§1Ἀμφί τε οὐρανοῦ ἀμφί τε ἀστέρων ἡ γραφή, οὐκ αὐτῶν ἀστέρων οὐδʼ αὐτοῦ πέρι οὐρανοῦ, ἀλλὰ μαντείης καὶ ἀληθείης, ἣ δὴ ἐκ τουτέων ἐς ἀνθρώπων βίον ἔρχεται.
天と星に関するこの記述は、星それ自体や天それ自体についてではなく、それらから人間の生活へと至る予言と真理に関するものである。
ὁ δέ μοι λόγος οὐκ ὑποθημοσύνην ἔχει οὐδὲ διδασκαλίην ἐπαγγέλλεται ὅκως ταύτην τὴν μαντοσύνην διενεκτέον, ἀλλὰ μέμφομαι ὁκόσοι σοφοὶ ἐόντες τὰ μὲν ἄλλα ἐπασκέουσι καὶ παισὶ τοῖς ἑωυτῶν ἀπηγέονται, μούνην δὲ ἀστρολογίην οὔτε τιμέουσιν οὔτε ἐπασκέουσιν.
私の語る内容は、勧告を含むものでもなく、この予言の技術をどのように執り行うべきかという教示を公言するものでもない。 そうではなく、私は、他のことについては賢明であってそれらを実践し自分の子供たちに説き聞かせながらも、占星術だけは重んじず、実践もしない人々を非難するのである。
§2καὶ ἡ μὲν σοφίη παλαιὴ οὐδὲ νέον ἐς ἡμέας ἀπίκετο, ἀλλʼ ἔστιν ἔργον ἀρχαίων βασιλέων θεοφιλέων.
そして、この知恵は古いものであり、最近になって我々のもとに至ったものではなく、神に愛された古代の王たちの業績である。
οἱ δὲ νῦν ἀμαθίῃ καὶ ῥᾳθυμίῃ καὶ προσέτι μισοπονίῃ κείνοισί τε ἀντίξοα φρονέουσι καὶ εὖτʼ ἂν ἀνδράσιν ἐπικυρέωσιν ψεύδεα μαντευομένοις, ἄστρων τε κατηγορέουσιν καὶ αὐτὴν ἀστρολογίην μισέουσιν, οὐδέ μιν οὔτε ὑγιέα οὔτε ἀληθέα νομίζουσιν, ἀλλὰ λόγον ψευδέα καὶ ἀνεμώλιον, οὐ δικαίως, ἐμοὶ δοκέει, φρονέοντες·
ところが現代の人々は、無知と怠惰、さらには労苦を嫌う心のせいで、かの人々とは反対の考えを抱いており、嘘の予言をする者たちに出くわすと、星々を非難し、占星術そのものを憎み、それを健全とも真実ともみなさず、偽りで無駄な言論であるとみなしている。 私に言わせれば、彼らは正しくない考えを持っている。
οὐδὲ γὰρ τέκτονος ἀϊδρίη τεκτοσύνης αὐτῆς ἀδικίη οὐδὲ αὐλητέω ἀμουσίη μουσικῆς ἀσοφίη, ἀλλʼ οἱ μὲν ἀμαθέες τῶν τεχνῶν, ἑκάστη δʼ ἐν ἑωυτῇ σοφή.
というのも、大工の無知は大工術それ自体の非ではなく、笛吹きの下手さは音楽そのものの拙劣さではないからだ。 技術を修めていないのは人間の方であり、技術の各々はそれ自体において見事なのである。
§3πρῶτον μὲν ὦν Αἰθίοπες τόνδε τὸν λόγον ἀνθρώποισι κατεστήσαντο.
さて、最初にエチオピア人がこの学問を人類のために打ち立てた。
αἰτίη δὲ αὐτέοισι τὰ μὲν ἡ σοφίη τοῦ ἔθνεος — καὶ γὰρ τἄλλα τῶν ἄλλων σοφώτεροι Αἰθίοπες — τὰ δὲ καὶ τῆς οἰκήσιος ἡ εὐμοιρίη·
彼らにとってのその原因は、一つにはその民族の知恵であり(実際、エチオピア人は他の点でも他の人々より賢い)、もう一つにはその居住地の恵まれた環境であった。
αἰεὶ γὰρ σφέας εὐδίη καὶ γαληναίη περικέαται, οὐδὲ τῶν τοῦ ἔτεος τροπέων ἀνέχονται, ἀλλʼ ἐν μιῇ ὥρῃ οἰκέουσιν.
なぜなら、常に穏やかで静かな天候が彼らを取り囲んでおり、彼らは一年の季節の変化を被ることなく、単一の季節の中で暮らしているからである。
ἰδόντες ὦν πρῶτα τὴν σεληναίην οὐκ ἐς πάμπαν ὁμοίην φαινομένην, ἀλλὰ πολυειδέα τε γιγνομένην καὶ ἐν ἄλλοτε ἄλλῃ μορφῇ τρεπομένην, ἐδόκεεν αὐτέοισιν τὸ χρῆμα θωύματος καὶ ἀπορίης ἄξιον.
そこで、最初に彼らが月を見て、それが決して同じ姿のまま現れるのではなく、多様な姿になり、時によって異なる形へと変化するのを目にしたとき、その事象は彼らにとって驚異と当惑に値するものと思われた。
ἔνθεν δὲ ζητέοντες εὗρον τουτέων τὴν αἰτίην, ὅτι οὐκ ἴδιον τῇ σεληναίῃ τὸ φέγγος, ἀλλά οἱ παρʼ ἠελίου ἔρχεται.
