Humanitext Reader

ルキアノス · 占星術について §23-29

古代の神託と占星術の効用の擁護

4 / 4 箇所 · ギリシア語

要旨

古代人が占星術に結びついた占いや神託をいかに重視していたかを例証し、現代の占星術否定論(不可能論および無益論)に対し、星々の影響と占星術の精神的・実用的効用を著者が擁護する。

§23ἅπερ οἱ παλαιοὶ ἰδόντες μάλιστα μαντηίῃσιν ἐχρέοντο καὶ οὐ πάρεργον αὐτὴν ἐποιέοντο, ἀλλʼ οὔτε πόλιας ᾤκιζον οὔτε τείχεα περιεβάλλοντο οὔτε φόνους ἐργάζοντο οὔτε γυναῖκας ἐγάμεον, πρὶν ἂν δὴ παρὰ μάντεων ἀκοῦσαι ἕκαστα.
これらまさに古人たちは、これを見て何よりも占いを用い、それを片手間の仕事とはしなかった。 町を創建することも、城壁を巡らすことも、戦いを行うことも、妻を娶ることも、あらかじめ占い師たちからそれぞれの事柄を聞くまではしなかった。
καὶ γὰρ δὴ τὰ μαντήια αὐτέοισι οὐκ ἔξω ἀστρολογίης ἦν, ἀλλὰ παρὰ μὲν Δελφοῖς παρθένος ἔχει τὴν προφητείην σύμβολον τῆς παρθένου τῆς οὐρανίης, καὶ δράκων ὑπὸ τῷ τρίποδι φθέγγεται ὅτι καὶ ἐν τοῖσιν ἄστροισι δράκων φαίνεται, καὶ ἐν Διδύμοις δὲ μαντήιον τοῦ Ἀπόλλωνος, ἐμοὶ δοκέει, καὶ τοῦτο ἐκ τῶν ἠερίων Διδύμων ὀνομάζεται.
実際、彼らにとって神託は占星術の外にあったのではなく、デルポイにおいては、処女が神託を告げるが、これは天の『乙女座』の象徴であり、三脚器の下では蛇が声をあげるが、これは星々の中にも『竜座』が見えるからであり、ディデュマにおけるアポロンの神託所も、私の思うに、これも天の『双子座』から名付けられているのである。
§24οὕτω δὲ αὐτοῖσι χρῆμα ἱρότατον ἡ μαντοσύνη ἐδόκεεν, ὥστε δὴ Ὀδυσσεὺς ἐπειδὴ ἔκαμεν πλανεόμενος, ἐθελήσας ἀτρεκὲς ἀκοῦσαι περὶ τῶν ἑωυτοῦ πρηγμάτων, ἐς τὸν Ἀΐδην ἀπίκετο, οὐκ ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον ἀλλʼ ἐς λόγους ἐλθεῖν Τειρεσίῃ ἐπιθυμέων.
このように彼らにとって占いの術は最も神聖なものと思われたので、まさにオデュッセウスも、漂流に疲れ果てたとき、己の事柄について正確なことを聞こうと欲して、冥府へと至ったが、それは死者たちと不快な場所を見るためではなくただテイレシアスと言葉を交わすことを望んだからであった。
καὶ ἐπειδὴ ἐς τὸν χῶρον ἦλθεν ἔνθα οἱ Κίρκη ἐσήμηνεν καὶ ἔσκαψεν τὸν βόθρον καὶ τὰ μῆλα ἔσφαξεν, πολλῶν νεκρῶν παρεόντων, ἐν τοῖσι καὶ τῆς μητρὸς τῆς ἑωυτοῦ, τοῦ αἵματος πιεῖν ἐθελόντων οὐ πρότερον ἐπῆκεν οὐδενί, οὐδὲ αὐτῇ μητρί, πρὶν Τειρεσίην γεύσασθαι καὶ ἐξαναγκάσαι εἰπεῖν οἱ τὸ μαντήιον·
そして、キルケが彼に指示した場所へと行き、穴を掘り、羊を生贄に捧げたとき、彼の母親のものを含む多くの死者の影が集まり、その血を飲もうと欲したが、テイレシアスがそれを味わい、彼に神託を告げるよう強制するまでは、誰にも、彼自身の母親にさえも、あらかじめそれを許さなかった。
καὶ ἀνέσχετο διψῶσαν ὁρέων τῆς μητρὸς τὴν σκιήν.
そして彼は、渇望する母親の影を見ながらも耐え忍んだのである。
§25Λακεδαιμονίοισι δὲ Λυκοῦργος τὴν πολιτείην πᾶσαν ἐκ τοῦ οὐρανοῦ διετάξατο καὶ νόμον σφίσιν ἐποιήσατο μηδαμὰ μηδὲ ἐς πόλεμον προχωρέειν πρὶν τὴν σεληναίην πλήρεα γενέσθαι·
ラケダイモン人に対しては、リュクルゴスが国制のすべてを天に基づいて秩序づけ、月が満ちるまでは決して戦争にさえ進み出ないという法律を彼らに定めた。
οὐ γὰρ ἴσην ἐνόμιζεν εἶναι τὴν δυναστείην αὐξανομένης τῆς σεληναίης καὶ ἀφανιζομένης, πάντα δὲ ὑπʼ αὐτῇ διοικέεσθαι.
というのも、彼は月が満ちていくときと欠けていくときとで、その支配的な力が等しいとは考えず、すべての事柄が月によって支配されていると考えたからである。
