§35Ἐπεὶ ἐρήσομαι ὑμᾶς, εἰ μύοντες οἱ πένητες βαδίζοιεν—ὑποθώμεθα γὰρ οὕτως—οὐκ ἂν ὑμᾶς ἠνίασεν οὐκ ἔχοντας οἷς ἐπιδείξαισθε τὰς ἁλουργεῖς ἐσθῆτας καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος ἢ τῶν δακτυλίων τὸ μέγεθος;
お尋ねするが、もし貧者たちが目を閉じて歩くとしたら――そう仮定してみよう――あなた方は、紫の衣や、従者の多さや、指輪の大きさを誇示して見せる相手がいないことで、苦しむことにならないだろうか。
ἐῶ λέγειν ὡς καὶ ἐπιβουλὰς καὶ μίση παρὰ τῶν πενήτων ἀναγκαῖον ἐγγίγνεσθαι πρὸς ὑμᾶς, ἢν μόνοι τρυφᾶν ἐθέλητε.
貧者たちの側からあなた方に対する陰謀や憎しみが、あなた方だけが贅沢を望むなら、必然的に生じることは言うまでもない。
ἃ μὲν γὰρ εὔξασθαι καθ’ ὑμῶν ἀπειλοῦσιν, ἀποτρόπαια, μηδὲ γένοιτο εἰς ἀνάγκην αὐτοὺς καταστῆναι τῆς εὐχῆς.
彼らがあなた方に災いあれと祈ると脅している事柄は忌むべきものであり、彼らがその祈りを捧げざるを得ない事態に追い込まれることがありませんように。
ἐπεὶ οὔτε ἀλλάντων γεύσεσθε οὔτε πλακοῦντος ἢ εἴ τι λείψανον τῆς κυνός, ἡ φακῆ δὲ ὑμῖν σαπέρδην ἐντετηκότα ἕξει, ὗς δὲ καὶ ἔλαφος ὀπτώμενοι μεταξὺ δρασμὸν βουλεύσουσιν ἐκ τοῦ ὀπτανείου ἐς τὸ ὄρος, καὶ ὄρνις ψύττα κατατείνασαι ἄπτεροι καὶ αὗται παρ’ αὐτοὺς τοὺς πένητας ἐκπετήσονται.
なぜなら、もしそうなれば、あなた方はソーセージもケーキも、あるいは犬の食べ残しのようなものさえ味わうことができず、あなた方のレンズ豆のスープには腐った魚(サペルデス)が溶け込んでいるだろうし、豚や鹿はローストされている途中で厨房から山へと逃亡を企てるだろうし、鳥は、たとえ羽がむしり取られていようとも「シュッ」と身を伸ばして、貧者たちのところへ飛んでいってしまうだろうからだ。
τὸ δὲ μέγιστον, οἱ ὡραιότατοι τῶν οἰνοχόων φαλακροὶ ἐν ἀκαρεῖ τοῦ χρόνου ὑμῖν γενήσονται, ἐπὶ κατεαγότι καὶ ταῦτα τῷ ἀμφορεῖ.
そして何よりも重大なことに、最も美しい給仕たちが、一瞬にしてハゲ頭になってしまうだろう。 しかも、酒瓶が割れた上で、そうなるのだ。
Πρὸς τάδε βουλεύεσθε ἃ καὶ τῇ ἑορτῇ πρέποντα γένοιτ’ ἂν καὶ ὑμῖν ἀσφαλέστατα, καὶ ἐπικουφίζετε πολλὴν τὴν πενίαν αὐτοῖς ἀπ’ ὀλίγου τελέσματος φίλους οὐ μεμπτοὺς ἕξοντες.
