§8οὐ μετὰ πολλὸν δὲ καὶ Λίβυες ἐπέβησαν τοῦ λόγου·
それから間もなく、リビア人たちもこの学問に乗り出した。
καὶ γὰρ τὸ Λιβύων μαντήιον τὸ Ἄμμωνος, καὶ τοῦτο ἐς τὸν ἠέρα καὶ ἐς τὴν τούτου σοφίην ἵδρυτο, παρʼ ὃ τὸν Ἄμμωνα καὶ οὗτοι κριοπρόσωπον ποιέονται.
というのも、アモンの神託所であるリビア人の神託所もまた、天空と天空の知恵に向けて設立されていたからであり、それゆえに彼らもまたアモンを羊の頭を持つ姿に作っているのである。
§9ἔγνωσαν δὲ τούτων ἕκαστα καὶ Βαβυλώνιοι, οὗτοι μέν, λέγουσιν, καὶ πρὸ τῶν ἄλλων, ἐμοὶ δὲ δοκέει, πολλὸν ὕστερον ἐς τούτους ὁ λόγος ἀπίκετο.
そして、バビロニア人たちもこれらの各々を知っていた。 彼らは、人々が言うには、他の誰よりも先に知っていたとのことだが、私には、この学問が彼らのもとに至ったのははるかに後であったと思われる。
§10Ἕλληνες δὲ οὔτε παρʼ Αἰθιόπων οὔτε παρʼ Αἰγυπτίων ἀστρολογίης πέρι οὐδὲν ἤκουσαν, ἀλλὰ σφίσιν Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπης πρῶτος τάδε ἀπηγήσατο, οὐ μάλα ἐμφανέως, οὐδὲ ἐς φάος τὸν λόγον προήνεγκεν, ἀλλʼ ἐς γοητείην καὶ ἱερολογίην, οἵη διανοίη ἐκείνου.
一方、ギリシア人は、占星術についてエチオピア人からもエジプト人からも何も聞かなかった。 そうではなく、オイアグロスとカリオペの子オルフェウスが、最初に彼らにこれらのことを語り聞かせた。 もっとも、それほど明白にではなく、またその学問を白日の下に引き出したわけでもなく、彼の意図がそうであったように、魔術や秘儀の形においてであった。
πηξάμενος γὰρ λύρην ὄργιά τε ἐποιέετο καὶ τὰ ἱερὰ ἤειδεν· ἡ δὲ λύρη ἑπτάμιτος ἐοῦσα τὴν τῶν κινεομένων ἀστέρων ἁρμονίην συνεβάλλετο.
というのも、彼は竪琴を組み立てて神秘儀式を執り行い、神聖な歌を歌ったが、7本の弦を持つその竪琴は、動く星々の調和を表現していたからである。
ταῦτα Ὀρφεὺς διζήμενος καὶ ταῦτα ἀνακινέων πάντα ἔθελγεν καὶ πάντων ἐκράτεεν·
オルフェウスはこれらのことを探求し、これらすべてを動かすことによって、万物を魅了し、万物を支配した。
οὐ γὰρ ἐκείνην τὴν λύρην ἔβλεπεν οὐδέ οἱ ἄλλης ἔμελε μουσουργίης, ἀλλʼ αὕτη Ὀρφέος ἡ μεγάλη λύρη, Ἕλληνές τε τάδε τιμέοντες μοίρην ἐν τῷ οὐρανῷ ἀπέκριναν καὶ ἀστέρες πολλοὶ καλέονται λύρη Ὀρφέος.
なぜなら、彼はあの通常の竪琴を見ていたわけではなく、他の音楽の創作を気にかけていたわけでもなく、これこそがオルフェウスの偉大なる竪琴であり、ギリシア人たちはこれらのことを重んじて天に一つの領域を割り当て、多くの星々が「オルフェウスの竪琴」と呼ばれているからである。
ἢν δέ κοτε Ὀρφέα ἴδῃς ἢ λίθοισιν ἢ χροιῇ μεμιμημένον, μέσῳ ἕζεται ἴκελος ἀείδοντι, μετὰ χερσὶν ἔχων τὴν λύρην, ἀμφὶ δέ μιν ζῷα μυρία ἕστηκεν, ἐν οἷς καὶ ταῦρος καὶ ἄνθρωπος καὶ λέων καὶ τῶν ἄλλων ἕκαστον.