§26ἀλλὰ μοῦνοι Ἀρκάδες ταῦτα οὐκ ἐδέξαντο οὐδὲ ἐτίμησαν ἀστρολογίην, ἀνοίῃ δὲ καὶ ἀσοφίῃ λέγουσιν καὶ τῆς σεληναίης ἔμμεναι προγενέστεροι.
しかし、アルカディア人だけはこれらを受け入れず、占星術を尊ばなかった。 そして、愚かさと無知のうちに、自分たちは月よりも前から存在していると主張している。
§27οἱ μὲν ὦν πρὸ ἡμῶν οὕτω κάρτα ἦσαν φιλομάντιες, οἱ δὲ νῦν, οἱ μὲν αὐτέων ἀδύνατα εἶναι λέγουσιν ἀνθρώποισι τέλος εὕρασθαι μαντικῆς·
このように、私たちの前の世代の人々は非常に占いを愛していたが、現代の人々のうち、ある者たちは人間が占いの術の極みに達することは不可能であると言っている。
οὐ γὰρ εἶναί μιν οὔτε πιστὴν οὔτε ἀληθέα, οὐδὲ τὸν Ἄρεα ἢ τὸν Δία ἐν τῷ οὐρανῷ ἡμέων ἕνεκα κινέεσθαι, ἀλλὰ τῶν μὲν ἀνθρωπηίων πρηγμάτων οὐδεμίην ὤρην ἐκεῖνοι ποιέονται οὐδʼ ἔστιν αὐτέοισιν πρὸς τάδε κοινωνίη, κατὰ σφέας δὲ χρείῃ τῆς περιφορῆς ἀναστρέφονται.
なぜなら、それは信頼に足るものでも真実でもなく、アレスやゼウスが天において私たちのために動いているわけでもなく、彼らは人間の事柄などいささかも顧みず、これらの事柄と何の関係もなく、ただそれ自体の運行の必要に従って自転しているにすぎないからである、というのだ。
§28ἄλλοι δὲ ἀστρολογίην ἀψευδέα μέν, ἀνωφελέα δὲ εἶναι λέγουσιν·
また別の者たちは、占星術は偽りのないものであるが、役に立たないと言っている。
οὐ γὰρ ὑπὸ μαντοσύνῃ ἀλλάσσεσθαι ὁκόσα τῇσι μοίρῃσι δοκέοντα ἐπέρχεται.
運命によって決定されて訪れる事柄は、占いの術によって変更されることはないからである、というのだ。
§29ἐγὼ δὲ πρὸς τάδε ἄμφω ἐκεῖνα ἔχω εἰπεῖν, ὅτι οἱ μὲν ἀστέρες ἐν τῷ οὐρανῷ τὴν σφετέρην εἱλέονται, πάρεργον δὲ σφίσι τῆς κινήσιος τῶν κατʼ ἡμέας ἕκαστον ἐπιγίγνεται.
しかし、私はこれらの両方の主張に対して、次のように言うことができる。 すなわち、星々は天において自らの軌道を巡っているが、その運動の副産物として、私たちの身に起こるそれぞれの事柄が生じるのである、と。
ἢ ἐθέλεις ἵππου μὲν θέοντος καὶ ὀρνίθων καὶ ἀνδρῶν κινεομένων λίθους ἀνασαλεύεσθαι καὶ κάρφεα δονέεσθαι ὑπὸ τῶν ἀνέμων τοῦ δρόμου, ὑπὸ δὲ τῇ δίνῃ τῶν ἀστέρων μηδὲν ἄλλο γίγνεσθαι;
あるいは、馬が走り、鳥や人間が動くときには、その走りの風によって石が揺れ動き、木の葉が震えるのに、星々の渦巻く運動によっては、他の何事も生じないと言い張るつもりか。
καὶ ἐκ μὲν ὀλίγου πυρὸς ἀπορροίη ἐς ἡμέας ἔρχεται, καὶ τὸ πῦρ οὐ διʼ ἡμέας καίει τι οὐδέ οἱ μέλει τοῦ ἡμετέρου θάλπεος, ἀστέρων δὲ οὐδεμίην ἀπορροίην δεχόμεθα;
また、小さな火からさえ放射が私たちに届き、その火は私たちのために何かを燃やすわけでもなく、私たちの温もりを気にかけているわけでもないのに、星々からは何の放射も私たちは受け取らないというのか。
καὶ μέντοι τῇ ἀστρολογίῃ τὰ μὲν φαῦλα ἐσθλὰ ποιῆσαι ἀδύνατά ἐστιν οὐδὲ ἀλλάξαι τι τῶν ἀπορρεόντων πρηγμάτων, ἀλλὰ τοὺς χρεομένους τάδε ὠφελέει·
そして確かに、占星術によって悪い出来事を良い出来事に変えることは不可能であり、流出する出来事の何かを変更することもできないが、それを用いる人々を次のように益するのである。
τὰ μὲν ἐσθλὰ εἰδότας ἀπιξόμενα πολλὸν ἀπόπροσθεν εὐφρανέει, τὰ δὲ φαῦλα εὐμαρέως δέχονται·
すなわち、良い出来事が訪れることを遥か前から知っていることで、大いに喜ぶことができ、悪い出来事も容易に受け入れることができる。
οὐ γάρ σφισιν ἀγνοέουσιν ἐπέρχεται, ἀλλʼ ἐν μελέτῃ καὶ προσδοκίῃ ῥηίδια καὶ πρηέα ἡγεῖται.
なぜなら、それらは無知のうちに彼らに襲いかかるのではなく、準備と予期の中で、それらが容易で穏やかなものとして導かれるからである。
τάδε ἀστρολογίης πέρι ἐγὼν ὑπολαμβάνω.
これらが、占星術に関して私が考えていることである。

