§16τάχα δὲ καὶ Πασιφάη, παρὰ Δαιδάλου ἀκούσασα ταύρου τε πέρι τοῦ ἐν τοῖς ἄστροισι φαινομένου καὶ αὐτῆς ἀστρολογίης, ἐς ἔρωτα τοῦ λόγου ἀπίκετο, ἔνθεν νομίζουσιν ὅτι Δαίδαλός μιν τῷ ταύρῳ ἐνύμφευσεν.
そしておそらくパシパエも、ダイダロスから星々の中に現れる牡牛と占星術そのものについて聞いたことで、この学説への愛を抱くようになり、そのために人々は、ダイダロスが彼女を牡牛と添い遂げさせたと考えているのである。
§17εἰσὶν δὲ οἳ καὶ κατὰ μέρεα τὴν ἐπιστήμην διελόντες ἕκαστοι αὐτῶν ἄλλα ἐπενοήσαντο, οἱ μὲν τὰ ἐς τὴν σεληναίην, οἱ δὲ τὰ ἐς Δία, οἱ δὲ τὰ ἐς ἠέλιον συναγείραντες, δρόμου τε αὐτῶν πέρι καὶ κινήσιος καὶ δυνάμιος.
また、ある人々は、この科学を部分ごとに分割して、各自で異なる事柄を探究した。 ある者は月に関する事柄を、ある者はゼウス(木星)に関する事柄を、ある者は太陽に関する事柄を、それらの運行と運動と力について集め調べたのである。
§18καὶ Ἐνδυμίων μὲν τὰ ἐς τὴν σεληναίην συνετάξατο,
そして、エンデュミオンは月に関する事柄を整理した。
§19Φαέθων δὲ τοῦ ἠελίου δρόμον ἐτεκμήρατο, οὐ μέν γε ἀτρεκέως, ἀλλʼ ἀτελέα τὸν λόγον ἀπολιπὼν ἀπέθανεν.
また、ファエトンは太陽の運行を推測したが、正確にではなく、不完全なままその学説を残して死んだ。
οἱ δὲ τάδε ἀγνοέοντες Ἠελίου παῖδα Φαέθοντα δοκέουσιν καὶ μῦθον ἐπʼ αὐτέῳ οὐδαμὰ πιστὸν διηγέονται.
人々はこれらのことを知らずに、ファエトンを太陽(ヘリオス)の息子であると考え、彼について全く信じがたい神話を語っている。
ἐλθόντα γάρ μιν παρὰ τὸν Ἠέλιον τὸν πατέρα αἰτέειν τὸ τοῦ φωτὸς ἅρμα ἡνιοχέειν, τὸν δὲ δοῦναί τέ οἱ καὶ ὑποθέσθαι τῆς ἱππασίης τὸν νόμον.
すなわち、彼が父である太陽のもとに行き、光の戦車を御することを求めたので、父はそれを彼に与え、馬の御し方の規則を指示したという。
ὁ δὲ Φαέθων ἐπειδὴ ἀνέβη τὸ ἅρμα, ἡλικίῃ καὶ ἀπειρίῃ ἄλλοτε μὲν πρόσγειος ἡνιόχεεν, ἄλλοτε δὲ πολλὸν τῆς γῆς ἀπαιωρούμενος· τοὺς δὲ ἀνθρώπους κρύος τε καὶ θάλπος οὐκ ἀνασχετὸν διέφθειρεν.
しかしファエトンは、戦車に上ると、若さと不慣れさのために、ある時は大地の近くを御し、ある時は大地から遠く離れて高く舞い上がり、耐え難い寒さと熱さが人々を滅ぼしたという。
ἐπὶ τοῖσι δὴ τὸν Δία ἀγανακτέοντα βαλεῖν πρηστῆρι Φαέθοντα μεγάλῳ.
これに対してゼウスが憤慨し、巨大な雷撃でファエトンを撃ったという。
πεσόντα δέ μιν αἱ ἀδελφαὶ περιστᾶσαι πένθος μέγα ἐποίεον, ἔστε μετέβαλον τὰ εἴδεα, καὶ νῦν εἰσιν αἴγειροι καὶ τὸ ἤλεκτρον ἐπʼ αὐτῷ δάκρυον σταλάουσιν.
そして彼が落下したとき、姉妹たちが彼を取り囲んで大きな悲しみに暮れ、ついに彼女たちの姿が変わるまでそうし、今ではポプラの木となって、彼のために涙として琥珀を滴らせているという。
οὐχ οὕτω ταῦτα ἐγένετο οὐδὲ ὅσιον αὐτοῖσι πείθεσθαι, οὐδὲ Ἠέλιος παῖδα ἐποιήσατο, οὐδὲ ὁ παῖς αὐτῷ ἀπέθανεν.
しかし、これらのことはそのようには起こらなかったし、それらを信じることは不敬である。 太陽が子供をもうけたのでもなく、彼のために子供が死んだのでもない。
§20λέγουσιν δὲ καὶ ἄλλα Ἕλληνες πολλὰ μυθώδεα, τοῖσι ἐγὼ οὐ μάλα τι πείθομαι.
ギリシア人はまた、他の多くの神話的なことを語っているが、私はそれらをあまり信じていない。
κῶς γὰρ δὴ ὅσιον πιστεῦσαι παῖδα Αἰνείην τῆς Ἀφροδίτης γενέσθαι καὶ Διὸς Μίνω καὶ Ἄρεος Ἀσκάλαφον καὶ Αὐτόλυκον Ἑρμέω;
なぜなら、アイネイアスがアプロディテの、ミノスがゼウスの、アスカラポスがアレスの、オートリュコスがヘルメスの子供として生まれたと信じることが、どうして敬虔でありえようか。
ἀλλʼ οὗτοι ἕκαστος αὐτέων θεοφιλέες ἐγένοντο καὶ σφίσι γεινομένοισι τῷ μὲν ἡ Ἀφροδίτη, τῷ δὲ ὁ Ζεύς, τῷ δὲ ὁ Ἄρης ἐπέβλεψαν.
