§1ἀλλʼ ὅτι μὲν ἠγνόεις τοὔνομα τὴν ἀποφράδα παντί που δῆλον.
但是,你不知道“阿波弗拉斯”(不吉之日)这个词,这显然是人人都清楚的。
πῶς γὰρ ἂν ᾐτιῶ βάρβαρον εἶναί με τὴν φωνὴν ἐπʼ αὐτῷ, εἰπόντα ὑπὲρ σοῦ ὡς ἀποφράδι ὅμοιος εἴης (τὸν γὰρ τρόπον σου νὴ Δία μέμνημαι εἰκάσας τῇ τοιαύτῃ ἡμέρᾳ), εἰ μὴ καὶ παντάπασιν ἀνήκοος ἦσθα τοῦ ὀνόματος;
因为如果你不是完全没有听过这个名字,当我为你说话,说你就像“阿波弗拉斯”一样时(誓以宙斯之名,我记得曾把你的性情比作这样的一天),你又怎会因此指责我言语粗俗呢?
ἐγὼ δὲ τὴν μὲν ἀποφράδα ὅ τι καὶ βούλεται εἶναι διδάξω σε μικρὸν ὕστερον· τὸ δὲ τοῦ Ἀρχιλόχου ἐκεῖνο ἤδη σοι λέγω, ὅτι τέττιγα τοῦ πτεροῦ συνείληφας, εἴπερ τινὰ ποιητὴν ἰάμβων ἀκούεις Ἀρχίλοχον, Πάριον τὸ γένος, ἄνδρα κομιδῇ ἐλεύθερον καὶ παρρησίᾳ συνόντα, μηδὲν ὀκνοῦντα ὀνειδίζειν, εἰ καὶ ὅτι μάλιστα λυπήσειν ἔμελλε τοὺς περιπετεῖς ἐσομένους τῇ χολῇ τῶν ἰάμβων αὐτοῦ.
至于我,稍后会教你“阿波弗拉斯”到底是什么意思;不过我现在就要告诉你阿尔基洛科斯的那句名言,说你“抓住了蝉的翅膀”——如果你曾听说过有哪位写讽刺诗的诗人叫阿尔基洛科斯,他是帕罗斯人,一个极其自由、坦率相伴的人,毫不犹豫地去谴责他人,哪怕这极有可能使那些遭遇他讽刺诗中胆汁(愤怒)的人痛苦万分。
ἐκεῖνος τοίνυν πρός τινος τῶν τοιούτων ἀκούσας κακῶς τέττιγα ἔφη τὸν ἄνδρα εἰληφέναι τοῦ πτεροῦ, εἰκάζων ἑαυτὸν τῷ τέττιγι ὁ Ἀρχίλοχος φύσει μὲν λάλῳ ὄντι καὶ ἄνευ τινὸς ἀνάγκης, ὁπόταν δὲ καὶ τοῦ πτεροῦ ληφθῇ, γεγωνότερον βοῶντι.
因此,他被这样的一类人辱骂时,说那个人抓住了蝉的翅膀,阿尔基洛科斯将自己比作蝉,蝉天生多嘴,即使在没有任何必要的情况下也是如此,而一旦被抓住翅膀,就会发出更响亮的叫声。
καὶ σὺ δή,
ἔφη,
ὦ κακόδαιμον ἄνθρωπε, τί βουλόμενος ποιητὴν λάλον παροξύνεις ἐπὶ σεαυτὸν αἰτίας ζητοῦντα καὶ ὑποθέσεις τοῖς ἰάμβοις;
“而你也是,” 他说, “你这个倒霉的人,究竟是为了什么,竟招惹一个喋喋不休的诗人来对付你自己,而他正为他的讽刺诗寻找借口和素材呢?
§2ταῦτά σοι καὶ αὐτὸς ἀπειλῶ, οὐ μὰ τὸν Δία τῷ Ἀρχιλόχῳ εἰκάζων ἐμαυτόν — πόθεν;
” 我也用这些话来警告你,誓以宙斯之名,这并不是把我比作阿尔基洛科斯——怎么可能?
πολλοῦ γε καὶ δέω — σοὶ δὲ μυρία συνειδὼς ἰάμβων ἄξια βεβιωμένα, πρὸς ἅ μοι δοκεῖ οὐδʼ ἂν ὁ Ἀρχίλοχος αὐτὸς διαρκέσαι, προσπαρακαλέσας καὶ τὸν Σιμωνίδην καὶ τὸν Ἱππώνακτα συμποιεῖν μετʼ αὐτοῦ κἂν ἕν τι τῶν προσόντων σοι κακῶν, οὕτω σύ γε παῖδας ἀπέφηνας ἐν πάσῃ βδελυρίᾳ τὸν Ὀροδοκίδην καὶ τὸν Λυκάμβην καὶ τὸν Βούπαλον, τοὺς ἐκείνων ἰάμβους.
