§25ἄλλως τε ὁ μὲν Ἡρακλῆς, εἴπερ ἄρα καὶ ἐτόλμησέν τι τοιοῦτο, ὑπὸ νόσου αὐτὸ ἔδρασεν, ὑπὸ τοῦ Κενταυρείου αἵματος, ὥς φησιν ἡ τραγῳδία, κατεσθιόμενος·
何よりも、ヘラクレスは、もし彼が本当にそのようないくらか大胆なことをしたのだとしても、病のために、悲劇が言うようにケンタウロスの血に蝕まれてそれを行ったのである。
οὗτος δὲ τίνος αἰτίας ἕνεκεν ἐμβάλλει φέρων ἑαυτὸν εἰς τὸ πῦρ;
しかし、この男は何の理由があって、自らを火の中に投げ込むのか。
νὴ Δίʼ, ὅπως τὴν καρτερίαν ἐπιδείξηται καθάπερ οἱ Βραχμᾶνες·
ゼウスにかけて、インドの賢者たちのようにその忍耐を示すためか。
ἐκείνοις γὰρ αὐτὸν ἠξίου Θεαγένης εἰκάζειν, ὥσπερ οὐκ ἐνὸν καὶ ἐν Ἰνδοῖς εἶναί τινας μωροὺς καὶ κενοδόξους ἀνθρώπους.
実際、テアゲネスは彼を彼らに例えるのがふさわしいと考えていたが、それはまるで、インド人の中にも愚かで虚栄心の強い人々がいるはずがないと言わんばかりだ。
ὅμως δʼ οὖν κἂν ἐκείνους μιμείσθω·
しかし、それにしても、彼らの真似をすればよいのだ。
ἐκεῖνοι γὰρ οὐκ ἐμπηδῶσιν ἐς τὸ πῦρ, ὡς Ὀνησίκριτος ὁ Ἀλεξάνδρου κυβερνήτης ἰδὼν Κάλανον καόμενόν φησιν, ἀλλʼ ἐπειδὰν νήσωσι, πλησίον παραστάντες ἀκίνητοι ἀνέχονται παροπτώμενοι, εἶτʼ ἐπιβάντες κατὰ σχῆμα καίονται, οὐδʼ ὅσον ὀλίγον ἐντρέψαντες τῆς κατακλίσεως.
なぜなら、彼らは火の中に飛び込みはしないからである。 アレクサンドロスの操舵手オネシクリトスが、カラノスが焼かれるのを見て語るところによれば、彼らは薪を積み上げると、その近くに不動の姿勢で立ち、炙られるのを耐え忍び、それから端正な姿勢で上に登って焼かれ、横たわった姿勢をほんの少しも崩さないのだ。
οὗτος δὲ τί μέγα εἰ ἐμπεσὼν τεθνήξεται συναρπασθεὶς ὑπὸ τοῦ πυρός;
しかしこの男は、火の中に投げ込まれて、炎に包まれて死んだとしても、何が偉大だというのか。
οὐκ ἀπʼ ἐλπίδος μὴ ἀναπηδήσασθαι αὐτὸν καὶ ἡμίφλεκτον, εἰ μή, ὅπερ φασί, μηχανήσεται βαθεῖαν γενέσθαι καὶ ἐν βόθρῳ τὴν πυράν.
彼が熱さに耐えかねて飛び出してこない、しかも半分焼けた状態で飛び出してこない、などと期待できるものではない。 人々が言うように、薪を深く、かつ穴の中に組むような細工でもしない限りは。
§26εἰσὶ δʼ οἳ καὶ μεταβαλέσθαι φασιν αὐτὸν καί τινα ὀνείρατα διηγεῖσθαι, ὡς τοῦ Διὸς οὐκ ἐῶντος μιαίνειν ἱερὸν χωρίον.
また、中には彼が決意を変え、ゼウスが神聖な場所を汚すことを許さないという何らかの夢を語っている、と言う者たちもいる。
ἀλλὰ θαρρείτω τούτου γε ἕνεκα·
だが、この点に関しては安心するがよい。
ἐγὼ γὰρ διομοσαίμην ἂν ἦ μὴν μηδένα τῶν θεῶν ἀγανακτήσειν, εἰ Περεγρῖνος κακῶς ἀποθάνοι.
