§9Λυκῖνος
τοῦ δὲ οὐ σωματικὴν λέγοντος εἶναι τὴν κρίσιν, ἀλλὰ τῆς ψυχῆς καὶ τῆς γνώμης ἐξέτασιν δεῖν γίγνεσθαι καὶ τῆς τῶν δογμάτων ἐπιστήμης.
ルキノスしかし他方は、審査は身体的なものではなく、魂と見解の吟味、および教義の知識の吟味がなされるべきだと主張した。
εἶθʼ ὁ Ἀριστοτέλης ἐκαλεῖτο μάρτυς τοῦ λόγου, εἰς ὑπερβολὴν θαυμάσας Ἑρμείαν τὸν εὐνοῦχον τὸν ἐκ τοῦ Ἀταρνέως τύραννον ἄχρι τοῦ καὶ θύειν αὐτῷ κατὰ ταὐτὰ τοῖς θεοῖς.
そしてアリストテレスがその議論の証人として召喚された。 彼はアタルネウスの僭主である宦官ヘルメイアスを極めて高く評価し、神々と同じように彼に犠牲を捧げるまでに至ったからである。
καί τι καὶ ἐτόλμα προστιθέναι ὁ Βαγώας τοιοῦτον, ὡς πολὺ ἐπιτηδειότερος τοῖς νέοις εὐνοῦχος διδάσκαλος οὐδὲ διαβολήν τινα πρὸς αὐτοὺς ἐνδέξασθαι δυνάμενος οὐδὲ τὸ τοῦ Σωκράτους ἐκεῖνο ἔγκλημα παθεῖν ἂν ὡς διαφθείρων τὰ μειράκια.
さらにバゴアスは、宦官の教師は若者たちにとってはるかに都合がよい、というのも若者たちに対するいかなる非難を受ける余地もなく、若者を破滅に導いたというあのソクラテスの罪を被ることもあり得ないからだ、というようなことさえあえて付け加えた。
ἐπεὶ δὲ καὶ εἰς τὸ ἀγένειον μάλιστα ἐσκώφθη, χαριέντως τοῦτο, ὡς γοῦν ᾤετο, προσέρριψεν·
そして、とりわけ髭のないことを嘲笑されたとき、彼はこれ(次の言葉)を、少なくとも本人の思いとしては風刺を利かせて浴びせかけた。
εἰ γὰρ ἀπὸ πώγωνος,
ἔφη,
βαθέος κρίνεσθαι δέοι τοὺς φιλοσοφοῦντας, τὸν τράγον ἂν δικαιότερον προκριθῆναι πάντων. §10Λυκῖνος
ἐν τούτῳ τρίτος ἄλλος παρεστώς — τὸ δὲ ὄνομα ἐν ἀφανεῖ κείσθω —
καὶ μήν
ἔφη,
ὦ ἄνδρες δικασταί, οὑτοσὶ ὁ τὰς γνάθους λεῖος καὶ τὸ φώνημα γυναικεῖος καὶ τὰ ἄλλα εὐνούχῳ ἐοικὼς εἰ ἀποδύσαιτο, πάνυ ἀνδρεῖος ὑμῖν φανεῖται·
「もし」と彼は言った、「豊かな髭によって哲学する者たちが審査されるべきであるなら、雄山羊が誰よりも正当に真っ先に選ばれるべきだろう」ルキノスそのとき、傍らに立っていた第三の者――その名前は伏せておこう――が言った。 「いや実際、」と彼は言った、「裁判官の皆さん、頬が滑らかで声が女性のようであり、他の点でも宦官に似ているこの男は、もし服を脱ぐならば、皆さんにはまったくの男として見えるでしょう。
εἰ δὲ μὴ ψεύδονται οἱ περὶ αὐτοῦ λέγοντες, καὶ μοιχὸς ἑάλω ποτέ, ὡς ὁ ἄξων φησίν, ἄρθρα ἐν ἄρθροις ἔχων.
彼について語る者たちが嘘をついていないならば、彼はかつて、法が言うところの『関節を関節の中に入れた状態』で、姦通者として捕らえられたことさえあるのです。
ἀλλὰ τότε μὲν ἐς τὸν εὐνοῦχον ἀναφυγὼν καὶ τοῦτο κρησφύγετον εὑρόμενος ἀφείθη, ἀπιστησάντων τῇ κατηγορίᾳ τῶν τότε δικαστῶν ἀπό γε τῆς φανερᾶς ὄψεως·
しかしその時は、自分は宦官であると逃げ込み、これを隠れ蓑とすることで釈放されました。 当時の裁判官たちが、一見したところのその容姿から、告発を信じなかったからです。
νῦν δὲ κἂν παλινῳδῆσαί μοι δοκεῖ τοῦ προκειμένου μισθοῦ ἕνεκα. §11Λυκῖνος
τούτων δὴ λεγομένων παρὰ πάντων μὲν γέλως ἐγίγνετο, ὡς τὸ εἰκός.
しかし今や彼は、目の前にある報酬のために前言を翻すように思われます」ルキノスこのようなことが言われると、当然のことながら全員から笑いが起こった。
Βαγώας δὲ μᾶλλον ἐταράττετο καὶ παντοῖος ἦν, ἐς μυρία τρεπόμενος χρώματα καὶ ψυχρῷ τῷ ἱδρῶτι ῥεόμενος, καὶ οὔτε συγκατατίθεσθαι τῷ περὶ τῆς μοιχείας ἐγκλήματι καλῶς ἔχειν ᾤετο οὔτε ἀχρεῖον αὑτῷ τὴν κατηγορίαν ταύτην ἐς τὸν παρόντα ἀγῶνα ἡγεῖτο εἶναι.