我差得远呢——而是因为我深知你活出了无数值得写进讽刺诗的丑行,对此,在我看来,即使阿尔基洛科斯本人也无法应付,哪怕他叫来西蒙尼德斯和希波纳克斯,与他一同针对你身上所具恶行中的任何一件进行创作,因为在所有的卑劣上,你让奥罗多基德斯、吕康贝斯和布帕洛斯(那些被他们讽刺的人)看起来就像小孩子一样。
καὶ ἔοικε θεῶν τις ἐπὶ χεῖλος ἀγαγεῖν σοι τότε τὸν γέλων ἐπὶ τῇ ἀποφράδι λεχθείσῃ, ὡς αὐτὸς μὲν Σκυθῶν καταφανέστερος γένοιο κομιδῇ ἀπαίδευτος ὢν καὶ τὰ κοινὰ ταῦτα καὶ τὰ ἐν ποσὶν ἀγνοῶν, ἀρχὴν δὲ εὔλογον παράσχοις τῶν κατὰ σοῦ λόγων ἀνδρὶ ἐλευθέρῳ καὶ οἴκοθέν σε ἀκριβῶς εἰδότι καὶ μηδὲν ὑποστελουμένῳ τὸ μὴ οὐχὶ πάντα ἐξειπεῖν, μᾶλλον δὲ κηρῦξαι, ἃ πράττεις νύκτωρ καὶ μεθʼ ἡμέραν ἔτι καὶ νῦν ἐπὶ πολλοῖς τοῖς πρὶν ἐκείνοις.
神明中的某一位似乎在当时关于“阿波弗拉斯”被说出时,把嘲笑送到了你的嘴边,好让你自己作为一个完全没有受过教育、对这些常识和眼前事物一无所知的人,变得比斯基泰人还要明显,并且好让一个自由的、彻底了解你底细的人,获得一个对你进行指责的合理论战起点,他绝不会退缩,而是会把你在夜间和白天所做的一切(除了以前的那些行径,现在依然在做的),全部说出来,或者更确切地说是宣告出来。
§3καίτοι μάταιον ἴσως καὶ περιττὸν ἐν παιδείας νόμῳ παρρησιάζεσθαι πρὸς σέ.
然而,在教养的法则下对你直言不讳,或许是徒劳且多余的。
οὔτε γὰρ ἂν αὐτός ποτε βελτίων γένοιο πρὸς τὴν ἐπιτίμησιν, οὐ μᾶλλον ἢ κάνθαρος μεταπεισθείη ἂν μηκέτι τοιαῦτα κυλινδεῖν, ἅπαξ αὐτοῖς συνήθης γενόμενος, οὔτʼ εἶναι τινα νομίζω τὸν ἀγνοοῦντα ἔτι τὰ ὑπὸ σοῦ τολμώμενα καὶ ἃ γέρων ἄνθρωπος ἐς ἑαυτὸν παρανομεῖς.
因为你绝不会因为这指责而变得更好,就像一只蜣螂一旦习惯了滚粪球,就无法被说服不再去滚一样;我也不认为现在还有谁不知道你所敢于做出的那些勾当,以及你这个老头子对自己所犯下的不道德行为。
οὐχ οὕτως ἀσφαλὴς οὐδὲ ἀφανὴς βδελυρὸς εἶ· οὐδὲ δεῖ τινος τοῦ ἀποδύσοντος τὴν λεοντῆν, ὡς φανερὸς γένοιο κανθήλιος ὤν, εἰ μή τις ἄρα ἐξ Ὑπερβορέων ἄρτι ἐς ἡμᾶς ἥκοι ἢ ἐς τοσοῦτο Κυμαῖος εἴη ὡς μὴ ἰδὼν εὐθὺς εἰδέναι ὄνων ἁπάντων ὑβριστότατόν σε ὄντα, μὴ περιμείνας ὀγκωμένου προσέτι ἀκούειν.
你的卑劣行为并不是那么安全或隐秘的;也无需任何人去剥下你的狮子皮以暴露你是一头驮驴,除非有人刚刚从海柏波里安人那里来到我们这里,或者愚蠢得像库迈人一样,以至于一看到你,不等到听见你叫唤,就不能立刻看出你是所有驴子中最傲慢无耻的一头。
οὕτω πάλαι καὶ πρὸ ἐμοῦ καὶ παρὰ πᾶσι καὶ πολλάκις κεκήρυκται τὰ σά, καὶ δόξαν οὐ μικρὰν ἔχεις ἐπʼ αὐτοῖς, ὑπὲρ τὸν Ἀριφράδην, ὑπὲρ τὸν Συβαρίτην Ἡμιθέωνα, ὑπὲρ τὸν Χῖον ἐκεῖνον Βάσταν, τὸν ἐπὶ τοῖς ὁμοίοις σοφόν.
就这样,你的所作所为在很久以前、在我之前、在所有人中间就已经被多次宣扬,你因此名声不小,超过了阿里弗拉德斯,超过了锡巴里斯人赫米特翁,甚至超过了那个在类似事情上自作聪明的希奥斯人巴斯塔斯。
ῥητέον δὲ ὅμως, εἰ καὶ ἕωλα δόξω λέγειν, ὡς μὴ αἰτίαν ἔχοιμι μόνος αὐτὰ ἀγνοεῖν.
但无论如何,我还是必须说出来,哪怕我似乎在说些陈词滥调,以免唯独我一人承担对此一无所知的指责。