§25ἄλλως τε ὁ μὲν Ἡρακλῆς, εἴπερ ἄρα καὶ ἐτόλμησέν τι τοιοῦτο, ὑπὸ νόσου αὐτὸ ἔδρασεν, ὑπὸ τοῦ Κενταυρείου αἵματος, ὥς φησιν ἡ τραγῳδία, κατεσθιόμενος· οὗτος δὲ τίνος αἰτίας ἕνεκεν ἐμβάλλει φέρων ἑαυτὸν εἰς τὸ πῦρ;
何况赫拉克勒斯,如果他真的敢做这样的大胆之事,也是因为疾病,被半人马之血吞噬,正如悲剧所说;但这个人又是出于什么原因要投身于火中呢?
νὴ Δίʼ, ὅπως τὴν καρτερίαν ἐπιδείξηται καθάπερ οἱ Βραχμᾶνες·
凭宙斯起誓,难道是为了像印度的婆罗门那样展示他的坚忍?
ἐκείνοις γὰρ αὐτὸν ἠξίου Θεαγένης εἰκάζειν, ὥσπερ οὐκ ἐνὸν καὶ ἐν Ἰνδοῖς εἶναί τινας μωροὺς καὶ κενοδόξους ἀνθρώπους.
因为塞阿格奈斯认为他应当与他们相比,仿佛在印度人当中就不可能存在某些愚蠢和虚荣之辈。
ὅμως δʼ οὖν κἂν ἐκείνους μιμείσθω·
但无论如何,让他至少效仿他们吧。
ἐκεῖνοι γὰρ οὐκ ἐμπηδῶσιν ἐς τὸ πῦρ, ὡς Ὀνησίκριτος ὁ Ἀλεξάνδρου κυβερνήτης ἰδὼν Κάλανον καόμενόν φησιν, ἀλλʼ ἐπειδὰν νήσωσι, πλησίον παραστάντες ἀκίνητοι ἀνέχονται παροπτώμενοι, εἶτʼ ἐπιβάντες κατὰ σχῆμα καίονται, οὐδʼ ὅσον ὀλίγον ἐντρέψαντες τῆς κατακλίσεως.
因为他们并不跳进火里,正如亚历山大的领航员奥内西克里图斯在目睹卡拉诺斯自焚后所说的那样,而是在堆好柴堆后,一动不动地站在旁边,耐受着炙烤,然后以端庄的姿态登上去被烧死,甚至连躺着的姿势都不改变分毫。
οὗτος δὲ τί μέγα εἰ ἐμπεσὼν τεθνήξεται συναρπασθεὶς ὑπὸ τοῦ πυρός;
但是,这个人一旦跳进去,被火吞噬而死,又有什么伟大的呢?
οὐκ ἀπʼ ἐλπίδος μὴ ἀναπηδήσασθαι αὐτὸν καὶ ἡμίφλεκτον, εἰ μή, ὅπερ φασί, μηχανήσεται βαθεῖαν γενέσθαι καὶ ἐν βόθρῳ τὴν πυράν.
这并不能排除他跳出来、甚至带着半烧焦的身体逃跑的可能,除非像人们所说的那样,他策划将火刑堆建得极深且置于深坑之中。
§26εἰσὶ δʼ οἳ καὶ μεταβαλέσθαι φασιν αὐτὸν καί τινα ὀνείρατα διηγεῖσθαι, ὡς τοῦ Διὸς οὐκ ἐῶντος μιαίνειν ἱερὸν χωρίον.
甚至还有人说,他已经改变了主意,并向人讲述某些梦境,大意是宙斯不允许他玷污神圣之地。
ἀλλὰ θαρρείτω τούτου γε ἕνεκα· ἐγὼ γὰρ διομοσαίμην ἂν ἦ μὴν μηδένα τῶν θεῶν ἀγανακτήσειν, εἰ Περεγρῖνος κακῶς ἀποθάνοι.
