§30Εἷς δέ τις βέλτιστος ἅπαντα ἐξ ἀρχῆς ἐς τέλος τὰ πεπραγμένα ὅσα ἐν Ἀρμενίᾳ, ὅσα ἐν Συρίᾳ, ὅσα ἐν Μεσοποταμίᾳ, τὰ ἐπὶ τῷ Τίγρητι, τὰ ἐν Μηδίᾳ, πεντακοσίοις οὐδ’ ὅλοις ἔπεσι περιλαβὼν συνέτριψε καὶ τοῦτο ποιήσας ἱστορίαν συγγεγραφέναι φησί.
また、ある極めて「優れた」男は、アルメニア、シリア、メソポタミア、ティグリス川沿い、そしてメディアで成し遂げられたすべての出来さを、最初から最後まで、丸五百行にも満たない言葉に包み込んで押しつぶしてしまい、そうしておきながら歴史を執筆したと言い張っている。
τὴν μέντοι ἐπιγραφὴν ὀλίγου δεῖν μακροτέραν τοῦ βιβλίου ἐπέγραψεν, “Ἀντιοχιανοῦ τοῦ Ἀπόλλωνος ἱερονίκου”—δόλιχον γάρ που οἶμαι ἐν παισὶ νενίκηκεν—“τῶν ἐν Ἀρμενίᾳ καὶ Μεσοποταμίᾳ καὶ ἐν Μηδίᾳ νῦν Ῥωμαίοις πραχθέντων ἀφήγησις. ”
しかしながら、彼はその題名を本そのものよりもほとんど長いほどに書いた。 『アポロンの祭典の聖勝者、アンティオキアノスによる、アルメニア、メソポタミア、メディアにおいて現在ローマ人によって成し遂げられた事蹟の物語』。 というのも、思うに彼は少年の部で長距離競走で優勝したことがあるからだ。
§31Ἤδη δ’ ἐγώ τινος καὶ τὰ μέλλοντα συγγεγραφότος ἤκουσα, καὶ τὴν λῆψιν τὴν Οὐολογέσσου καὶ τὴν Ὀσρόου σφαγήν—ὡς παραβληθήσεται τῷ λέοντι, καὶ ἐπὶ πᾶσι τὸν τριπόθητον ἡμῖν θρίαμβον.
さらに私は、未来のことまで執筆したある男の朗読を聞いた。 すなわち、ウォロガセスの捕縛、オスロエスの屠殺(彼がいかにライオンに投げ与えられるか)、そして何よりも、我々が切望している凱旋式を。
οὕτω μαντικῶς ἅμα ἔχων ἔσπευδεν ἤδη πρὸς τὸ τέλος τῆς γραφῆς.
このように予言能力を同時に持ち合わせながら、彼はすでに執筆の結末へと急いでいた。
ἀλλὰ καὶ πόλιν ἤδη ἐν τῇ Μεσοποταμίᾳ ᾤκισε μεγέθει τε μεγίστην καὶ κάλλει καλλίστην.
それどころか、彼はすでにメソポタミアに、規模において最大で、美しさにおいて最も美しい都市を創建した。
ἔτι μέντοι ἐπισκοπεῖ καὶ διαβουλεύεται εἴτε Νίκαιαν αὐτὴν ἀπὸ τῆς νίκης χρὴ ὀνομάζεσθαι εἴτε Ὁμόνοιαν εἴτε Εἰρηνίαν.
もっとも、彼は、それを勝利にちなんで『ニカイア』と呼ぶべきか、あるいは『ホモノイア(協和)』か、『エイレーネイア(平和)』と呼ぶべきか、未だに検討し熟考している。
καὶ τοῦτο μὲν ἔτι ἄκριτον καὶ ἀνώνυμος ἡμῖν ἡ καλὴ πόλις ἐκείνη λήρου πολλοῦ καὶ κορύζης συγγραφικῆς γέμουσα.
