Humanitext Reader

琉善 · 论占星术 §8-15

占星术传入希腊与希腊神话的天文解读

第 2 段,共 4 段 · 希腊语

内容简介

在提及利比亚人和巴比伦人对占星术的贡献后,作者将希腊占星术的起源归于俄耳甫斯,并从天文学和占星术的角度,对提瑞西阿斯、阿特柔斯和贝勒罗丰等希腊神话人物进行了合理主义的重新解释。

§8οὐ μετὰ πολλὸν δὲ καὶ Λίβυες ἐπέβησαν τοῦ λόγου· καὶ γὰρ τὸ Λιβύων μαντήιον τὸ Ἄμμωνος, καὶ τοῦτο ἐς τὸν ἠέρα καὶ ἐς τὴν τούτου σοφίην ἵδρυτο, παρʼ ὃ τὸν Ἄμμωνα καὶ οὗτοι κριοπρόσωπον ποιέονται.
不久之后,利比亚人也致力于这一学说;因为利比亚人的阿盟神谕所也是为了天空及其智慧而设立的,为此他们也将阿盟塑造为羊头人身的形象。
§9ἔγνωσαν δὲ τούτων ἕκαστα καὶ Βαβυλώνιοι, οὗτοι μέν, λέγουσιν, καὶ πρὸ τῶν ἄλλων, ἐμοὶ δὲ δοκέει, πολλὸν ὕστερον ἐς τούτους ὁ λόγος ἀπίκετο.
巴比伦人也知道这些事情的每一个细节。 有人说,他们甚至比其他人更早,但在我看来,这一学说传到他们那里要晚得多。
§10Ἕλληνες δὲ οὔτε παρʼ Αἰθιόπων οὔτε παρʼ Αἰγυπτίων ἀστρολογίης πέρι οὐδὲν ἤκουσαν, ἀλλὰ σφίσιν Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπης πρῶτος τάδε ἀπηγήσατο, οὐ μάλα ἐμφανέως, οὐδὲ ἐς φάος τὸν λόγον προήνεγκεν, ἀλλʼ ἐς γοητείην καὶ ἱερολογίην, οἵη διανοίη ἐκείνου.
而希腊人既没有从埃塞俄比亚人那里,也没有从埃及人那里听到过关于占星术的任何事情,相反,俄阿格罗斯与卡利俄佩之子俄耳甫斯最早向他们讲述了这些。 他讲得并非十分显豁,也没有将这一学说带入光天化日之下,而是根据他的意图,将其融入巫术与秘仪的传说中。
πηξάμενος γὰρ λύρην ὄργιά τε ἐποιέετο καὶ τὰ ἱερὰ ἤειδεν· ἡ δὲ λύρη ἑπτάμιτος ἐοῦσα τὴν τῶν κινεομένων ἀστέρων ἁρμονίην συνεβάλλετο.
因为他组装了一把里拉琴,举行神秘仪式并歌唱神圣之歌;这把具有七根弦的里拉琴表现了运动星辰的和谐。
ταῦτα Ὀρφεὺς διζήμενος καὶ ταῦτα ἀνακινέων πάντα ἔθελγεν καὶ πάντων ἐκράτεεν· οὐ γὰρ ἐκείνην τὴν λύρην ἔβλεπεν οὐδέ οἱ ἄλλης ἔμελε μουσουργίης, ἀλλʼ αὕτη Ὀρφέος ἡ μεγάλη λύρη, Ἕλληνές τε τάδε τιμέοντες μοίρην ἐν τῷ οὐρανῷ ἀπέκριναν καὶ ἀστέρες πολλοὶ καλέονται λύρη Ὀρφέος.
俄耳甫斯探求这些并拨动这一切,从而魅惑并主宰了万物;因为他注视的并非那把普通的里拉琴,也不关心其他的音乐创作,而这就是俄耳甫斯的伟大里拉琴,希腊人尊崇这些,在天空中划分了一个区域,许多星辰被称为“俄耳甫斯的里拉琴”。
ἢν δέ κοτε Ὀρφέα ἴδῃς ἢ λίθοισιν ἢ χροιῇ μεμιμημένον, μέσῳ ἕζεται ἴκελος ἀείδοντι, μετὰ χερσὶν ἔχων τὴν λύρην, ἀμφὶ δέ μιν ζῷα μυρία ἕστηκεν, ἐν οἷς καὶ ταῦρος καὶ ἄνθρωπος καὶ λέων καὶ τῶν ἄλλων ἕκαστον.
如果你有一天看到用石头或色彩塑造的俄耳甫斯,他会像正在歌唱一样坐在中央,手中拿着里拉琴,周围站立着无数的生灵,其中也有公牛、人、狮子以及其他各种动物。
εὖτʼ ἂν ἐκεῖνα ἴδῃς, μέμνησό μοι τουτέων, κοίη ἐκείνου ἀοιδή, κοίη δὲ καὶ ἡ λύρη, κοῖος δὲ καὶ ταῦρος ἢ ὁκοῖος λέων Ὀρφέος ἐπαΐουσιν.
当你看到那些时,请记住我的话:他的歌声是怎样的,里拉琴是怎样的,那听着俄耳甫斯歌唱的公牛或狮子又是怎样的。
ἢν δὲ τὰ λέγω αἴτια γνοίης, σὺ δὲ καὶ ἐν τῷ οὐρανῷ δέρκεο ἕκαστον τουτέων.
如果你明白了我所说之事的缘由,那么你也去在天空中观察它们中的每一个吧。