私は、ペレグリノスが惨めな死に方をしたとしても、神々のうちの誰も憤慨しないと誓ってもよい。
οὐ μὴν οὐδὲ ῥᾴδιον αὐτῷ ἔτʼ ἀναδῦναι·
もっとも、彼にとってもはや引き返すことは容易ではない。
οἱ γὰρ συνόντες κύνες παρορμῶσιν καὶ συνωθοῦσιν ἐς τὸ πῦρ καὶ ὑπεκκάουσι τὴν γνώμην, οὐκ ἐῶντες ἀποδειλιᾶν·
なぜなら、彼の周りに群がる犬どもが彼を駆り立て、火の中へと押し出し、彼の決意を煽り立てて、臆病風を吹かせるのを許さないからだ。
ὧν εἰ δύο συγκατασπάσας ἐμπέσοι εἰς τὴν πυράν, τοῦτο μόνον χάριεν ἂν ἐργάσαιτο.
彼らのうち二人でも一緒に引きずり込んで彼が火の中に飛び込んでくれたなら、それこそ唯一の痛快な仕業となるだろう。
§27ἤκουον δὲ ὡς οὐδὲ Πρωτεὺς ἔτι καλεῖσθαι ἀξιοῖ, ἀλλὰ Φοίνικα μετωνόμασεν ἑαυτόν, ὅτι καὶ φοῖνιξ, τὸ Ἰνδικὸν ὄρνεον, ἐπιβαίνειν πυρᾶς λέγεται πορρωτάτω γήρως προβεβηκώς.
また私が聞くところでは、彼はもはやプロテウスと呼ばれることすらよしとせず、自らをフェニックスと改名した。 インドの鳥であるフェニックスは、極限まで老齢に達したとき、火葬の薪に登ると言われているからである。
ἀλλὰ καὶ λογοποιεῖ καὶ χρησμούς τινας διέξεισιν παλαιοὺς δή, ὡς χρεὼν εἴη δαίμονα νυκτοφύλακα γενέσθαι αὐτόν, καὶ δῆλός ἐστι βωμῶν ἤδη ἐπιθυμῶν καὶ χρυσοῦς ἀναστήσεσθαι ἐλπίζων.
しかし、彼は話を作り出し、自分が夜警の守護精霊になる運命にあるという古いと称する神託を詳しく語って聞かせる。 そして、すでに祭壇を欲しがっており、黄金の像が建てられるのを期待していることが明らかである。
§28καὶ μὰ Δία οὐδὲν ἀπεικὸς ἐν πολλοῖς τοῖς ἀνοήτοις εὑρεθήσεσθαί τινας τοὺς καὶ τεταρταίων ἀπηλλάχθαι διʼ αὐτοῦ φήσοντας καὶ νύκτωρ ἐντετυχηκέναι τῷ δαίμονι τῷ νυκτοφύλακι.
そしてゼウスにかけて、これほど多くの愚か者たちの間から、彼のおかげで四日熱から解放されたと言い張る者や、夜中に夜警の守護精霊に遭遇したと言う者が出てくるのも、全く不思議なことではない。
οἱ κατάρατοι δὲ οὗτοι μαθηταὶ αὐτοῦ καὶ χρηστήριον, οἶμαι, καὶ ἄδυτον ἐπὶ τῇ πυρᾷ μηχανήσονται, διότι καὶ Πρωτεὺς ἐκεῖνος ὁ Διός, ὁ προπάτωρ τοῦ ὀνόματος, μαντικὸς ἦν.
あの呪われた弟子たちは、彼のために火葬の壇の上に神託所と内陣を仕組むに違いない、と思う。 なぜなら、かのゼウスの息子プロテウス、あの名前の祖先もまた、予言の能力を持っていたからだ。
μαρτύρομαι δὲ ἦ μὴν καὶ ἱερέας αὐτοῦ ἀποδειχθήσεσθαι μαστίγων ἢ καυτηρίων ἤ τινος τοιαύτης τερατουργίας, ἢ καὶ νὴ Δία τελετήν τινα ἐπʼ αὐτῷ συστήσεσθαι νυκτέριον καὶ δᾳδουχίαν ἐπὶ τῇ πυρᾷ.
