§22Λυκῖνος
οὕτω ποιήσομεν, ὦ Σώπολι, ἐπειδήπερ ἡμῖν προωδοποίηται τὰ παρὰ σοῦ·
リュキノスそうしましょう、ソポリスよ、あなたのおかげで道が開かれましたから。
καὶ πρὸς σὲ τὸ λοιπόν, ὦ Λεξίφανες, ἡ συμβουλή.
そしてレクシパネス、これからはあなたへの助言です。
εἴπερ ἄρʼ ἐθέλεις ὡς ἀληθῶς ἐπαινεῖσθαι ἐπὶ λόγοις κἀν τοῖς πλήθεσιν εὐδοκιμεῖν, τὰ μὲν τοιαῦτα πάντα φεῦγε καὶ ἀποτρέπου, ἀρξάμενος δὲ ἀπὸ τῶν ἀρίστων ποιητῶν καὶ ὑπὸ διδασκάλοις αὐτοὺς ἀναγνοὺς μέτιθι ἐπὶ τοὺς ῥήτορας, καὶ τῇ ἐκείνων φωνῇ συντραφεὶς ἐπὶ τὰ Θουκυδίδου καὶ Πλάτωνος ἐν καιρῷ μέτιθι, πολλὰ καὶ τῇ καλῇ κωμῳδίᾳ καὶ τῇ σεμνῇ τραγῳδίᾳ ἐγγεγυμνασμένος·
もしあなたが言葉において本当に称賛され、大衆の間で評判を得たいと心から望むなら、このようなものはすべて避け、背を向けなさい。 そして、最良の詩人たちから始めて、教師たちの指導のもとで彼らを読んだ上で、弁論家たちへと進みなさい。 彼らの言葉に慣れ親しんだのちに、適切な時期にトゥキュディデスやプラトンの方向へと進みなさい。 美しき喜劇や厳かな悲劇でも十分に訓練を積んだ上で。
παρὰ γὰρ τούτων ἅπαντα τὰ κάλλιστα ἀπανθισάμενος ἔσῃ τις ἐν λόγοις·
彼らから最も美しいものをすべて摘み取ることで、あなたは言論においてひとかどの人物になるでしょう。
ὡς νῦν γε ἐλελήθεις σαυτὸν τοῖς ὑπὸ τῶν κοροπλάθων εἰς τὴν ἀγορὰν πλαττομένοις ἐοικώς, κεχρωσμένος μὲν τῇ μίλτῳ καὶ τῷ κυανῷ, τὸ δʼ ἔνδοθεν πήλινός τε καὶ εὔθρυπτος ὤν.
というのも、今のお前は、自分が人形作りたちによって市場に向けて形作られる粘土人形に似ていることに気づいていないからだ。 外側は辰砂や群青で彩色されているが、内側は粘土で、脆く壊れやすいのだ。
§23Λυκῖνος
ἐὰν ταῦτα ποιῇς, πρὸς ὀλίγον τὸν ἐπὶ τῇ ἀπαιδευσίᾳ ἔλεγχον ὑπομείνας καὶ μὴ αἰδεσθεὶς μεταμανθάνων, θαρρῶν ὁμιλήσεις τοῖς πλήθεσι καὶ οὐ καταγελασθήσῃ ὥσπερ νῦν οὐδὲ διὰ στόματος ἐπὶ τῷ χείρονι τοῖς ἀρίστοις ἔσῃ, Ἕλληνα καὶ Ἀττικὸν ἀποκαλούντων σε τὸν μηδὲ βαρβάρων ἐν τοῖς σαφεστάτοις ἀριθμεῖσθαι ἄξιον.
リュキノスもしこれらを行うなら、無教養さに対する批判を少しの間耐え忍び、学び直すことを恥としなければ、あなたは自信を持って大衆と交わり、今のように物笑いの種になることもなく、最も優れた人々から悪い意味で噂されることもないでしょう。 彼らは、未開人のうちでも最も明白な者たちの中に数えられる価値すらもないあなたのことを、ギリシア人だ、アッティカ人だと呼んでいるのですから。
πρὸ πάντων δὲ ἐκεῖνο μέμνησό μοι, μὴ μιμεῖσθαι τῶν ὀλίγον πρὸ ἡμῶν γενομένων σοφιστῶν τὰ φαυλότατα μηδὲ περιεσθίειν ἐκεῖνα ὥσπερ νῦν, ἀλλὰ τὰ μὲν τοιαῦτα καταπατεῖν, ζηλοῦν δὲ τὰ ἀρχαῖα τῶν παραδειγμάτων.