これらを考慮して、祝祭にふさわしく、またあなた方にとって最も安全なことを決断しなさい。 そして、わずかな出費によって彼らの多大なる貧困を和らげ、非難されることのない友人たちを獲得しなさい。
§364. ΟΙ ΠΛΟΥΣΙΟΙ ΤΩΙ ΚΡΟΝΩΙ ΧΑΙΡΕΙΝ
Πρὸς γὰρ σὲ οἴει μόνον ὑπὸ τῶν πενήτων ταῦτα γεγράφθαι, ὦ Κρόνε, οὐχὶ δὲ καὶ ὁ Ζεὺς ἤδη ἐκκεκώφηται πρὸς αὐτῶν ἀναβοώντων καὶ αὐτὰ δὴ ταῦτα τὸν ἀναδασμὸν ἀξιούντων γενέσθαι καὶ αἰτιωμένων τήν τε εἱμαρμένην ὡς ἄνισον τὴν νομὴν πεποιημένην καὶ ἡμᾶς ὅτι μηδενὸς αὐτοῖς μεταδιδόναι ἀξιοῦμεν;
4. 富める者たちからクロノスへ、挨拶を送る。 クロノスよ、あなたはこのようなことが、貧者たちによってあなただけに書かれたと思っているのか。 むしろ、彼らが大声を上げ、まさにこの財産の再分配が行われることを要求し、運命が不平等な分配を行ったと非難し、また私たちが彼らに何も分け与えようとしないと非難することによって、すでにゼウスの耳も聞こえなくなっているのではないか。
ἀλλ’ οἶδεν ἐκεῖνος, ἅτε Ζεὺς ὤν, παρ’ οἷστισιν ἡ αἰτία, καὶ διὰ τοῦτο παρακούει αὐτῶν τὰ πολλά.
しかしあの御方は、ゼウスであるからこそ、誰に原因があるかを知っており、そのために彼らの言うことを大抵は聞き流しているのだ。
σοὶ δὲ ὅμως ἀπολογησόμεθα, ἐπείπερ ἄρχεις γε νῦν ἡμῶν.
それでも私たちは、あなたが今私たちを支配しているのであるから、あなたに対して弁明をすることにしよう。
Ἡμεῖς μὲν γὰρ ἅπαντα πρὸ ὀφθαλμῶν λαβόντες ἃ γέγραφας, ὡς καλὸν ἐπικουρεῖν ἀπὸ πολλῶν τοῖς δεομένοις καὶ ὡς ἥδιον συνεῖναι καὶ συνευωχεῖσθαι τοῖς πένησιν, ἀεὶ διετελοῦμεν οὕτω ποιοῦντες ἰσοδίαιτοι καθεστῶτες, ὡς ἂν μηδὲ τὸν συνδαίτην αὐτὸν αἰτιάσασθαί τι.
なぜなら、私たちはあなたが書いたことのすべてを目に焼き付け、多くのものから困窮している者たちを援助することは美しく、貧者たちと共に過ごし共に食事を楽しむことはより快いことであると考え、常にこのように行動し、同じ生活様式を維持してきたからであり、それは同席者自身が何一つ不満を言えないほどである。
§37οἱ δὲ ὀλίγων ἐν ἀρχῇ δεῖσθαι φάσκοντες, ἐπειδήπερ ἅπαξ αὐτοῖς ἀνεπετάσαμεν τὰς θύρας, οὐκ ἀνίεσαν ἄλλα ἐπ’ ἄλλοις αἰτοῦντες·
ところが彼らは、最初はわずかなものしか必要としないと言いながら、私たちが一度彼らに門を開放すると、次から次へと要求してやめようとしなかった。
εἰ δὲ μὴ πάντα εὐθὺς μηδὲ πρὸς ἔπος λαμβάνοιεν, ὀργὴ καὶ μῖσος καὶ πρόχειροι αἱ βλασφημίαι.
そして、もしすべてを即座に、かつ言われた通りに得られなければ、怒りと憎しみ、そして根も葉もない悪口がすぐに飛び出すのだ。
κἂν εἴ τι ἐπιψεύδοιντο ἡμῖν, ἀλλ’ οἵ γε ἀκούοντες ἐπίστευον ἂν ὡς ἀκριβῶς εἰδόσιν ἐκ τοῦ συγγεγονέναι.
たとえ彼らが私たちについて何らかの嘘をでっち上げたとしても、それを聞く者たちは、彼らが私たちと付き合っていたのだから正確に知っているのだろうと信じてしまうのだった。
ὥστε δυοῖν θάτερον, ἢ μὴ διδόντα ἐχθρὸν εἶναι πάντως ἔδει ἢ πάντα προϊέμενον αὐτίκα μάλα πένεσθαι καὶ τῶν αἰτούντων καὶ αὐτὸν εἶναι.