但就这一点而言,让他放心好了;因为我敢起誓,如果佩雷格林努斯死得奇惨无比,诸神中决没有任何一位会感到愤怒。
οὐ μὴν οὐδὲ ῥᾴδιον αὐτῷ ἔτʼ ἀναδῦναι· οἱ γὰρ συνόντες κύνες παρορμῶσιν καὶ συνωθοῦσιν ἐς τὸ πῦρ καὶ ὑπεκκάουσι τὴν γνώμην, οὐκ ἐῶντες ἀποδειλιᾶν·
然而,对他来说,如今想要退缩已非易事;因为跟在他身边的那些恶狗们正怂恿他、将他推向火堆,并煽动他的决心,不容许他临阵退缩。
ὧν εἰ δύο συγκατασπάσας ἐμπέσοι εἰς τὴν πυράν, τοῦτο μόνον χάριεν ἂν ἐργάσαιτο.
如果他能在跳入火堆时把其中两条狗也一起拖下去,那将是他做出的唯一一件令人快慰的事。
§27ἤκουον δὲ ὡς οὐδὲ Πρωτεὺς ἔτι καλεῖσθαι ἀξιοῖ, ἀλλὰ Φοίνικα μετωνόμασεν ἑαυτόν, ὅτι καὶ φοῖνιξ, τὸ Ἰνδικὸν ὄρνεον, ἐπιβαίνειν πυρᾶς λέγεται πορρωτάτω γήρως προβεβηκώς.
我还听说,他甚至不再屑于被称为普罗透斯,而是将自己改名为凤凰,因为据说凤凰这种印度鸟在达到极高寿数时,会登上火刑堆。
ἀλλὰ καὶ λογοποιεῖ καὶ χρησμούς τινας διέξεισιν παλαιοὺς δή, ὡς χρεὼν εἴη δαίμονα νυκτοφύλακα γενέσθαι αὐτόν, καὶ δῆλός ἐστι βωμῶν ἤδη ἐπιθυμῶν καὶ χρυσοῦς ἀναστήσεσθαι ἐλπίζων.
不仅如此,他还编造故事,并详述某些自称古老的预言,说他注定要成为夜间守护的神灵;而且很明显,他已经开始渴望祭坛,并指望为自己立起金像。
§28καὶ μὰ Δία οὐδὲν ἀπεικὸς ἐν πολλοῖς τοῖς ἀνοήτοις εὑρεθήσεσθαί τινας τοὺς καὶ τεταρταίων ἀπηλλάχθαι διʼ αὐτοῦ φήσοντας καὶ νύκτωρ ἐντετυχηκέναι τῷ δαίμονι τῷ νυκτοφύλακι.
凭宙斯起誓,在如此多的愚民中,完全有可能找到一些人,声称自己通过他治愈了间日疟,或者在夜里遇见了这位夜间守护神。
οἱ κατάρατοι δὲ οὗτοι μαθηταὶ αὐτοῦ καὶ χρηστήριον, οἶμαι, καὶ ἄδυτον ἐπὶ τῇ πυρᾷ μηχανήσονται, διότι καὶ Πρωτεὺς ἐκεῖνος ὁ Διός, ὁ προπάτωρ τοῦ ὀνόματος, μαντικὸς ἦν.
我想,他那些该死的弟子们还会在火刑堆上策划一个神谕所和密室,因为那位著名的宙斯之子普罗透斯,即这个名字的鼻祖,也是具有预言能力的。
μαρτύρομαι δὲ ἦ μὴν καὶ ἱερέας αὐτοῦ ἀποδειχθήσεσθαι μαστίγων ἢ καυτηρίων ἤ τινος τοιαύτης τερατουργίας, ἢ καὶ νὴ Δία τελετήν τινα ἐπʼ αὐτῷ συστήσεσθαι νυκτέριον καὶ δᾳδουχίαν ἐπὶ τῇ πυρᾷ.
