Humanitext Reader

琉善 · 论占星术 §16-22

帕西法厄与法厄同等神话的占星解读

第 3 段,共 4 段 · 希腊语

内容简介

作者将帕西法厄、恩底弥翁、法厄同等希腊神话理性地阐释为天文与占星观测的隐喻,并指出英雄们的神圣出身、克罗诺斯被囚以及荷马史诗中的情节实际上皆源自星辰与行星的运行及合相。

§16τάχα δὲ καὶ Πασιφάη, παρὰ Δαιδάλου ἀκούσασα ταύρου τε πέρι τοῦ ἐν τοῖς ἄστροισι φαινομένου καὶ αὐτῆς ἀστρολογίης, ἐς ἔρωτα τοῦ λόγου ἀπίκετο, ἔνθεν νομίζουσιν ὅτι Δαίδαλός μιν τῷ ταύρῳ ἐνύμφευσεν.
也许帕西法厄也是在听代达罗斯讲述了星空中显现的牡牛以及占星术本身之后,便对这一学说产生了热爱,因而人们认为代达罗斯使她与公牛交配成婚。
§17εἰσὶν δὲ οἳ καὶ κατὰ μέρεα τὴν ἐπιστήμην διελόντες ἕκαστοι αὐτῶν ἄλλα ἐπενοήσαντο, οἱ μὲν τὰ ἐς τὴν σεληναίην, οἱ δὲ τὰ ἐς Δία, οἱ δὲ τὰ ἐς ἠέλιον συναγείραντες, δρόμου τε αὐτῶν πέρι καὶ κινήσιος καὶ δυνάμιος.
也有人将这一科学划分为不同的部分,各自探究了不同的事物:有人收集了关于月亮的事物,有人收集了关于宙斯(木星)的事物,有人则收集了关于太阳的事物,涉及它们的运行、运动和力量。
§18καὶ Ἐνδυμίων μὲν τὰ ἐς τὴν σεληναίην συνετάξατο, §19Φαέθων δὲ τοῦ ἠελίου δρόμον ἐτεκμήρατο, οὐ μέν γε ἀτρεκέως, ἀλλʼ ἀτελέα τὸν λόγον ἀπολιπὼν ἀπέθανεν.
恩底弥翁便系统地整理了关于月亮的事物,法厄同则推测了太阳的运行,但他并非准确地推断,而是留下未完成的学说便死去了。
οἱ δὲ τάδε ἀγνοέοντες Ἠελίου παῖδα Φαέθοντα δοκέουσιν καὶ μῦθον ἐπʼ αὐτέῳ οὐδαμὰ πιστὸν διηγέονται.
而人们不了解这些,便以为法厄同是太阳神之子,并讲述了关于他的一点也不可信的神话。
ἐλθόντα γάρ μιν παρὰ τὸν Ἠέλιον τὸν πατέρα αἰτέειν τὸ τοῦ φωτὸς ἅρμα ἡνιοχέειν, τὸν δὲ δοῦναί τέ οἱ καὶ ὑποθέσθαι τῆς ἱππασίης τὸν νόμον.
因为他们说,他来到父亲太阳神那里,请求驾驶光明战车,父亲答应了他,并向他传授了驾驭的规则。
ὁ δὲ Φαέθων ἐπειδὴ ἀνέβη τὸ ἅρμα, ἡλικίῃ καὶ ἀπειρίῃ ἄλλοτε μὲν πρόσγειος ἡνιόχεεν, ἄλλοτε δὲ πολλὸν τῆς γῆς ἀπαιωρούμενος· τοὺς δὲ ἀνθρώπους κρύος τε καὶ θάλπος οὐκ ἀνασχετὸν διέφθειρεν.
然而,法厄同登上战车后,由于年轻和缺乏经验,时而在靠近大地的低空驾车,时而又悬于离地极高之处;无法忍受的寒冷与炎热因而毁灭了人类。
ἐπὶ τοῖσι δὴ τὸν Δία ἀγανακτέοντα βαλεῖν πρηστῆρι Φαέθοντα μεγάλῳ.
对此,宙斯大为恼火,用巨大的霹雳击中了法厄同。
πεσόντα δέ μιν αἱ ἀδελφαὶ περιστᾶσαι πένθος μέγα ἐποίεον, ἔστε μετέβαλον τὰ εἴδεα, καὶ νῦν εἰσιν αἴγειροι καὶ τὸ ἤλεκτρον ἐπʼ αὐτῷ δάκρυον σταλάουσιν.
他坠落后,姐妹们围在他身边悲痛万分,直至改变了身形,如今她们成了白树树,为他流下琥珀般的眼泪。
οὐχ οὕτω ταῦτα ἐγένετο οὐδὲ ὅσιον αὐτοῖσι πείθεσθαι, οὐδὲ Ἠέλιος παῖδα ἐποιήσατο, οὐδὲ ὁ παῖς αὐτῷ ἀπέθανεν.
这些事情并非如此发生,相信这些也是不虔敬的;太阳既未生育子嗣,也未曾有子嗣为他而死。
§20λέγουσιν δὲ καὶ ἄλλα Ἕλληνες πολλὰ μυθώδεα, τοῖσι ἐγὼ οὐ μάλα τι πείθομαι.
希腊人还讲述了许多其他神话故事,对此我并不大相信。
κῶς γὰρ δὴ ὅσιον πιστεῦσαι παῖδα Αἰνείην τῆς Ἀφροδίτης γενέσθαι καὶ Διὸς Μίνω καὶ Ἄρεος Ἀσκάλαφον καὶ Αὐτόλυκον Ἑρμέω;