もしあなたがいつか、石や色彩によって模倣されたオルフェウスを目にする機会があれば、彼は中央に座り、歌っているかのように、手に竪琴を携えており、彼の周囲には無数の生き物たちが立っており、その中には牡牛も人間も獅子も、その他それぞれの動物も含まれている。
εὖτʼ ἂν ἐκεῖνα ἴδῃς, μέμνησό μοι τουτέων, κοίη ἐκείνου ἀοιδή, κοίη δὲ καὶ ἡ λύρη, κοῖος δὲ καὶ ταῦρος ἢ ὁκοῖος λέων Ὀρφέος ἐπαΐουσιν.
あなたがそれらを目にするときには、私のこれらの言葉を思い出してほしい。 彼の歌がどのようなもので、竪琴がどのようなもので、また、オルフェウスの歌に耳を傾けている牡牛や獅子がどのようなものであるのかを。
ἢν δὲ τὰ λέγω αἴτια γνοίης, σὺ δὲ καὶ ἐν τῷ οὐρανῷ δέρκεο ἕκαστον τουτέων.
そして、もし私が言うことの根拠を理解するなら、あなたも天においてこれらの一つ一つを眺めてみるがよい。
§11λέγουσιν δὲ Τειρεσίην ἄνδρα Βοιώτιον, τοῦ δὴ κλέος μαντοσύνης πέρι πολλὸν ἀείρεται, τοῦτον τὸν Τειρεσίην ἐν Ἕλλησιν εἰπεῖν ὅτι τῶν πλανεομένων ἀστέρων οἱ μὲν θήλεες οἱ δὲ ἄρρενες ἐόντες οὐκ ἴσα ἐκτελέουσιν·
また、ボイオティアの男テイレシアスについて人々は語っている。 彼の予言術に関する名声は非常に高くそびえているが、このテイレシアスがギリシア人たちの間で、惑う星々のうち、あるものは女性であり、あるものは男性であって、等しくない作用を及ぼす、と述べたということを。
τῷ καί μιν διφυέα γενέσθαι καὶ ἀμφίβιον Τειρεσίην μυθολογέουσιν, ἄλλοτε μὲν θῆλυν ἄλλοτε δὲ ἄρρενα.
そのために人々は、テイレシアスが二つの本性を持ち、両生の者となって、ある時は女に、ある時は男になったという神話を語っているのである。
§12Ἀτρέος δὲ καὶ Θυέστεω περὶ τῇ πατρωίῃ βασιληίῃ φιλονεικεόντων ἤδη τοῖσιν Ἕλλησιν ἀναφανδὸν ἀστρολογίης τε καὶ σοφίης τῆς οὐρανίης μάλιστʼ ἔμελεν, καὶ τὸ ξυνὸν τῶν Ἀργείων ἄρχειν ἔγνωσαν ἑωυτῶν ὅστις τοῦ ἑτέρου σοφίην προφερέστερος.
アトレウスとテュエステスが父祖の王権をめぐって争っていたとき、すでにギリシア人たちは公然と占星術と天界の知恵を最も重んじており、アルゴス人たちの共同体は、他方よりも知恵において優れている者を、自分たちの支配者とすることに決めた。
ἔνθα δὴ Θυέστης μὲν τὸν κριὸν σφίσιν τὸν ἐν τῷ οὐρανῷ σημηνάμενος ἐπέδειξεν, ἀπὸ τέω δὴ ἄρνα χρύσεον Θυέστῃ γενέσθαι μυθολογέουσιν.