バゴアスはいよいよ狼狽し、千変万化の様子で、顔色を万般に変え、冷や汗を流していた。 彼は、姦通の罪を受け入れることは体裁が悪いと考えたものの、この告発が現在の闘いにおいて自分に不利になるとは思わなかった。
Πάμφιλος
γελοῖα, ὦ Λυκῖνε, ὡς ἀληθῶς ταῦτα καὶ ἔοικεν οὐ τὴν τυχοῦσαν ὑμῖν διατριβὴν παρεσχῆσθαι.
パンフィロスルキノス、それは本当に滑稽極まりない、君たちにとって並々ならぬ娯楽を提供したようだね。
τὸ δʼ οὖν τέλος τί ἐγένετο καὶ πῶς ἔγνωσαν ὑπὲρ αὐτῶν οἱ δικασταί;
ともあれ、結末はどうなったのだ? 裁判官たちは彼らについてどのように判断したのだ?
§12Λυκῖνος
οὐχ ὁμόψηφοι πάντες ἦσαν, ἀλλʼ οἱ μὲν ἠξίουν ἀποδύσαντας αὐτὸν ὥσπερ τοὺς ἀργυρωνήτους ἐπισκοπεῖν εἰ δύναται φιλοσοφεῖν τά γε πρὸς τῶν ὄρχεων·
ルキノス全員の意見が一致したわけではなかった。 一部の者は、金で買われる奴隷のように彼を裸にして、少なくとも睾丸に関する限りにおいて哲学することができるかを検査すべきだと主張した。
οἱ δὲ ἔτι γελοιότερον μεταστειλαμένους τινὰς τῶν ἐξ οἰκήματος γυναικῶν κελεύειν αὐτὸν συνεῖναι καὶ ὀπυίειν, καί τινα τῶν δικαστῶν τὸν πρεσβύτατόν τε καὶ πιστότατον ἐφεστῶτα ὁρᾶν εἰ φιλοσοφεῖ.
また別の者たちは、さらに滑稽なことに、売春宿の女性たちを何人か呼び寄せて彼と同衾させ交わらせるよう命じ、裁判官の一人で最も年長かつ信頼のおける者が立ち会って彼が哲学しているかどうかを見届けるべきだとした。
μετὰ δὲ ἐπεὶ πάντας ὁ γέλως κατεῖχε καὶ οὐδεὶς ὅστις οὐ τὴν γαστέρα ἤλγει βρασσόμενος ὑπʼ αὐτοῦ, ἔγνωσαν ἀναπόμπιμον ἐς τὴν Ἰταλίαν ἐκπέμψαι τὴν δίκην.
その後、全員が笑いに包まれ、笑いの発作で腹を痛めない者は一人もいなくなったとき、彼らはこの裁判を決定を委ねるためにイタリアへ送ることに決定した。
§13Λυκῖνος
καὶ νῦν ἅτερος μὲν πρὸς τὴν τῶν λόγων ἐπίδειξιν, ὥς φασιν, γυμνάζεται καὶ παρασκευάζεται καὶ κατηγορίαν συγκροτεῖ καὶ τὸ τῆς μοιχείας ἔγκλημα ὑποκινεῖ, ἐναντιώτατον αὑτῷ καὶ οὗτος κατὰ τοὺς φαύλους τῶν ῥητόρων τοῦτο ποιῶν καὶ εἰς τοὺς ἄνδρας τὸν ἀντίδικον ἐκ τοῦ ἐγκλήματος καταλέγων·
ルキノスそして今や、一方(ディオクレス)は、噂によれば、弁論の披露に向けて練習し、準備を整え、告発文を組み立て、姦通の罪を蒸し返そうとしている。 だが、拙劣な弁論家たちと同様に彼もこれによって自分自身にとって最も不利なことをしており、その告発によって相手の男を男の側に分類してしまっているのだ。
τῷ Βαγώᾳ δὲ ἕτερα, ὥς φασι, μέλει καὶ ἀνδρίζεται τὰ πολλὰ καὶ διὰ χειρὸς ἔχει τὸ πρᾶγμα καὶ τέλος κρατήσειν ἐλπίζει ἢν ἐπιδείξῃ ὡς οὐδὲν χείρων ἐστὶν τῶν τὰς ἵππους ἀναβαινόντων ὄνων.
他方、バゴアスは、噂によれば、別のことに心を配っており、大いに男らしく振る舞い、事態を掌中に収めて、自分が牝馬に乗る雄ロバに劣らないことを証明できれば、最終的に勝利を収めることができると期待している。
αὕτη γάρ, ὦ ἑταῖρε, φιλοσοφίας ἀρίστη κρίσις ἔοικεν εἶναι καὶ ἀπόδειξις ἀναντίλεκτος.
というのも、友よ、これこそが哲学の最善の審査であり、抗う余地のない証明であるように思われるからだ。
ὥστε καὶ τὸν υἱὸν — ἔτι δέ μοι κομιδῇ νέος ἐστίν — εὐξαίμην ἂν οὐ τὴν γνώμην οὐδὲ τὴν γλῶτταν ἀλλὰ τὸ αἰδοῖον ἕτοιμον ἐς φιλοσοφίαν ἔχειν.
したがって、私の息子も――彼はまだ本当に幼いのだが――魂や舌ではなく、男性器が哲学のために準備できているようにと願いたいものだ。