§52ἀποθανόντες δὲ Γάλλοι οὐκ ὁμοίην ταφὴν τοῖσιν ἄλλοισι θάπτονται, ἀλλʼ ἐὰν ἀποθάνῃ Γάλλος, ἑταῖροί μιν ἀείραντες ἐς τὰ προάστεια φέρουσιν, θέμενοι δὲ αὐτὸν καὶ τὸ φέρτρον τῷ ἐκόμισαν, ὕπερθε λίθοις βάλλουσιν, καὶ τάδε πρήξαντες ὀπίσω ἀπονοστέουσιν.
しかし、ガッロスたちが死んだときには、他の人々と同じような埋葬方法で葬られるのではなく、もしガッロスが死ぬと、その仲間たちが彼を担ぎ上げて郊外へと運び、彼と、彼を運んできた担架を置き、その上から石を投げ、これらのことを行った後で引き返すのである。
φυλάξαντες δὲ ἑπτὰ ἡμερέων ἀριθμὸν οὕτως ἐς τὸ ἱρὸν ἐσέρχονται·
そして、七日間の日数を置いてから、このようにして神殿に入る。
πρὸ δὲ τουτέων ἢν ἐσέλθωσιν, οὐκ ὅσια ποιέουσιν.
しかし、これらの日数の前に彼らが入るなら、彼らは不浄なことを行うことになる。
§53νόμοισι δὲ ἐς ταῦτα χρέωνται τουτέοισι.
アンド彼らは、これらの事柄に関して以下のような規定に従っている。
ἢν μέν τις αὐτέων νέκυν ἴδηται, ἐκείνην τὴν ἡμέρην ἐς τὸ ἱρὸν οὐκ ἀπικνέεται, τῇ ἑτέρῃ δὲ καθήρας ἑωυτὸν ἐσέρχεται.
もし彼らのうちの誰かが死体を見たならば、その日は神殿に行かず、翌日、自身を清めてから入る。
αὐτῶν δὲ τῶν οἰκείων τοῦ νέκυος ἕκαστοι φυλάξαντες ἀριθμὸν ἡμερέων τριήκοντα καὶ τὰς κεφαλὰς ξυράμενοι ἐσέρχονται·
しかし、死者の身内自身は、各自が三十日間の日数を置き、頭を剃ってから入る。
πρὶν δὲ τάδε ποιῆσαι, οὐ σφίσι ἐσιέναι ὅσιον.
アンド、これらを行う前には、彼らが入ることは許されない。
§54θύουσιν δὲ βόας ἄρσενάς τε καὶ θήλεας καὶ αἶγας καὶ ὄϊας.
彼らは雄と雌の牛、山羊、そして羊を犠牲に捧げる。
σύας δὲ μοῦνον ἐναγέας νομίζοντες οὔτε θύουσιν οὔτε σιτέονται.
しかし、豚だけは不浄であると考えているので、生贄に捧げることも、食べることも決してしない。
ἄλλοι δʼ οὐ σφέας ἐναγέας, ἀλλὰ ἱροὺς νομίζουσιν.
しかし他の者たちは、それらを不浄とは考えず、神聖なものであると考えている。
ὀρνίθων τε αὐτέοισι περιστερὴ δοκέει χρῆμα ἱρότατον καὶ οὐδὲ ψαύειν αὐτέων δικαιέουσιν·
また、鳥の中では鳩が彼らにとって最も神聖なものと思われており、それらに触れることさえ正しいとは認めない。
καὶ ἢν ἀέκοντες ἅψωνται, ἐναγέες ἐκείνην τὴν ἡμέρην εἰσί.
アンド、たとえ意図せず触れてしまったとしても、その日は不浄となる。
τοὔνεκα δὲ αὐτέοισι σύννομοί τέ εἰσι καὶ ἐς τὰ οἰκεῖα ἐσέρχονται καὶ τὰ πολλὰ ἐν γῇ νέμονται.
それゆえ、鳩は彼らと共に暮らし、家の中に入り込み、大抵は地面で餌を食べている。
§55λέξω δὲ καὶ τῶν πανηγυριστέων τὰ ἕκαστοι ποιέουσιν.
また、祭礼に来る人々が各自何を行うかについても説明しよう。
ἀνὴρ εὖτʼ ἂν ἐς τὴν ἱρὴν πόλιν πρῶτον ἀπικνέηται, κεφαλὴν μὲν ὅδε καὶ ὀφρύας ἐξύρατο, μετὰ δὲ ἱρεύσας ὄϊν τὰ μὲν ἄλλα κρεουργέει τε καὶ εὐωχέεται, τὸ δὲ νάκος χαμαὶ θέμενος ἐπὶ τούτου ἐς γόνυ ἕζεται, πόδας δὲ καὶ κεφαλὴν τοῦ κτήνεος ἐπὶ τὴν ἑωυτοῦ κεφαλὴν ἀναλαμβάνει·
人が初めて聖なる都市に到着するとき、この者は頭と眉を剃る。 その後、羊を犠牲にして、他の部分は切り分けて宴を催し、フリースを地面に置いてその上に膝をつき、その家畜の足と頭を自分自身の頭の上に載せる。
ἅμα δὲ εὐχόμενος αἰτέει τὴν μὲν παρεοῦσαν θυσίην δέκεσθαι, μέζω δὲ ἐσαῦτις ὑπισχνέεται.