その結果、二つのうちどちらか一方が避けられなかった。 与えずにどうしても敵になるか、あるいはすべてを差し出してたちまち貧しくなり、自分自身も物乞いの一人になるかである。
§38καὶ τὰ μὲν ἄλλα μέτρια·
他のことはまだ我慢できる。
ἐν δὲ τοῖς δείπνοις αὐτοῖς ἀμελήσαντες τοῦ ἐμπίπλασθαι καὶ γαστρίζεσθαι καὶ αὐτοί, ἐπειδὰν πλεῖον τοῦ ἱκανοῦ ἐμπίωσιν, ἢ παιδὸς ὡραίου μεταξὺ ἀναδόντος τὸ ἔκπωμα ἔνυξαν τὴν χεῖρα ἢ παλλακῇ ἢ γαμετῇ γυναικὶ ἐπεχείρησαν.
しかし、食事そのものにおいて、彼らは自らも腹を満たし暴食することを無視して、十分な量以上に飲み干すと、美しい給仕の少年が杯を差し出している間にその手を卑猥につねったり、あるいはめかけや妻に手を出そうとしたりするのだ。
εἶτα κατεμέσαντες τοῦ συμποσίου ἐς τὴν ὑστεραίαν λοιδοροῦνται ἡμῖν κατελθόντες, ὡς ἐδίψησαν καὶ ὡς λιμῷ συνῆσαν διηγούμενοι.
それから、宴会に吐き散らした挙句、翌日には広場に下りていって、自分たちがどれほど喉が渇いていたか、どれほど飢えに苦しんでいたかを語り散らしながら、私たちを罵るのである。
καὶ εἴ σοι ταῦτα καταψεύδεσθαι αὐτῶν δοκοῦμεν, τὸν ὑμέτερον παράσιτον ἀναμνήσθητι τὸν ᾿Ιξίονα, ὃς ἀξιωθεὶς κοινῆς τραπέζης, ἀξίωμα ἔχων ἴσον ὑμῖν, τῇ Ἥρᾳ μεθυσθεὶς ἐπεχείρει ὁ γενναῖος.
そして、もし私たちが彼らについてこれらの嘘をついているとあなたに思われるなら、あなた方の居候であるイクシオンを思い出しなさい。 彼は食事を共にする栄誉にあずかり、あなた方と同等の尊厳を持っていたにもかかわらず、酔っ払ってヘラに手を出そうとしたのだ、あの立派な男は。
§39Ταῦτ’ ἐστὶ καὶ τὰ τοιαῦτα, ὑφ’ ὧν ἡμεῖς ἐβουλευσάμεθα πρὸς τὸ λοιπὸν ἀσφαλείας τῆς ἡμετέρας ἕνεκεν μηκέτι ἐπιβατὸν αὐτοῖς ποιεῖν τὴν οἰκίαν.
これらや、これらに類することのせいで、私たちは今後、自らの安全のために、私たちの家を彼らにとって立ち入り可能な場所にしないと決意したのだ。
εἰ δὲ ἐπὶ σοῦ συνθοῖντο μετρίων δεήσεσθαι, ὥσπερ νῦν φασι, μηδὲν δὲ ὑβριστικὸν ἐν τοῖς συμποσίοις ἐργάσεσθαι, κοινωνούντων ἡμῖν καὶ συνδειπνούντων τύχῃ τῇ ἀγαθῇ.
しかし、もし彼らがあなたの前で、現在言っているように、控えめなものを要求し、宴会において何ら無礼な振る舞いをしないと約束するなら、幸運を祈りつつ、彼らを私たちと交わらせ、共に食事をさせよう。
καὶ τῶν ἱματίων, ὡς σὺ κελεύεις, πέμψομεν καὶ τοῦ χρυσίου ὁπόσον οἷόν τε καὶ προσδαπανήσομεν, καὶ ὅλως οὐδὲν ἐλλείψομεν.
そして衣服についても、あなたの命令通りに送り、金についても可能な限り送り、さらに費用を惜しまず、全体として何一つ不足させないようにしよう。
καὶ αὐτοὶ δὲ ἀφέμενοι τοῦ κατὰ τέχνην ὁμιλεῖν ἡμῖν φίλοι ἀντὶ κολάκων καὶ παρασίτων ἔστωσαν.
そして彼ら自身も、おべっかを使って私たちと付き合うのをやめ、へつらう者や居候の代わりに、友人となるがよい。
ὡς ἡμᾶς γε οὐδὲν ἂν αἰτιάσαιο κἀκείνων τὰ δέοντα ποιεῖν ἐθελόντων.
なぜなら、彼らが必要な義務を果たすことを望むなら、私たちを非難することはあなたには少しもできないはずだからだ。