因为信以为真地认为埃涅阿斯是阿佛洛狄忒之子、米诺斯是宙斯之子、阿斯卡拉波斯是阿瑞斯之子、奥托吕科斯是赫尔墨斯之子,这怎能说是虔敬的呢?
ἀλλʼ οὗτοι ἕκαστος αὐτέων θεοφιλέες ἐγένοντο καὶ σφίσι γεινομένοισι τῷ μὲν ἡ Ἀφροδίτη, τῷ δὲ ὁ Ζεύς, τῷ δὲ ὁ Ἄρης ἐπέβλεψαν.
相反,这些人中的每一个都成了神所钟爱之人,在他们出生时,阿佛洛狄忒眷顾了这一个,宙斯眷顾了那一个,阿瑞斯眷顾了另一个。
ὁκόσοι γὰρ δὴ ἀνθρώποισι ἐν τῇ γενεῇ ταύτῃ οἰκοδεσποτέουσι, οὗτοι ὅκως τοκέες ἑωυτοῖσι πάντα ἰκέλους ἐκτελέουσιν καὶ χρόην καὶ μορφὴν καὶ ἔργα καὶ διανοίην, καὶ βασιλεὺς μὲν ὁ Μίνως Διὸς ἡγεομένου, καλὸς δὲ Αἰνείης Ἀφροδίτης βουλήσει ἐγένετο, κλέπτης δὲ Αὐτόλυκος, ἡ δέ οἱ κλεπτικὴ ἐξ Ἑρμέω ἀπίκετο.
因为在人们出生时作为“主星”的主宰星辰,会像父母一样,使人们在肤色、形体、作为和思想上都与它们完全相似;因而米诺斯在宙斯(木星)的引导下成为了国王,埃涅阿斯因阿佛洛狄忒(金星)的意愿而变得美丽,奥托吕科斯成为了小偷,而他的偷盗本领则来自赫尔墨斯(水星)。
§21οὐ μὲν ὦν οὐδὲ τὸν Κρόνον Ζεὺς ἔδησεν οὐδὲ ἐς Τάρταρον ἔρριψεν οὐδὲ τὰ ἄλλα ἐμήσατο ὁκόσα ἄνθρωποι νομίζουσιν, ἀλλὰ φέρεται γὰρ ὁ Κρόνος τὴν ἔξω φορὴν πολλὸν ἀπʼ ἡμέων καί οἱ νωθρή τε ἡ κίνησις καὶ οὐ ῥηιδίη τοῖσιν ἀνθρώποισιν ὁρέεσθαι.
因此,宙斯并未捆绑克罗诺斯,也没有将他投入塔耳塔洛斯,更没有谋划人类所认为的其他那些事情;相反,克罗诺斯(土星)是在远离我们的最外层轨道上运行,它的运动既迟缓,也不易为人类所看见。
διὸ δή μιν ἑστάναι λέγουσιν ὅκως πεπεδημένον.
正是因此,人们说他仿佛被捆绑着而驻留不动。
τὸ δὲ βάθος τὸ πολλὸν τοῦ ἠέρος Τάρταρος καλέεται.
而大气的极深之处便被称为塔耳塔洛斯。
§22μάλιστα δʼ ἔκ τε Ὁμήρου τοῦ ποιητέω καὶ τῶν Ἡσιόδου ἐπέων μάθοι ἄν τις τὰ πάλαι τοῖς ἀστρολογέουσιν ὁμοφωνέοντα.
尤其是从诗人荷马和赫西俄德的诗句中,人们可以了解到古人的叙述与占星者们的观点是一致的。
εὖτʼ ἂν δὲ τὴν σειρὴν τοῦ Διὸς ἀπηγέηται καὶ τοῦ Ἠελίου τὰς βόας, τὰ δὴ ἐγὼ ἤματα εἶναι συμβάλλομαι, καὶ τὰς πόλιας τὰς ἐν τῇ ἀσπίδι Ἥφαιστος ἐποιήσατο καὶ τὸν χορὸν καὶ τὴν ἀλωήν τὰ μὲν γὰρ ὁκόσα ἐς τὴν Ἀφροδίτην αὐτῷ καὶ τοῦ Ἄρεος τὴν μοιχείην λέλεκται, καὶ ταῦτα ἐμφανέα οὐκ ἄλλοθεν ἢ ἐκ τῆσδε τῆς σοφίης πεποιημένα· ἡ γὰρ δὴ ὦν Ἀφροδίτης καὶ τοῦ Ἄρεος ὁμοδρομίη τὴν Ὁμήρου ἀοιδὴν ἀπεργάζεται.
每当他讲述宙斯的锁链和太阳的牲畜(我推测这些牲畜就是“日子”),以及赫斐斯托斯在盾牌上雕刻的城市、舞蹈和葡萄园时;因为凡是他所讲述的关于阿佛洛狄忒和阿瑞斯通奸的事,显然也并非出自他处,而是基于这一智慧创作的;因为阿佛洛狄忒(金星)与阿瑞斯(火星)的同轨运行构成了荷马的歌谣。
ἐν ἄλλοισι δὲ ἔπεσι τὰ ἔργα ἑκάστου αὐτῶν διωρίσατο, τῇ Ἀφροδίτῃ μὲν εἰπών, "ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο· " τὰ δὲ τοῦ πολέμου, "ταῦτα δʼ Ἄρηι θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
在其他的诗句中,他区分了他们各自的职责,对阿佛洛狄忒说: “但你且去从事令人向往的婚配之事;” 而关于战争的事,则说: “这一切都将由迅捷的阿瑞斯和雅典娜来操心。
"