我敢断言,必定会有祭司为他而被任命,主持鞭笞、烙铁或诸如此类的奇迹骗术,甚至,凭宙斯起誓,还会为他举行某种夜间的入会仪式,并在火刑堆旁进行火炬巡游。
§29Θεαγένης δὲ ἔναγχος, ὥς μοί τις τῶν ἑταίρων ἀπήγγειλεν, καὶ Σίβυλλαν ἔφη προειρηκέναι περὶ τούτων· καὶ τὰ ἔπη γὰρ ἀπεμνημόνευεν· "
ἀλλʼ ὁπόταν Πρωτεὺς Κυνικῶν ὄχʼ ἄριστος ἁπάντων
Ζηνὸς ἐριγδούπου τέμενος κάτα πῦρ ἀνακαύσας
ἐς φλόγα πηδήσας ἔλθῃ ἐς μακρὸν Ὄλυμπον,
δὴ τότε πάντας ὁμῶς, οἳ ἀρούρης καρπὸν ἔδουσιν,
νυκτιπόλον τιμᾶν κέλομαι ἥρωα μέγιστον
σύνθρονον Ἡφαίστῳ καὶ Ἡρακλῆϊ ἄνακτι.
至于塞阿格奈斯,据我的一个同伴日前向我报告,他曾宣称连西比拉也预言过这些事;因为他甚至凭记忆背诵了这些诗句: “但是,当普罗透斯,这位所有犬儒中最杰出的人,在雷霆万钧的宙斯圣地里燃起大火,跳入火焰,前往遥远的奥林匹斯山时,彼时,我命令所有吃着大地果实的人们,共同敬拜这位夜间出行的最伟大英雄,与赫菲斯托斯和赫拉克勒斯国王同登宝座者。
" §30ταῦτα μὲν Θεαγένης Σιβύλλης ἀκηκοέναι φησίν.
” 这些确实是塞阿格奈斯自称从西比拉那里听到的。
ἐγὼ δὲ Βάκιδος αὐτῷ χρησμὸν ὑπὲρ τούτων ἐρῶ· φησὶν δὲ ὁ Βάκις οὕτω, σφόδρα εὖ ἐπειπών,
"
Ἀλλʼ ὁπόταν Κυνικὸς πολυώνυμος ἐς φλόγα πολλὴν
πηδήσῃ δόξης ὑπʼ ἐρινύι θυμὸν ὀρινθείς,
δὴ τότε τοὺς ἄλλους κυναλώπεκας, οἵ οἱ ἕπονται,
μιμεῖσθαι χρὴ πότμον ἀποιχομένοιο λύκοιο.
但我将向你们讲述巴基斯关于这些事的预言;巴基斯说得非常中肯,他是这样说的: “但是,当那多名的犬儒跳入熊熊火焰,其心智被名声的复仇女神所激狂时,彼时,跟随他的其他狐狸狗们,必须效仿那离去之狼的命运。
ὃς δέ κε δειλὸς ἐὼν φεύγῃ μένος Ἡφαίστοιο,
λάεσσιν βαλέειν τοῦτον τάχα πάντας Ἀχαιούς,
ὡς μὴ ψυχρὸς ἐὼν θερμηγορέειν ἐπιχειρῇ
χρυσῷ σαξάμενος πήρην μάλα πολλὰ δανείζων,
ἐν καλαῖς Πάτραισιν ἔχων τρὶς πέντε τάλαντα.
凡是胆怯、逃避赫菲斯托斯威力的人,让所有阿开亚人迅速用石头砸他,免得他以冰冷的心却试图说出狂热的话,用黄金塞满他的行囊,四处借出巨款,并在美丽的帕特雷拥有十五塔兰同的财产。
"
τί ὑμῖν δοκεῖ, ἄνδρες;
” 诸位,你们怎么看?
ἆρα φαυλότερος χρησμολόγος ὁ Βάκις τῆς Σιβύλλης εἶναι;
巴基斯难道是个比西比拉更差的预言者吗?
ὥστε ὥρα τοῖς θαυμαστοῖς τούτοις ὁμιληταῖς τοῦ Πρωτέως περισκοπεῖν ἔνθα ἑαυτοὺς ἐξαερώσουσιν· τοῦτο γὰρ τὴν καῦσιν καλοῦσιν.
因此,是时候让普罗透斯这些令人惊叹的同伴们四处寻找一个可以将自己“气化”的地方了;因为他们就是这样称呼他们的火刑的。