§1ἀλλʼ ὅτι μὲν ἠγνόεις τοὔνομα τὴν ἀποφράδα παντί που δῆλον.
しかし、あなたが「アポプラス」という言葉を知らなかったことは、おそらく誰の目にも明らかである。
πῶς γὰρ ἂν ᾐτιῶ βάρβαρον εἶναί με τὴν φωνὴν ἐπʼ αὐτῷ, εἰπόντα ὑπὲρ σοῦ ὡς ἀποφράδι ὅμοιος εἴης (τὸν γὰρ τρόπον σου νὴ Δία μέμνημαι εἰκάσας τῇ τοιαύτῃ ἡμέρᾳ), εἰ μὴ καὶ παντάπασιν ἀνήκοος ἦσθα τοῦ ὀνόματος;
なぜなら、もしあなたがその言葉を全く聞いたことがなかったのでなければ、あなたのために「あなたはアポプラスに似ている」と言った私に対し(ゼウスにかけて、私はあなたの品性をそのような日に例えたのを覚えている)、その言葉を理由に、私の言葉使いが野蛮であるなどとどうして非難できたであろうか。
ἐγὼ δὲ τὴν μὲν ἀποφράδα ὅ τι καὶ βούλεται εἶναι διδάξω σε μικρὸν ὕστερον·
私は「アポプラス」が何を意味するのかを少し後で教えてあげよう。
τὸ δὲ τοῦ Ἀρχιλόχου ἐκεῖνο ἤδη σοι λέγω, ὅτι τέττιγα τοῦ πτεροῦ συνείληφας, εἴπερ τινὰ ποιητὴν ἰάμβων ἀκούεις Ἀρχίλοχον, Πάριον τὸ γένος, ἄνδρα κομιδῇ ἐλεύθερον καὶ παρρησίᾳ συνόντα, μηδὲν ὀκνοῦντα ὀνειδίζειν, εἰ καὶ ὅτι μάλιστα λυπήσειν ἔμελλε τοὺς περιπετεῖς ἐσομένους τῇ χολῇ τῶν ἰάμβων αὐτοῦ.
しかし、アルキロコスのアレを今あなたに言っておく。 「あなたはセミを羽のところで捕まえてしまった」と。 もしあなたが、パロス島生まれの、きわめて自由で、率直さに満ち、非難することを少しも躊躇せず、たとえ自分の風刺詩の怒りに遭遇する者たちをこの上なく苦しめることになろうとも、そんなことは意に介さなかった、あの風刺詩人アルキロコスの名を聞いたことがあるならば。
ἐκεῖνος τοίνυν πρός τινος τῶν τοιούτων ἀκούσας κακῶς τέττιγα ἔφη τὸν ἄνδρα εἰληφέναι τοῦ πτεροῦ, εἰκάζων ἑαυτὸν τῷ τέττιγι ὁ Ἀρχίλοχος φύσει μὲν λάλῳ ὄντι καὶ ἄνευ τινὸς ἀνάγκης, ὁπόταν δὲ καὶ τοῦ πτεροῦ ληφθῇ, γεγωνότερον βοῶντι.
さて、その彼は、そのような者の一人から悪く言われたとき、その男はセミを羽のところで捕まえたのだと言った。 アルキロコスは自分をセミに例えたのだ。 セミは生まれつき、何ら必要がなくてもおしゃべりであるが、羽を捕まえられると、さらに大声で叫ぶのである。
καὶ σὺ δή,
ἔφη,
ὦ κακόδαιμον ἄνθρωπε, τί βουλόμενος ποιητὴν λάλον παροξύνεις ἐπὶ σεαυτὸν αἰτίας ζητοῦντα καὶ ὑποθέσεις τοῖς ἰάμβοις;
「そしてお前もだ」と彼は言った、「この不運な男よ、何のつもりでおしゃべりな詩人を自分に対して駆り立てるのだ、風刺詩の口実や題材を探し求めているというのに」。
§2ταῦτά σοι καὶ αὐτὸς ἀπειλῶ, οὐ μὰ τὸν Δία τῷ Ἀρχιλόχῳ εἰκάζων ἐμαυτόν — πόθεν;
これらを私もまたあなたに警告する。 ゼウスにかけて、自分をアルキロコスに例えているのではない――どうしてそんなことがあろうか。
πολλοῦ γε καὶ δέω — σοὶ δὲ μυρία συνειδὼς ἰάμβων ἄξια βεβιωμένα, πρὸς ἅ μοι δοκεῖ οὐδʼ ἂν ὁ Ἀρχίλοχος αὐτὸς διαρκέσαι, προσπαρακαλέσας καὶ τὸν Σιμωνίδην καὶ τὸν Ἱππώνακτα συμποιεῖν μετʼ αὐτοῦ κἂν ἕν τι τῶν προσόντων σοι κακῶν, οὕτω σύ γε παῖδας ἀπέφηνας ἐν πάσῃ βδελυρίᾳ τὸν Ὀροδοκίδην καὶ τὸν Λυκάμβην καὶ τὸν Βούπαλον, τοὺς ἐκείνων ἰάμβους.
