἀγὼ πρὸς αὐτόν, εἰκότως ἂν ταῦτα ἔλεγες, εἴ τις ὅλως καιρὸς ἦν ὑγιείας μὴ δεόμενος, νῦν δὲ καὶ ἕωθεν καὶ μεσούσης ἡμέρας καὶ νύκτωρ ἀεὶ τὸ ὑγιαῖνον ἀναγκαῖον, καὶ μάλιστα τοῖς ἄρχουσι καὶ πολλὰ πράττουσιν ὑμῖν, ὅσῳ καὶ πρὸς τὰ πολλὰ δεῖσθε τοῦ σώματος.
しかし、わが友よ、と私もまたその人に対して言うだろう。 「もし健康を必要としない時間が全くあるのであれば、あなたの言うことももっともだろう。 だが実際には、朝であれ、日中であれ、夜であれ、健やかであることは常に不可欠であり、とりわけ支配者であり多忙を極めるあなた方にとっては、それら多くのことのために身体を必要とするだけに、なおさらである。
ἔτι δὲ ὁ μὲν χαῖρε εἰπὼν μόνον εὐφήμῳ τῇ ἀρχῇ ἐχρήσατο, καὶ ἔστιν εὐχὴ το πρᾶγμα, ὁ δὲ ὑγιαίνειν παρακελευόμενος καὶ χρήσιμόν τι δρᾷ καὶ ὑπομιμνήσκει τῶν πρὸς τὸ ὑγιαίνειν συντελούντων, καὶ οὐ συνεύχεται μόνον ἀλλὰ καὶ παραγγέλλει.
さらに、『お喜びください』と言う者はただ幸先のよい始まりを用いただけであり、それは単なる願い(祈り)にすぎない。 しかし、『お健やかに』と勧める者は、何か有用なことを行うと同時に、健康に寄与することどもを思い出させてもいる。 単にともに祈るだけでなく、勧告(命令)をも行っているのである。
τί δ’;
どうだろうか。
§13οὐχὶ καὶ ἐν τῷ τῶν ἐντολῶν βιβλίῳ, ὃ ἀεὶ παρὰ βασιλέως λαμβάνετε, τοῦτο πρῶτον ὑμῖν ἐστι παράγγελμα, τῆς ὑγιείας τῆς ὑμετέρας αὐτῶν ἐπιμελεῖσθαι;
あなたがたが常に皇帝から受け取る訓令書においても、自分自身の健康に留意せよということが、あなたがたに対する第一の命令ではないか。
καὶ μάλ' εἰκότως·
そしてそれは極めてもっともなことである。
οὐδὲν γὰρ ἂν εἴη ὄφελος ὑμῶν πρὸς τὰ ἄλλα μὴ οὕτω διακειμένων.
なぜなら、あなたがたがそのような状態でなければ、他の事柄においてあなたがたは何の役にも立たないからである。
ἀλλὰ καὶ ὑμεῖς αὐτοί, εἴ τι κἀγὼ τῆς Ῥωμαίων φωνῆς ἐπαΐω, τοὺς προσαγορεύοντας ἀντιδεξιούμενοι τῷ τῆς ὑγιείας ὀνόματι πολλάκις ἀμείβεσθε. §14Καὶ ταῦτα πάντα εἶπον οὐχ ὡς ἐκ προνοίας ἀφελὼν μὲν τὸ χαίρειν, ἐπιτηδεύσας δὲ ἀντ' αὐτοῦ εἰπεῖν τὸ ὑγιαίνειν, ἀλλ’ ὡς τοῦτο μὲν ἄκων παθών—ἢ γελοῖος γ' ἂν ἦν ξενίζων καὶ τοὺς καιροὺς τῶν προσαγορεύσεων ἐναλλάττων.
いや、あなたがた自身も、私がローマ人の言葉を少しでも解しているならば、挨拶をする人々に対して、しばしば健康の名をもって応えているではないか」そして、私がこれらすべてを語ったのは、意図的に『お喜びください』を取り去り、その代わりに『お健やかに』と言うよう仕組んだからではなく、不本意ながらそうなってしまった(この誤りを犯してしまった)からである。 そうでなければ、奇をてらって挨拶の時を入れ替えるような、滑稽極まりない者になっていただろう。
§15χάριν δὲ ὁμολογῶ τοῖς θεοῖς, ὅτι μοι τὸ σφάλμα εἰς ἄλλο μακρῷ αἰσιώτερον περιετράπη καὶ εἰς τὸ ἄμεινον παρώλισθον, καὶ τάχα τῆς Ὑγιείας ἢ Ἀσκληπιοῦ αὐτοῦ ἐπιπνοίᾳ τοῦτ' ἐπράχθη δι’ ἐμοῦ σοι τὸ ὑγιαίνειν ὑπισχνουμένου·
しかし私は神々に感謝している。 私の過ちが、はるかに縁起の良い別のものへと転じ、より善い方向へと滑り込んだからである。 そしておそらくこれは、健康(ヒギエイア)自身か、あるいはアスクレピオス自身の神感によって、私を通じてあなたに健康を約束されたのだろう。
ἐπεὶ ἔγωγε πῶς ἂν αὐτὸ ἔπαθον ἄνευ θεοῦ μηδέπω πρότερον ἐν τῷ μακρῷ βίῳ ταραχθεὶς ὅμοιον;
でなければ、この長い生涯において一度もこのような混乱を経験したことがない私が、神の助けなしにどうしてそのようなことを仕出かしただろうか。
§16Εἰ δὲ δεῖ καὶ ἀνθρωπίνην τινὰ ὑπὲρ τοῦ γεγονότος ἀπολογίαν εἰπεῖν, οὐδὲν ξένον, εἰ πάνυ ἐσπουδακὼς ἐπὶ τοῖς ἀρίστοις ὑπὸ σοῦ γνωρίζεσθαι ἐκ τῆς ἄγαν ἐπιθυμίας εἰς τοὐναντίον διαταραχθεὶς ἐνέπεσον.