そしてこのことはまだ未決定であり、我々のあの美しい都市は、多くのたわ言と歴史家特有の鼻汁に満ちたまま、名無しのままである。
τὰ δ’ ἐν Ἰνδοῖς πραχθησόμενα ὑπέσχετο ἤδη γράψειν καὶ τὸν περίπλουν τῆς ἔξω θαλάττης—καὶ οὐχ ὑπόσχεσις ταῦτα μόνον, ἀλλὰ καὶ τὸ προοίμιον τῆς Ἰνδικῆς ἤδη συντέτακται, καὶ τὸ τρίτον τάγμα καὶ οἱ Κελτοὶ καὶ Μαύρων μοῖρα ὀλίγη σὺν Κασσίῳ πάντες οὗτοι ἐπεραιώθησαν τὸν Ἰνδὸν ποταμόν.
そして彼は、インドで将来行われるであろうことや、外海の周航記をすでに執筆することを約束した。 しかもこれは単なる約束にとどまらず、インド誌の序文はすでに作成されており、第三軍団、ケルト人たち、そして少数のマウリア人の部隊が、カッシウスとともに、彼ら全員がすでにインダス川を渡ったことになっている。
ὅ τι δὲ καὶ πράξουσιν ἢ πῶς δέξονται τὴν τῶν ἐλεφάντων ἐπέλασιν, οὐκ εἰς μακρὰν ἡμῖν ὁ θαυμαστὸς συγγραφεὺς ἀπὸ Μουζίριδος ἢ ἀπ' Ὀξυδρακῶν ἐπιστελεῖ.
彼らが何を行い、あるいは象たちの突撃をいかに受け止めるかについては、あの驚くべき歴史家が遠からず、ムジリス、あるいはオクシュドラカイから我々に手紙で知らせてくれるだろう。
§32Τοιαῦτα πολλὰ ὑπὸ ἀπαιδευσίας ληροῦσι, τὰ μὲν ἀξιόρατα οὔτε ὁρῶντες οὔτ' εἰ βλέποιεν κατ' ἀξίαν εἰπεῖν δυνάμενοι, ἐπινοοῦντες δὲ καὶ ἀναπλάττοντες ὅ τι κεν ἐπ' ἀκαιρίμαν γλῶσσαν, φασίν, ἔλθῃ, καὶ ἐπὶ τῷ ἀριθμῷ τῶν βιβλίων ἔτι σεμνυνόμενοι καὶ μάλιστα ἐπὶ ταῖς ἐπιγραφαῖς, καὶ γὰρ αὖ καὶ αὗται παγγέλοιοι·
彼らは無教養のために、このような多くのたわ言を言っている。 見るに値することを見もせず、たとえ目に入っても価値にふさわしく語ることができず、人々が言うように『不適切な舌に上る』ものは何でも、捏造し、作り上げている。 その上、書の多さに、そして特にその題名に誇らしげにしているが、これらもまた全く滑稽である。
“τοῦ δεῖνος Παρθικῶν νικῶν τοσάδε”· καὶ αὖ· “Παρθίδος πρῶτον, δεύτερον”, ὡς Ἀτθίδος δῆλον ὅτι.
すなわち『誰それの、パルティアに対するこれこれの勝利』、また『パルティス第一巻、第二巻』(明らかに『アッティス』を真似て)。
ἄλλος ἀστειότερον παρὰ πολύ—ἀνέγνων γάρ—“Δημητρίου Σαγαλασσέως Παρθονικικά” ** οὐδ’ ὡς ἐν γέλωτι ποιήσασθαι καὶ ἐπισκῶψαι τὰς ἱστορίας οὕτω καλὰς οὔσας, ἀλλὰ τοῦ χρησίμου ἕνεκα.
別の男は、はるかに洒落ていた。 ――私は読んだのだが。 ――『サガラッソスのデメトリオスによる、パルトニキカ』 ** [私はこれらを述べたが、]このように見事な歴史を物笑いの種にしたり嘲笑したりするためではなく、実用のためにそうしたのである。
ὡς ὅστις ἂν ταῦτα καὶ τὰ τοιαῦτα φεύγῃ πολὺ μέρος ἤδη ἐς τὸ ὀρθῶς συγγράφειν οὗτος προείληφεν, μᾶλλον δὲ ὀλίγων ἔτι προσδεῖται, εἴ γε ἀληθὲς ἐκεῖνό φησιν ἡ διαλεκτική ὡς τῶν ἀμέσων ἡ θατέρου ἄρσις τὸ ἕτερον πάντως ἀντεισάγει.