§11λέγουσιν δὲ Τειρεσίην ἄνδρα Βοιώτιον, τοῦ δὴ κλέος μαντοσύνης πέρι πολλὸν ἀείρεται, τοῦτον τὸν Τειρεσίην ἐν Ἕλλησιν εἰπεῖν ὅτι τῶν πλανεομένων ἀστέρων οἱ μὲν θήλεες οἱ δὲ ἄρρενες ἐόντες οὐκ ἴσα ἐκτελέουσιν· τῷ καί μιν διφυέα γενέσθαι καὶ ἀμφίβιον Τειρεσίην μυθολογέουσιν, ἄλλοτε μὲν θῆλυν ἄλλοτε δὲ ἄρρενα.
人们还谈到玻俄提亚人提瑞西阿斯,关于他的预言之术的名声被传得极高;他们说,这位提瑞西阿斯在希腊人中说过,在游星中,有些是女性,有些是男性,它们所起的作用并不相等;因此人们也传说提瑞西阿斯具有双重性征和两栖性,时而为女,时而为男。
§12Ἀτρέος δὲ καὶ Θυέστεω περὶ τῇ πατρωίῃ βασιληίῃ φιλονεικεόντων ἤδη τοῖσιν Ἕλλησιν ἀναφανδὸν ἀστρολογίης τε καὶ σοφίης τῆς οὐρανίης μάλιστʼ ἔμελεν, καὶ τὸ ξυνὸν τῶν Ἀργείων ἄρχειν ἔγνωσαν ἑωυτῶν ὅστις τοῦ ἑτέρου σοφίην προφερέστερος.
当阿特柔斯与塞斯忒斯为争夺父祖的王位而相争时,希腊人已然公开地最关切占星术与天界的智慧,阿尔戈斯人的共同体决定,谁在智慧上比另一人更杰出,谁就来统治他们。
ἔνθα δὴ Θυέστης μὲν τὸν κριὸν σφίσιν τὸν ἐν τῷ οὐρανῷ σημηνάμενος ἐπέδειξεν, ἀπὸ τέω δὴ ἄρνα χρύσεον Θυέστῃ γενέσθαι μυθολογέουσιν.
于是,塞斯忒斯向他们指出并展示了天空中的牡羊,人们也因此传说塞斯忒斯得到了黄金羊羔。
Ἀτρεὺς δὲ τοῦ ἠελίου πέρι καὶ τῶν ἀντολέων αὐτοῦ λόγον ἐποιήσατο, ὅτι οὐκ ἐς ὁμοίην φορὴν ἠέλιός τε καὶ ὁ κόσμος κινέονται, ἀλλʼ ἐς ἀντίξοον ἀλλήλοις ἀντιδρομέουσιν, καὶ αἱ νῦν δύσιες δοκέουσαι, τοῦ κόσμου δύσιες ἐοῦσαι, τοῦ ἠελίου ἀντολαί εἰσιν.
然而阿特柔斯就太阳及其升起发表了论述,指出太阳和宇宙并不向着相同的方向运动,而是朝着相反的方向相向奔跑,而且现在看似是落下的现象,虽是宇宙的落下,却正是太阳的升起。
τάδε εἰπόντα βασιλέα μιν Ἀργεῖοι ἐποιήσαντο, καὶ μέγα κλέος ἐπὶ σοφίῃ αὐτοῦ ἐγένετο.
阿尔戈斯人因他说了这些而立他为王,他也因其智慧而获得了巨大的名声。
§13ἐγὼ δὲ καὶ περὶ Βελλεροφόντεω τοιάδε φρονέω· πτηνὸν μέν οἱ γενέσθαι ὡς ἵππον οὐ μάλα πείθομαι, δοκέω δέ μιν ταύτην τὴν σοφίην μετέποντα ὑψηλά τε φρονέοντα καὶ ἄστροισιν ὁμιλέοντα ἐς οὐρανὸν οὐχὶ τῷ ἵππῳ ἀναβῆναι ἀλλὰ τῇ διανοίῃ.
而关于贝勒罗丰,我也持有这样的看法:我不大相信他曾拥有一匹长着翅膀的马,但我认为,他追求这一智慧,思想高远并与星辰交往,他升入天空依靠的不是那匹马,而是他的心智。
§14ἴσα δέ μοι καὶ ἐς Φρίξον τὸν Ἀθάμαντος εἰρήσθω, τὸν δὴ κριῷ χρυσέῳ διʼ αἰθέρος ἐλάσαι μυθέονται.
关于阿塔马斯之子弗里克索斯,我也应当说同样的话,人们传说他骑着黄金牡羊在太空中奔驰。
ναὶ μέντοι καὶ Δαίδαλον τὸν Ἀθηναῖον· ξείνη μὲν ἡ ἱστορίη, δοκέω γε μὴν οὐκ ἔξω ἀστρολογίης, ἀλλά οἱ αὐτὸς μάλιστα ἐχρήσατο καὶ παιδὶ τῷ ἑωυτοῦ κατηγήσατο.
确实,雅典人代达罗斯也是如此:这故事固然奇特,但我认为绝非在占星术之外,而是他自己极多地运用了它,并向自己的孩子传授了它。
§15Ἴκαρος δέ, νεότητι καὶ ἀτασθαλίῃ χρεόμενος καὶ οὐκ ἐπιεικτὰ διζήμενος ἀλλὰ ἐς πόλον ἀερθεὶς τῷ νῷ, ἐξέπεσε τῆς ἀληθείης καὶ παντὸς ἀπεσφάλη τοῦ λόγου καὶ ἐς πέλαγος κατηνέχθη ἀβύσσων πρηγμάτων, τὸν Ἕλληνες ἄλλως μυθολογέουσιν καὶ κόλπον ἐπʼ αὐτῷ ἐν τῇδε τῇ θαλάσσῃ Ἰκάριον εἰκῆ καλέουσιν.
而伊卡洛斯凭借着年轻和放肆,追求不当之物,在心智上飞升至天极,结果偏离了真理,从整个学说中跌落,坠入了深不见底的事情之海洋中,对此希腊人作了别样的神话解释,并在此海中以他的名字盲目地命名了伊卡里亚海湾。