しかし、起きてしまったことに対して、何か人間的な弁明をも述べるべきであるなら、あなたに最も優れた者として知られたいと強く熱望するあまり、その過度な欲望からすっかり混乱して、逆の結果に陥ってしまったとしても不思議ではない。
τάχα δ’ ἄν τινα ἐκπλήξειε τῶν κατ' ὀρθὸν λογισμῶν καὶ στρατιωτῶν πλῆθος, ὧν οἱ μὲν προωθοῦντες, οἱ δὲ ἐν τῇ τάξει τῆς προσαγορεύσεως μὴ μένοντες.
また、兵士たちの群衆、ある者は前へ押し寄せ、またある者は挨拶の列にとどまらないような状況は、誰であれ正しい理性を惑わせかねないだろう。
§17σὺ δ’ εὖ οἶδ’ ὅτι κἂν οἱ ἄλλοι εἰς ἄνοιαν ἢ ἀπαιδευσίαν ἢ παραφροσύνην ἀναφέρωσιν τὸ πρᾶγμα, αἰδοῦς αὐτὸ σύμβολον καὶ ἀφελείας ἐποιήσω καὶ ψυχῆς μηδὲν ἀγοραῖον καὶ ἔντεχνον ἐχούσης·
しかしあなた自身は、たとえ他の人々がこの件を愚かさや無教養、あるいは狂気のせいにするとしても、それを敬意と素朴さの印、そして下俗で小賢しいところのない魂の現れと見なしてくださったと確信している。
ὡς τό γε πάνυ θαρραλέον ἐν τοῖς τοιούτοις οὐ πόρρω θρασύτητος καὶ ἀναισχυντίας ἐστίν.
なぜなら、このような場面で極めて大胆不敵であることは、不遜や厚顔無恥と紙一重だからである。
καὶ ἔμοιγε εἴη μηδὲν μὲν τοιοῦτο σφάλλεσθαι, εἰ δὲ συμβαίη, πρὸς εὐφημίαν αὐτὸ τρέπεσθαι.
私としては、二度とこのような過ちを犯さないことを望むが、もし万一そうなったとしても、それが幸先のよいことへと転じるようにと願うばかりである。
§18Ἐπὶ γοῦν τοῦ πρώτου Σεβαστοῦ καὶ τοιόνδε τι λέγεται γενέσθαι·
ともかく、初代アウグストゥス帝の時代にも、このようなことがあったと言われている。
ὁ μὲν ἔτυχε δίκην τινὰ δικάσας ὀρθῶς καὶ ἀπολύσας ἐγκλήματος τοῦ μεγίστου ἀδίκως συκοφαντούμενον ἄνθρωπον, ὁ δὲ χάριν ὁμολογῶν μεγάλῃ τῇ φωνῇ, Χάριν οἶδά σοι, ἔφη, ὦ αὐτοκράτορ, ὅτι κακῶς καὶ ἀδίκως ἐδίκασας·
皇帝はある裁判を正しく裁き、不当に讒言されていた人物を最大の容疑から無罪放免にした。 するとその男は大声で感謝を述べつつ、こう言った。 『皇帝よ、感謝いたします。 あなたが悪く、かつ不当に裁いてくださったことに。
καὶ τῶν περὶ Σεβαστὸν ἀγανακτησάντων καὶ διασπάσασθαι τὸν ἄνθρωπον ἐθελόντων, Παύσασθε χαλεπαίνοντες, ἐκεῖνος ἔφη·
』アウグストゥスの周囲の者たちが激怒し、その男を引き裂こうとしたとき、皇帝は言った。 『腹を立てるのをやめよ。
οὐ γὰρ τὴν γλῶτταν αὐτοῦ, ἀλλὰ τὴν γνώμην ἐξετάζειν ἄξιον.
彼の舌ではなく、彼の意図を吟味すべきなのだから。
ἐκεῖνος μὲν οὕτως, σὺ δ’ εἴτε τὴν γνώμην σκέψαιο, πάνυ εὔνουν εὑρήσεις, εἴτε τὴν γλῶτταν, εὔφημος καὶ αὐτή.
』あの皇帝はそう言った。 そしてあなたも、私の意図を考慮してくださるなら、それが極めて好意的なものであると分かるだろうし、あるいは私の舌を考慮してくださるにしても、それ自体、幸先の良い言葉なのである。
§19Ἔοικα δ’ ἐνταῦθα ἤδη γενόμενος εἰκότως ἄλλο τι φοβήσεσθαι, μή τισι δόξω ἐξεπίτηδες ἡμαρτηκέναι, ὡς τὴν ἀπολογίαν ταύτην συγγράψαιμι.
しかし、すでにここまで来て、私は当然のことながら別の懸念を抱くようになった。 この弁明の書を執筆するために、私がわざと間違えたのではないかと、一部の人々に思われはしないかということである。
καὶ εἴη γε, ὦ φίλτατε Ἀσκληπιέ, τοιοῦτον φανῆναι τὸν λόγον, ὡς μὴ ἀπολογίαν, ἀλλ’ ἐπιδείξεως ἀφορμὴν εἶναι δοκεῖν.
そして、私の最愛のアスクレピオスよ、この弁論が単なる弁明ではなく、弁論の腕前を示す機会であるかのように見えんことを切に願う。