そこから彼らは探究を行い、これらのことの原因を発見した。 すなわち、月にはそれ自身の固有の光があるのではなく、その光は太陽から彼女のもとに来ているのだということを。
§4εὗρον δὲ καὶ τῶν ἄλλων ἀστέρων τὴν φορήν, τοὺς δὴ πλάνητας ἡμεῖς καλέομεν — μοῦνοι γὰρ τῶν ἄλλων κινέονται — φύσιν τε αὐτῶν καὶ δυναστείην καὶ ἔργα τὰ ἕκαστος ἐπιτελέουσιν.
彼らはまた、他の星々の運行をも発見した。 それらを我々は惑星と呼んでいる(というのも、それらだけが他の星々と違って動くからである)。 そして彼らは、それらの本性、力、およびそれぞれが成し遂げる作用を発見した。
ἐν δὲ καὶ οὐνόματα αὐτέοισιν ἐπέθεσαν, οὐκ οὐνόματα, ὅκως ἐδόκεον, ἀλλὰ σημήια.
そして、彼らはそれらに名前をも与えたが、それは単なる名前ではなく、彼らが考えたように、兆候であった。
§5ταῦτα μὲν ὦν Αἰθίοπες ἐν τῷ οὐρανῷ ἐπέβλεψαν, μετὰ δὲ γείτοσιν οὖσιν Αἰγυπτίοισιν ἀτελέα τὸν λόγον παρέδοσαν, Αἰγύπτιοι δὲ παρὰ σφέων ἐκδεξάμενοι ἡμιεργέα τὴν μαντικὴν ἐπὶ μέζον ἤγειραν, μέτρα τε τῆς ἑκάστου κινήσιος ἐσημήναντο καὶ ἐτέων ἀριθμὸν καὶ μηνῶν καὶ ὡρέων διετάξαντο.
さて、エチオピア人たちは天においてこれらのことを観察し、その後、隣人であるエジプト人たちに、その未完成の学問を引き渡した。 エジプト人たちは彼らからそれを受け取り、その半分ほどしか完成していなかった予言術をさらに大きく発展させ、各々の運動の測定値を記録し、年、月、季節の数を取り決めた。
καὶ μηνῶν μὲν σφίσι μέτρον ἡ σεληναίη καὶ ἡ ταύτης ἀναστροφὴ ἐγένετο, ἔτεος δὲ ἠέλιος καὶ ἡ τοῦ ἠελίου περίφορος.
そして彼らにとって、月の測定基準となったのは月とその回帰であり、年の測定基準となったのは太陽とその公転であった。
§6οἱ δὲ καὶ ἄλλα ἐμήσαντο πολλὸν μέζω τουτέων·
彼らはまた、これらよりもはるかに大きな別のことも考案した。
ἐκ γὰρ δὴ τοῦ παντὸς ἠέρος καὶ ἀστέρων τῶν ἄλλων ἀπλανέων τε καὶ εὐσταθέων καὶ οὐδαμὰ κινεομένων δυώδεκα μοίρας ἐτάμοντο τοῖσι κινεομένοισι, καὶ οἰκία ζῷα ἐόντα ἕκαστον αὐτῶν ἐς ἄλλην μορφὴν μεμιμέαται, τὰ μὲν ἐνάλια, τὰ δὲ ἀνθρώπων, τὰ δὲ θηρῶν, τὰ δὲ πτηνῶν, τὰ δὲ κτηνέων.
すなわち、全天空と、他の不動で安定し決して動かない星々の中から、動く星たちのために12の部分を切り出したのである。 そして、それぞれを生き物である「家」とし、あるものは海の生き物、あるものは人間、あるものは野獣、あるものは鳥、あるものは家畜といった、異なる姿を模して形作った。
§7ἀπὸ τέω δὴ καὶ ἱερὰ τὰ Αἰγύπτια πολυειδέα ποιέεται·
まさにこのことから、エジプトの神聖な儀式は多様なものとなっている。
οὐ γὰρ πάντες Αἰγύπτιοι ἐκ τῶν δυώδεκα μοιρέων πασέων ἐμαντεύοντο, ἄλλοι δὲ ἀλλοίῃσι μοίρῃσιν ἐχρέοντο, καὶ κριὸν μὲν σέβουσιν ὁκόσοι ἐς κριὸν ἀπέβλεπον, ἰχθύας δὲ οὐ σιτέονται ὁκόσοι ἰχθύας ἐπεσημήναντο, οὐδὲ τράγον κτείνουσιν ὅσοι αἰγόκερων ᾔδεσαν, καὶ οἱ ἄλλοι τὰ ἄλλα ὡς ἕκαστοι ἱλάσκονται.
なぜなら、すべてのエジプト人が12のすべての部分から予言を行ったわけではなく、異なる人々が異なる部分を用いていたからである。 そして、牡羊座に目を向けた人々は牡羊を崇拝し、魚座を記録した人々は魚を食べず、山羊座を知っていた人々は牡山羊を殺さず、その他の人々も各自、他の動物をなだめ宥めている。
ναὶ μὴν καὶ ταῦρον ἐς τιμὴν τοῦ ἠερίου ταύρου σεβίζονται, καὶ ὁ Ἆπις αὐτοῖς χρῆμα ἱερώτατον τὴν χώρην ἐπινέμεται καί οἱ ἐκεῖ μαντήιόν γε ἀνατιθέασιν σημήιον τῆς ἐκείνου τοῦ ταύρου μαντικῆς.
実に、彼らは天の牡牛座を称えて牡牛をも崇拝しており、彼らにとって最も神聖な存在であるアピスがその地で草を食んでおり、彼らはそこにアピスのための神託所を設けて、あの天の牡牛の予言術の兆候としている。