そうではなく、彼らのそれぞれは神に愛される者となり、彼らが生まれたときに、ある者にはアプロディテが、ある者にはゼウスが、ある者にはアレスが見守ったのである。
ὁκόσοι γὰρ δὴ ἀνθρώποισι ἐν τῇ γενεῇ ταύτῃ οἰκοδεσποτέουσι, οὗτοι ὅκως τοκέες ἑωυτοῖσι πάντα ἰκέλους ἐκτελέουσιν καὶ χρόην καὶ μορφὴν καὶ ἔργα καὶ διανοίην, καὶ βασιλεὺς μὲν ὁ Μίνως Διὸς ἡγεομένου, καλὸς δὲ Αἰνείης Ἀφροδίτης βουλήσει ἐγένετο, κλέπτης δὲ Αὐτόλυκος, ἡ δέ οἱ κλεπτικὴ ἐξ Ἑρμέω ἀπίκετο.
というのも、人の誕生において支配星となる星々は、まるで親がするように、彼らを自分たちにすべてにおいて似た者にするからである。 色彩も、姿も、行いも、精神も。 こうして、ゼウス(木星)が先導することによってミノスは王となり、アイネイアスはアプロディテ(金星)の意志によって美しくなり、オートリュコスは泥棒となり、その盗みの術はヘルメス(水星)から来たのである。
§21οὐ μὲν ὦν οὐδὲ τὸν Κρόνον Ζεὺς ἔδησεν οὐδὲ ἐς Τάρταρον ἔρριψεν οὐδὲ τὰ ἄλλα ἐμήσατο ὁκόσα ἄνθρωποι νομίζουσιν, ἀλλὰ φέρεται γὰρ ὁ Κρόνος τὴν ἔξω φορὴν πολλὸν ἀπʼ ἡμέων καί οἱ νωθρή τε ἡ κίνησις καὶ οὐ ῥηιδίη τοῖσιν ἀνθρώποισιν ὁρέεσθαι.
それゆえ、ゼウスがクロノスを縛り上げたり、タルタロスに投げ込んだりしたわけでもなく、人間が考えているような他の悪事を企てたわけでもない。 そうではなく、クロノス(土星)は我々から非常に遠い外側の軌道を運行しており、その運動は緩慢であって、人間に見られるのは容易ではない。
διὸ δή μιν ἑστάναι λέγουσιν ὅκως πεπεδημένον.
そのため、人々は彼が縛られたかのように静止していると言うのである。
τὸ δὲ βάθος τὸ πολλὸν τοῦ ἠέρος Τάρταρος καλέεται.
そして、天の広大なる深淵がタルタロスと呼ばれている。
§22μάλιστα δʼ ἔκ τε Ὁμήρου τοῦ ποιητέω καὶ τῶν Ἡσιόδου ἐπέων μάθοι ἄν τις τὰ πάλαι τοῖς ἀστρολογέουσιν ὁμοφωνέοντα.
何よりも、詩人ホメロスやヘシオドスの詩から、古の事柄が占星術を行う者たちと一致していることを学び得るだろう。
εὖτʼ ἂν δὲ τὴν σειρὴν τοῦ Διὸς ἀπηγέηται καὶ τοῦ Ἠελίου τὰς βόας, τὰ δὴ ἐγὼ ἤματα εἶναι συμβάλλομαι, καὶ τὰς πόλιας τὰς ἐν τῇ ἀσπίδι Ἥφαιστος ἐποιήσατο καὶ τὸν χορὸν καὶ τὴν ἀλωήν τὰ μὲν γὰρ ὁκόσα ἐς τὴν Ἀφροδίτην αὐτῷ καὶ τοῦ Ἄρεος τὴν μοιχείην λέλεκται, καὶ ταῦτα ἐμφανέα οὐκ ἄλλοθεν ἢ ἐκ τῆσδε τῆς σοφίης πεποιημένα·
彼がゼウスの鎖について語り、太陽の牝牛たち(私はこれを「日々」であると推測するが)について語るとき、また、ヘパイストスが盾に作った都市や、踊り場や、葡萄園について語るとき。 というのも、アプロディテとアレスの姦通について彼によって語られているすべてのことは、これらもまた、この知恵以外の何物からも作られていないことが明白だからである。
ἡ γὰρ δὴ ὦν Ἀφροδίτης καὶ τοῦ Ἄρεος ὁμοδρομίη τὴν Ὁμήρου ἀοιδὴν ἀπεργάζεται.
なぜなら、アプロディテ(金星)とアレス(火星)の合流運行こそが、ホメロスの歌を作り出しているからである。
ἐν ἄλλοισι δὲ ἔπεσι τὰ ἔργα ἑκάστου αὐτῶν διωρίσατο, τῇ Ἀφροδίτῃ μὲν εἰπών,
"ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο· "
τὰ δὲ τοῦ πολέμου,
"ταῦτα δʼ Ἄρηι θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει. "
別の詩行において、彼は彼らそれぞれの役割を区別し、アプロディテには、「しかし、お前は結婚の愛おしい営みに従事せよ」と言い、戦争の事柄については、「これらはすべて、素早いアレスとアテナが気にかけるだろう」と言った。