词汇与语法注释

  1. §8παρʼ ὃ — 介词 παρά 与关系代词中性单数宾格 ὅ 的结合,意为“因此”或“由于这个原因”。它指代前文关于神谕所为天空智慧而设立的整个事实。
  2. §10οἵη διανοίη ἐκείνου — 省略了系动词(如 ἦν)的解释性插叙从句,意为“正如他的意图(或想法)那样”。它解释了俄耳甫斯个人倾向于通过秘仪和巫术而非公开的科学来传播天文学知识。
  3. §11εἰπεῖν — 由主句动词 λέγουσιν(人们说)支配的“宾格加不定式”(AcI)结构中的不定式。前面的宾格 Τειρεσίην 作该不定式的主语。
  4. p.v.5.p.358τοῦ κόσμου δύσιες ἐοῦσαι — ἐοῦσαι 是 εἰμί 的现在分词女性复数主格(爱奥尼亚方言形式)。该分词短语修饰主语 αἱ νῦν δύσιες δοκέουσαι(现在看似是落下的现象),起解释作用,意为“(实际上)是宇宙的落下(即天空的整体自转)”。这解释了阿特柔斯对太阳自身运行(向东)与宇宙周日运动(向西)的区别。
  5. §15ἀβύσσων πρηγμάτων — 形容词 ἄβυσσος 与名词 πρῆγμα(事情、事务)的复数属格。它作为修饰 πέλαγος(海洋)的描写性(或定义性)属格,比喻性地表达了深奥且不可解的学术探究的“深渊”,而非指物理上的海洋。

引用这一段

琉善, 论占星术 §8-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg048.humanitext-grc2:8-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。