词汇与语法注释

  1. 16ἐς ἔρωτα τοῦ λόγου ἀπίκετο — 承接前文 `ἀστρολογίης` 的 `τοῦ λόγου` 指代“占星的学说或言论”。作者将帕西法厄爱上公牛的神话,合理解释为她听了代达罗斯对金牛座的占星学解释后,对占星术本身产生了强烈的热情。
  2. 19ἐλθόντα γάρ μιν — 此处标志着由前文动词 `διηγέονται`(他们讲述)所引导的间接引语(带冠词的不定式结构)的开始。宾格 `μιν`(法厄同)是不定式 `αἰτέειν`(请求)的逻辑主语,分词 `ἐλθόντα` 与 `μιν` 一致。
  3. 20σφίσι γεινομένοισι — 与格代词 `σφίσι`(他们)与表示时间的与格分词 `γεινομένοισι`(当出生时)相结合。这指代在占星学中,个人出生瞬间(本命盘)星体配置所产生的影响。
  4. 20οἰκοδεσποτέουσι — 占星学专业术语 `οἰκοδεσποτέω`(作为主星、主宰星宫)的现在分词。在此指在个人出生时(本命盘中)起主导支配作用的星体(主宰星)。
  5. 21ἀλλὰ φέρεται γὰρ — `ἀλλὰ... γάρ` 的惯用句式,意为“但事实上(因为……)”。此处用于驳斥神话误解,并引入克罗诺斯(土星)在最外圈轨道运行且极其缓慢的实际天文学事实。
  6. 22τὰ πάλαι τοῖς ἀστρολογέουσιν ὁμοφωνέοντα — 中性复数宾格冠词 `τὰ` 与副词 `πάλαι`(古时)及现在分词 `ὁμοφωνέοντα`(一致)相结合,构成可能欲求 might learn (`μάθοι ἄν`) 的直接宾语,意为“古人的叙述与占星者们的观点相一致(的事实)”。

引用这一段

琉善, 论占星术 §16-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg048.humanitext-grc2:16-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。