語釈・文法注

  1. §23πρὶν ἂν δὴ παρὰ μάντεων ἀκοῦσαι ἕκαστα — 接続詞 πρίν は、アッティカ散文では通常、主節が否定文のときに後続の未来の事柄に対して ἄν +接続法を伴うが、ここでは ἄν +不定詞(ἀκοῦσαι)というイオニア方言(ヘロドトス的)の文体が模倣されている。
  2. §24τοῦ αἵματος πιεῖν ἐθελόντων — 「血を飲むことを欲したとき」という属格独立分詞構文。文脈上、先行する πολλῶν νεκρῶν παρεόντων(多くの死者が居合わせたとき)と同格、あるいはその状況を修飾する。
  3. §26ἔμμεναι προγενέστεροι — 不定詞 ἔμμεναι(εἶναι のホメロス・イオニア形)の主語が主動詞(λέγουσιν)の主語(アルカディア人)と同一であるため、述語形容詞が対格ではなく主格(προγενέστεροι)になっている。
  4. §27οὐδʼ ἔστιν αὐτέοισιν πρὸς τάδε κοινωνίη — 前文の λέγουσιν(彼らは主張する)に導かれた不定詞(εἶναι, κινέεσθαι)の間接話法から、接続詞 ἀλλά を境に、直接話法的な直説法現在(ποιέονται, ἔστιν, ἀναστρέφονται)へと構文が切り替わっている。
  5. §29ἢ ἐθέλεις ἵππου μὲν θέοντος... λίθους ἀνασαλεύεσθαι — 動詞 ἐθέλω(〜を望む)は、ここでは「〜と主張する、信じる」という意味の対格不定詞構文(ここでは ἵππου μὲν θέοντος... は属格独立、対格は λίθους、不定詞は ἀνασαλεύεσθαι)を従えている。
  6. §29ῥηίδια καὶ πρηέα ἡγεῖται — 主語(中性複数 τὰ δὲ φαῦλα)に対して動詞が単数(ἡγεῖται)となっている。動詞 ἡγέομαι の受動態「みなされる」あるいは中動態「自ら進む、経験される」として機能し、「容易で穏やかなものとして受け止められる」という意味を成す。

この箇所を引用する

ルキアノス, 占星術について §23-29. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg048.humanitext-grc2:23-29

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。