私は誓う。 鞭打ちや焼き鉄による治療、あるいはそのような奇術を司る彼の神官たちが任命されるか、あるいはゼウスにかけて、彼のために夜の秘密の儀式が組織され、火葬の壇の上で松明の行列が行われることになるだろう。
§29Θεαγένης δὲ ἔναγχος, ὥς μοί τις τῶν ἑταίρων ἀπήγγειλεν, καὶ Σίβυλλαν ἔφη προειρηκέναι περὶ τούτων·
一方、テアゲネスは先日、私の友人の一人が報告してくれたところによると、シビュラがこれらについて予言していたと語ったという。
καὶ τὰ ἔπη γὰρ ἀπεμνημόνευεν·
実際、彼はその詩を暗唱していた。
"
ἀλλʼ ὁπόταν Πρωτεὺς Κυνικῶν ὄχʼ ἄριστος ἁπάντων
Ζηνὸς ἐριγδούπου τέμενος κάτα πῦρ ἀνακαύσας
ἐς φλόγα πηδήσας ἔλθῃ ἐς μακρὸν Ὄλυμπον,
δὴ τότε πάντας ὁμῶς, οἳ ἀρούρης καρπὸν ἔδουσιν,
νυκτιπόλον τιμᾶν κέλομαι ἥρωα μέγιστον
σύνθρονον Ἡφαίστῳ καὶ Ἡρακλῆϊ ἄνακτι. "
"しかし、キニコス派のなかで何よりも優れたプロテウスが、雷轟くゼウスの境内で火を燃え立たせ、炎の中に飛び込んで、遥かなるオリンポスへと去り行くとき、まさにそのとき、大地の実りを食す全ての者たちに、私は命じる、夜を歩む偉大なる英雄を敬えと、ヘファイストスやヘラクラス王と同座する者を。
§30ταῦτα μὲν Θεαγένης Σιβύλλης ἀκηκοέναι φησίν.
"これらはテアゲネスがシビュラから聞いたと主張することである。
ἐγὼ δὲ Βάκιδος αὐτῷ χρησμὸν ὑπὲρ τούτων ἐρῶ·
だが、私はバキスのこれらに関する神託を語ろう。
φησὶν δὲ ὁ Βάκις οὕτω, σφόδρα εὖ ἐπειπών,
"
Ἀλλʼ ὁπόταν Κυνικὸς πολυώνυμος ἐς φλόγα πολλὴν
πηδήσῃ δόξης ὑπʼ ἐρινύι θυμὸν ὀρινθείς,
δὴ τότε τοὺς ἄλλους κυναλώπεκας, οἵ οἱ ἕπονται,
μιμεῖσθαι χρὴ πότμον ἀποιχομένοιο λύκοιο.
バキスは、実に見事に、次のように語っている。 "しかし、多くの名を持つキニコスが、大きな炎の中に飛び込むとき、名声の復讐女神によって心が狂わされて、まさにそのとき、彼に従う他のキツネ犬どもは、去りゆく狼の運命を模倣せねばならぬ。
ὃς δέ κε δειλὸς ἐὼν φεύγῃ μένος Ἡφαίστοιο,
λάεσσιν βαλέειν τοῦτον τάχα πάντας Ἀχαιούς,
ὡς μὴ ψυχρὸς ἐὼν θερμηγορέειν ἐπιχειρῇ
χρυσῷ σαξάμενος πήρην μάλα πολλὰ δανείζων,
ἐν καλαῖς Πάτραισιν ἔχων τρὶς πέντε τάλαντα.
ヘファイストスの怒りから逃れる臆病者があるならば、すべてのアカイア人は速やかに彼に石を投げつけるがよい、冷淡な心の持ち主でありながら熱弁をふるおうとし、金貨で頭陀袋をいっぱいに満たし、多額の金を貸し付け、美しきパトライの街に十五タラントンも所有しているなどということのないように。
"
τί ὑμῖν δοκεῖ, ἄνδρες;
"諸君、どう思われるか。
ἆρα φαυλότερος χρησμολόγος ὁ Βάκις τῆς Σιβύλλης εἶναι;
バキスはシビュラよりも劣る神託の語り手であろうか。
ὥστε ὥρα τοῖς θαυμαστοῖς τούτοις ὁμιληταῖς τοῦ Πρωτέως περισκοπεῖν ἔνθα ἑαυτοὺς ἐξαερώσουσιν·
それゆえ、プロテウスのこれらの驚くべき信奉者たちは、自分たちをどこで「気化」させるか、辺りを見回すべき時である。
τοῦτο γὰρ τὴν καῦσιν καλοῦσιν.
彼らはこの火葬をそう呼んでいるのだから。