何よりも、私のために次のことを覚えておきなさい。 私たちの少し前に現れたソフィストたちの最もくだらないものを模倣したり、今のようにそれらをかじり取ったりせず、そのようなものは踏みつけ、古代の模範を熱心に見習うようにしなさい。
μηδέ σε θελγέτωσαν αἱ ἀνεμῶναι τῶν λόγων, ἀλλὰ κατὰ τὸν τῶν ἀθλητῶν νόμον ἡ στερρά σοι τροφὴ συνήθης ἔστω, μάλιστα δὲ Χάρισι καὶ Σαφηνείᾳ θῦε, ὧν πάμπολυ λίαν νῦν ἀπελέλειψο.
言葉のアネモネに惑わされてはならない。 アスリートたちの法に従い、頑丈な食事があなたにとって習慣となるようにしなさい。 そして特に美の女神たちと明瞭さに犠牲を捧げなさい。 今、あなたはこの二つから全く見捨てられているのだから。
§24Λυκῖνος
καὶ ὁ τῦφος δὲ καὶ ἡ μεγαλαυχία καὶ ἡ κακοήθεια καὶ τὸ βρενθύεσθαι καὶ λαρυγγίζειν ἀπέστω, καὶ τὸ διασιλλαίνειν τὰ τῶν ἄλλων καὶ οἴεσθαι ὅτι πρῶτος ἔσῃ αὐτός, ἢν τὰ πάντων συκοφαντῇς.
リュキノス傲慢や自慢、悪意、威張ること、大声を張り上げることも、遠ざけるべきだ。 他人のものを嘲笑し、他人のすべてを誹謗中傷すれば自分が第一になれると思い込むこともだ。
καὶ μὴν κἀκεῖνο οὐ μικρόν, μᾶλλον δὲ τὸ μέγιστον ἁμαρτάνεις, ὅτι οὐ πρότερον τὰς διανοίας τῶν λέξεων προπαρεσκευασμένος ἔπειτα κατακοσμεῖς τοῖς ῥήμασιν καὶ τοῖς ὀνόμασιν, ἀλλὰ ἤν που ῥῆμα ἔκφυλον εὕρῃς ἢ αὐτὸς πλασάμενος οἰηθῇς εἶναι καλόν, τούτῳ ζητεῖς διάνοιαν ἐφαρμόσαι καὶ ζημίαν ἡγῇ, ἂν μὴ παραβύσῃς αὐτό που, κἂν τῷ λεγομένῳ μηδʼ ἀναγκαῖον ᾖ, οἷον πρῴην τὸν θυμάλωπα οὐδὲ εἰδὼς ὅ τι σημαίνει, ἀπέρριψας οὐδὲν ἐοικότα τῷ ὑποκειμένῳ.
さらに、あなたはこれまた小さからぬこと、いや、最大の過ちを犯している。 それは、あらかじめ言葉の前に思想を準備しておき、その後に動詞や名詞でそれらを飾るのではなく、どこかで見慣れない言葉を見つけたり、自分で造り出してそれが美しいと思い込んだりすると、その言葉に思想を当てはめようとすることだ。 そして、それをどこかに押し込まなければ、たとえ言おうとしていることに全く不要であっても、損をしたように思う。 たとえば、先日あなたは「テュマロープス」という言葉の意味すら知らないまま、主題に全くそぐわない形でそれを投げつけた。
καὶ οἱ μὲν ἰδιῶται πάντες ἐτεθήπεσαν ὑπὸ τοῦ ξένου πληγέντες τὰ ὦτα, οἱ πεπαιδευμένοι δὲ ἐπʼ ἀμφοτέροις, καὶ σοὶ καὶ τοῖς ἐπαινοῦσιν, ἐγέλων.