そこで、テュエステスは彼らに天における牡羊を指し示して提示した。 このことから、テュエステスのもとに黄金の羊が生まれたという神話が語られているのである。
Ἀτρεὺς δὲ τοῦ ἠελίου πέρι καὶ τῶν ἀντολέων αὐτοῦ λόγον ἐποιήσατο, ὅτι οὐκ ἐς ὁμοίην φορὴν ἠέλιός τε καὶ ὁ κόσμος κινέονται, ἀλλʼ ἐς ἀντίξοον ἀλλήλοις ἀντιδρομέουσιν, καὶ αἱ νῦν δύσιες δοκέουσαι, τοῦ κόσμου δύσιες ἐοῦσαι, τοῦ ἠελίου ἀντολαί εἰσιν.
一方、アトレウスは太陽とその昇る方向について説明を行った。 すなわち、太陽と宇宙は同じ方向の運行で動いているのではなく、互いに反対の方向に向かって逆走しているのであり、そして、現在(宇宙の)没入と思われているものは、宇宙の没入であって、太陽にとっては日の出なのだということである。
τάδε εἰπόντα βασιλέα μιν Ἀργεῖοι ἐποιήσαντο, καὶ μέγα κλέος ἐπὶ σοφίῃ αὐτοῦ ἐγένετο.
アルゴス人たちはこのように述べた彼を王とし、彼の知恵に対して大いなる名声が与えられた。
§13ἐγὼ δὲ καὶ περὶ Βελλεροφόντεω τοιάδε φρονέω·
私は、ベレロポンについてもこのように考えている。
πτηνὸν μέν οἱ γενέσθαι ὡς ἵππον οὐ μάλα πείθομαι, δοκέω δέ μιν ταύτην τὴν σοφίην μετέποντα ὑψηλά τε φρονέοντα καὶ ἄστροισιν ὁμιλέοντα ἐς οὐρανὸν οὐχὶ τῷ ἵππῳ ἀναβῆναι ἀλλὰ τῇ διανοίῃ.
彼に翼のある馬がいたということは、私はあまり信じていない。 しかし、彼はこの知恵を追求し、高邁な思想を抱き、星々と交わることによって、馬によってではなく、その精神によって天へと昇ったのだと私は思う。
§14ἴσα δέ μοι καὶ ἐς Φρίξον τὸν Ἀθάμαντος εἰρήσθω, τὸν δὴ κριῷ χρυσέῳ διʼ αἰθέρος ἐλάσαι μυθέονται.
アタマスの子フリクソスについても、私にとって同様のことが言われてしかるべきである。 彼は黄金の牡羊に乗ってエーテルの中を駆けたと、人々は神話で語っている。
ναὶ μέντοι καὶ Δαίδαλον τὸν Ἀθηναῖον·
実に、アテナイ人ダイダロスについても同様である。
ξείνη μὲν ἡ ἱστορίη, δοκέω γε μὴν οὐκ ἔξω ἀστρολογίης, ἀλλά οἱ αὐτὸς μάλιστα ἐχρήσατο καὶ παιδὶ τῷ ἑωυτοῦ κατηγήσατο.
その物語は奇妙であるが、私にはやはり占星術と無関係ではないと思われる。 むしろ、彼自身がそれを大いに用い、自分の子供に教え授けたのである。
§15Ἴκαρος δέ, νεότητι καὶ ἀτασθαλίῃ χρεόμενος καὶ οὐκ ἐπιεικτὰ διζήμενος ἀλλὰ ἐς πόλον ἀερθεὶς τῷ νῷ, ἐξέπεσε τῆς ἀληθείης καὶ παντὸς ἀπεσφάλη τοῦ λόγου καὶ ἐς πέλαγος κατηνέχθη ἀβύσσων πρηγμάτων, τὸν Ἕλληνες ἄλλως μυθολογέουσιν καὶ κόλπον ἐπʼ αὐτῷ ἐν τῇδε τῇ θαλάσσῃ Ἰκάριον εἰκῆ καλέουσιν.
しかしイカロスは、若さと無謀さに身を任せ、不可能なことを追求し、精神において天極へと舞い上がったが、真理から踏み外し、この学問のすべてから脱落して、底知れぬ事象の深淵へと落下したのである。 ギリシア人たちはこのことを別の形で神話化し、この海の入り江を彼の名にちなんで「イカリア海」と根拠なく呼んでいる。