とんでもないことだ。 ――だが、あなたがあまりにも多くの風刺詩に値する生き方をしてきたことを知っているからだ。 これに対しては、アルキロコス自身であっても、シモニデスやヒッポナクスをも呼び寄せて、あなたに備わっている悪徳のたった一つでも共同で詩にしようとしても、到底太刀打ちできないと思われる。 それほどまでに、あなたはあらゆる卑劣さにおいて、彼らの風刺詩の対象となったオロドキデスやリュカンベスやブパロスを、子供同然にしてしまったのだ。
καὶ ἔοικε θεῶν τις ἐπὶ χεῖλος ἀγαγεῖν σοι τότε τὸν γέλων ἐπὶ τῇ ἀποφράδι λεχθείσῃ, ὡς αὐτὸς μὲν Σκυθῶν καταφανέστερος γένοιο κομιδῇ ἀπαίδευτος ὢν καὶ τὰ κοινὰ ταῦτα καὶ τὰ ἐν ποσὶν ἀγνοῶν, ἀρχὴν δὲ εὔλογον παράσχοις τῶν κατὰ σοῦ λόγων ἀνδρὶ ἐλευθέρῳ καὶ οἴκοθέν σε ἀκριβῶς εἰδότι καὶ μηδὲν ὑποστελουμένῳ τὸ μὴ οὐχὶ πάντα ἐξειπεῖν, μᾶλλον δὲ κηρῦξαι, ἃ πράττεις νύκτωρ καὶ μεθʼ ἡμέραν ἔτι καὶ νῦν ἐπὶ πολλοῖς τοῖς πρὶν ἐκείνοις.
そして、あの「アポプラス」という言葉が語られたとき、神々のうちの誰かが、あなたにその嘲笑を唇の端まで運んできたかのようである。 それは、あなた自身が極めて無教養であり、これら一般的なことや身近なことすら知らないということが、スキタイ人よりも明白になり、また、あなたのことを正確に知っており、あなたのすべての行為を、いやむしろ、あなたがかつての多くのことに加えて今なお夜に昼に何を行っているかを、一切包み隠さずにすべて語り、それどころか布告することを何らためらわない自由な男に対して、あなたに対する言論の妥当な端緒を提供するようになるためであった。
§3καίτοι μάταιον ἴσως καὶ περιττὸν ἐν παιδείας νόμῳ παρρησιάζεσθαι πρὸς σέ.
しかしながら、教養の法に従ってあなたに対して率直に語ることは、おそらく無駄であり、余計なことなのだろう。
οὔτε γὰρ ἂν αὐτός ποτε βελτίων γένοιο πρὸς τὴν ἐπιτίμησιν, οὐ μᾶλλον ἢ κάνθαρος μεταπεισθείη ἂν μηκέτι τοιαῦτα κυλινδεῖν, ἅπαξ αὐτοῖς συνήθης γενόμενος, οὔτʼ εἶναι τινα νομίζω τὸν ἀγνοοῦντα ἔτι τὰ ὑπὸ σοῦ τολμώμενα καὶ ἃ γέρων ἄνθρωπος ἐς ἑαυτὸν παρανομεῖς.
なぜなら、非難を受けてあなた自身が良くなることは決してないからだ。 それはフンコロガシが、一度それに慣れてしまうと、もはやそのようなものを転がさないように説得されることがないのと同様である。 また、あなたが企てていること、そして老いぼれでありながら自分自身に対して行っている不道徳な行為を、未だに知らない人など誰もいないと思うからだ。
οὐχ οὕτως ἀσφαλὴς οὐδὲ ἀφανὴς βδελυρὸς εἶ·
あなたはそれほど安全に、あるいは人目を避けて卑劣なことをしているわけではない。
οὐδὲ δεῖ τινος τοῦ ἀποδύσοντος τὴν λεοντῆν, ὡς φανερὸς γένοιο κανθήλιος ὤν, εἰ μή τις ἄρα ἐξ Ὑπερβορέων ἄρτι ἐς ἡμᾶς ἥκοι ἢ ἐς τοσοῦτο Κυμαῖος εἴη ὡς μὴ ἰδὼν εὐθὺς εἰδέναι ὄνων ἁπάντων ὑβριστότατόν σε ὄντα, μὴ περιμείνας ὀγκωμένου προσέτι ἀκούειν.
あなたが荷車用ロバであることが露呈するために、ライオンの皮を剥ぎ取る者など必要もない。 ただし、どこかウペルボレオイの国から今やってきたばかりの者か、あるいは、あなたが(ロバの皮を被って)いななくのをさらに待つまでもなく、一目見るだけで、あなたがすべてのロバの中で最も傲慢なロバであると気づかないほどクマイの町(愚者の町)の住人でもない限りは。
οὕτω πάλαι καὶ πρὸ ἐμοῦ καὶ παρὰ πᾶσι καὶ πολλάκις κεκήρυκται τὰ σά, καὶ δόξαν οὐ μικρὰν ἔχεις ἐπʼ αὐτοῖς, ὑπὲρ τὸν Ἀριφράδην, ὑπὲρ τὸν Συβαρίτην Ἡμιθέωνα, ὑπὲρ τὸν Χῖον ἐκεῖνον Βάσταν, τὸν ἐπὶ τοῖς ὁμοίοις σοφόν.
このように、あなたの所業は、ずっと前から、私よりも前に、すべての人々の間で、何度も触れ回られており、あなたはそれらについて、アリプラデスを超え、シュバリスのヘミテオンを超え、あるいは同様のことで知恵者であったあのキオス島民バスタスをも超える、並々ならぬ名声(悪評)を得ているのだ。
ῥητέον δὲ ὅμως, εἰ καὶ ἕωλα δόξω λέγειν, ὡς μὴ αἰτίαν ἔχοιμι μόνος αὐτὰ ἀγνοεῖν.
しかし、たとえ私の言うことが古臭いと思われるにしても、やはり語らねばならない。 私だけがそれらを知らないという非難を受けないためにも。