素人たちはみな、その奇妙さに耳を打たれて感嘆していたが、教養のある者たちは、あなたとそれを称賛する者たちの双方を笑っていたのだ。
§25Λυκῖνος
τὸ δὲ πάντων καταγελαστότατον ἐκεῖνό ἐστιν, ὅτι ὑπεράττικος εἶναι ἀξιῶν καὶ τὴν φωνὴν εἰς τὸ ἀρχαιότατον ἀπηκριβωμένος τοιαῦτα ἔνια, μᾶλλον δὲ τὰ πλεῖστα, ἐγκαταμιγνύεις τοῖς λόγοις ἃ μηδὲ παῖς ἄρτι μανθάνων ἀγνοήσειεν ἄν·
リュキノスしかし最も滑稽なのは、あなたが超アッティカ風であろうとし、その言葉遣いを最古のものへと厳密に合わせていると自負しながら、話の中に、学び始めたばかりの子供でさえ知らないはずのないようなもの、いや、そうしたものの大部分を混入させていることだ。
οἷον ἐκεῖνα πῶς οἴει κατὰ γῆς δῦναι ηὐχόμην ἀκούων σου ἐπιδεικνυμένου, ὅτε χιτώνιον μὲν καὶ τὸ ἀνδρεῖον ᾤου λέγεσθαι, δουλάρια δὲ καὶ τοὺς ἄρρενας τῶν ἀκολούθων ἀπεκάλεις, ἃ τίς οὐκ οἶδεν ὅτι χιτώνιον μὲν γυναικὸς ἐσθής, δουλάρια δὲ τὰ θήλεα καλοῦσιν;
たとえば、あなたがスピーチを披露しているのを聞いていた時、私がどれほど地の底へ潜りたいと願ったか想像できるだろうか。 あなたは男物の衣服も「キトーニオン」と呼べると信じ込んでおり、男性の従者たちを「ドゥラリア」と呼んでいた。 それが女性の衣類であり、「ドゥラリア」が女奴隷を指すことなど、誰が知らないというのか。
καὶ ἄλλα πολὺ τούτων προφανέστερα, οἷον τὸ ἵπτατο καὶ τὸ ἀπαντώμενος καὶ τὸ καθεσθείς, οὐδὲ μετοικικὰ τῆς Ἀθηναίων φωνῆς.
そしてこれらよりもはるかに明白な他のもの、たとえば「ヒプタト」や「アパントーメノス」、「カテステイス」などは、アテナイの言葉の在留外国人(メトイコス)にすら値しない。
ἡμεῖς οὐδὲ ποιητὰς ἐπαινοῦμεν τοὺς κατάγλωττα γράφοντας ποιήματα.
私たちは、珍奇な言葉ばかりを使って詩を書く詩人たちを称賛しはしない。
τὰ δὲ σά, ὡς πεζὰ μέτροις παραβάλλειν, καθάπερ ὁ Δωσιάδα Βωμὸς ἂν εἴη καὶ ἡ τοῦ Λυκόφρονος Ἀλεξάνδρα, καὶ εἴ τις ἔτι τούτων τὴν φωνὴν κακοδαιμονέστερος.
あなたの散文は、韻文にたとえるなら、ドシアダスの『祭壇』やリュコプロンの『アレクサンドラ』、あるいはこれらよりもさらにその言葉遣いが不幸な者たちに等しい。
ἂν ταῦτα ζηλώσῃς καὶ μεταμάθῃς, ἄριστα βεβουλευμένος ὑπὲρ σεαυτοῦ ἔσῃ·
もしあなたがこれらのことを熱心に学び直し、改めるなら、あなたは自分自身のために最善の決断をしたことになるだろう。
ἢν δὲ λάθῃς αὖθις εἰς τὴν λιχνείαν κατολισθών, ἐμοὶ μὲν ἀποπεπλήρωται ἡ παραίνεσις, σὺ δὲ σεαυτὸν αἰτιάσῃ, ἄν γε καὶ ξυνῇς χείρων γενόμενος.
だが、もしあなたが再びその貪欲さへと知らず知らずのうちに逆戻りするなら、私からの忠告はこれで果たされたのであり、あなたが悪化することになれば、自分自身を責めることになるだろう。