なぜなら、これらやこれに類することを避ける者は誰でも、正しく執筆することの大部分をすでに獲得しているのであり、それどころか、もし弁証法が言う『中間項のない対立物において、一方の排除は他方を必然的に導入する』という教えが真実であるならば、彼はあとわずかなものしか必要としていないのである。
§33Καὶ δὴ τὸ χωρίον σοι, φαίη τις ἄν, ἀκριβῶς ἀνακεκάθαρται καὶ αἵ τε ἄκανθαι ὁπόσαι ἦσαν καὶ βάτοι ἐκκεκομμέναι εἰσί, τὰ δὲ τῶν ἄλλων ἐρείπια ἤδη ἐκπεφόρηται, καὶ εἴ τι τραχύ, ἤδη καὶ τοῦτο λεῖόν ἐστιν, ὥστε οἰκοδόμει τι ἤδη καὶ αὐτός ὡς δείξῃς οὐκ ἀνατρέψαι μόνον τὸ τῶν ἄλλων γεννάδας ὢν ἀλλά τι καὶ αὐτὸς ἐπινοῆσαι δεξιὸν καὶ ὃ οὐδεὶς ἄν, ἀλλ’ οὐδ’ ὁ Μῶμος, μωμήσασθαι δύναιτο.
『さあ、土地はあなたのために正確に整地され、あっただけのすべての棘や茨は切り払われ、他人の瓦礫はすでに運び出され、でこぼこしていたところがあれば、それもすでに平らになっている。 だから、あなた自身も今すぐ何かを建てなさい。 あなたが気高い人物であり、他人のものを打ち倒すだけでなく、自らも器用に、そして誰も、モモスでさえも非難できないような何かを考案できることを示すために。 』と誰かが言うかもしれない。
§34Φημὶ τοίνυν τὸν ἄριστα ἱστορίαν συγγράφοντα δύο μὲν ταῦτα κορυφαιότατα οἴκοθεν ἔχοντα ἥκειν, σύνεσίν τε πολιτικὴν καὶ δύναμιν ἑρμηνευτικήν, τὴν μὲν ἀδίδακτόν τι τῆς φύσεως δῶρον, ἡ δύναμις δὲ πολλῇ τῇ ἀσκήσει καὶ συνεχεῖ τῷ πόνῳ καὶ ζήλῳ τῶν ἀρχαίων προσγεγενημένη ἔστω.
それゆえ私は、最も見事に歴史を執筆しようとする者は、これら二つの最も主要なものを自らの内から携えて臨まねばならないと主張する。 すなわち、政治的洞察力と、表現力である。 一方は教えられることのない自然の贈り物であり、表現力の方は、多くの訓練、絶え間ない労苦、そして古代の作家たちへの熱心な模倣によって獲得されたものでなければならない。
ταῦτα μὲν οὖν ἄτεχνα καὶ οὐδὲν ἐμοῦ συμβούλου δεόμενα·
これらは技術によるものではなく、私の助言などまったく必要としない。
οὐ γὰρ συνετοὺς καὶ ὀξεῖς ἀποφαίνειν τοὺς μὴ παρὰ τῆς φύσεως τοιούτους φησὶ τοῦτο ἡμῖν τὸ βιβλίον.
なぜなら、この我々の書物は、天性からそうでない人々を、洞察力があり鋭敏な人物へと変えることができると主張しているわけではないからだ。
ἐπεὶ πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς ἂν ἦν ἄξιον, εἰ μεταπλάσαι καὶ μετακοσμῆσαι τὰ τηλικαῦτα ἠδύνατο ἢ ἐκ μολύβδου χρυσὸν ἀποφῆναι ἢ ἄργυρον ἐκ κασσιτέρου ἢ ἀπὸ Κόνωνος Τίτορμον ἢ ἀπὸ Λεωτροφίδου Μίλωνα ἐξεργάσασθαι.
もしそれが、そのような大きなことを造り変え、再構成することができたり、鉛から金を、錫から銀を作り出したり、あるいはコノンからティトルモスを、レオトロピデスからミロンを作り出したりすることができたならば、それは大いなる価値、いや、あらゆる価値を持つものであったろうから。