アンド同時に祈りながら、現在の犠牲を受け入れてくれるよう求め、将来にはより大きなものを捧げると約束する。
τελέσας δὲ ταῦτα, τὴν κεφαλὴν αὐτοῦ τε στέφεται καὶ τῶν ἄλλων ὁκόσοι τὴν αὐτὴν ὁδὸν ἀπικνέονται, ἄρας δὲ ἀπὸ τῆς ἑωυτοῦ ὁδοιπορέει, ὕδασί τε ψυχροῖσι χρεόμενος λουτρῶν τε καὶ πόσιος εἵνεκα καὶ ἐς πάμπαν χαμοκοιτέων·
これらを終えると、彼は自分自身の頭と、同じ道をやって来る他の人々の頭に冠を戴せ、出発して自分の土地から旅を続け、入浴と飲料のために冷たい水を用い、まったく地面で寝る。
οὐ γάρ οἱ εὐνῆς ἐπιβῆναι ὅσιον πρὶν τήν τε ὁδὸν ἐκτελέσαι καὶ ἐς τὴν ἑωυτοῦ αὖτις ἀπικέσθαι.
なぜなら、旅を完了して再び自分の家に到着するまでは、彼がベッドに入ることは許されないからである。
§56ἐν δὲ τῇ ἱρῇ πόλει ἐκδέκεταί μιν ἀνὴρ ξεινοδόκος ἀγνοέοντα·
アンド聖なる都市においては、事情を知らない彼をもてなし役の男が迎え入れる。
ῥητοὶ γὰρ δὴ ὦν ἑκάστης πόλιος αὐτόθι ξεινοδόκοι εἰσίν, καὶ τόδε πατρόθεν οἴκοι δέκονται.
というのも、そこには各都市ごとにあらかじめ定められたもてなし役がおり、これは父祖伝来の家系として受け継がれているのである。
καλέονται δὲ ὑπὸ Ἀσσυρίων οἵδε διδάσκαλοι, ὅτι σφίσι πάντα ὑπηγέονται.
アンド彼らはアッシリア人たちから「教師」と呼ばれているが、それは彼らにすべてのことを指導するからである。
§57θύουσι δὲ οὐκ ἐν αὐτῷ τῷ ἱρῷ, ἀλλʼ ἐπεὰν παραστήσῃ τῷ βωμῷ τὸ ἱρήιον, ἐπισπείσας αὖτις ἄγει ζῳὸν ἐς τὰ οἰκεῖα, ἐλθὼν δὲ κατʼ ἑωυτὸν θύει τε καὶ εὔχεται.
彼らは神殿そのものの中で犠牲を捧げるのではない。 そうではなく、彼が祭壇の前に生贄を立たせ、その上に献酒を行った後、再びそれを生きたまま自分の宿へと連れ帰り、一人でそこへ行ってから、それを犠牲に捧げて祈るのである。
§58ἔστιν δὲ καὶ ἄλλης θυσίης τρόπος τοιόσδε.
また、別の犠牲の方法として、以下のようなものもある。
στέψαντες τὰ ἱρήια, ζῳὰ ἐκ τῶν προπυλαίων ἀπιᾶσιν, τὰ δὲ κατενεχθέντα θνήσκουσιν.
生贄に冠を戴せ、門から生きたまま投げ落とす。 すると、落下したものは死ぬのである。
ἔνιοι δὲ καὶ παῖδας ἑωυτῶν ἐντεῦθεν ἀπιᾶσιν, οὐκ ὁμοίως τοῖς κτήνεσιν, ἀλλʼ ἐς πήρην ἐνθέμενοι χειρὶ κατάγουσιν, ἅμα δὲ αὐτέοισιν ἐπικερτομέοντες λέγουσιν ὅτι οὐ παῖδες, ἀλλὰ βόες εἰσίν.
ある人々は自分自身の子どもたちをもそこから投げ落とすが、家畜と同じようにするのではなく、袋の中に入れて、手で下へと降ろし、その際、彼らをからかいながら、あれは子どもではなく牛である、と言うのである。
§59στίζονται δὲ πάντες, οἱ μὲν ἐς καρπούς, οἱ δὲ ἐς αὐχένας·
アンド彼らは皆、印を刻まれる。 ある者は手首に、他の者は首筋に。
καὶ ἀπὸ τοῦδε ἅπαντες Ἀσσύριοι στιγματηφορέουσιν.
アンドこれに由来して、すべてのアッシリア人はタトゥーを身につけているのである。
§60ποιέουσι δὲ καὶ ἄλλο μούνοισι Ἑλλήνων Τροιζηνίοισι ὁμολογέοντες.
また彼らは、ギリシア人の中ではトロイゼン人だけと一致する、もう一つのことも行っている。
λέξω δὲ καὶ τὰ ἐκεῖνοι ποιέουσιν.
その人々が行うことについても話そう。
Τροιζήνιοι τῇσι παρθένοισι καὶ τοῖσιν ἠιθέοισι νόμον ἐποιήσαντο μή μιν ἄλλως γάμον ἰέναι, πρὶν Ἱππολύτῳ κόμας κείρασθαι·
トロイゼン人は、乙女たちと若者たちに対して、ヒッポリュトスのために髪を剃り落とすまでは決して結婚してはならないという法律を定めた。
καὶ ὧδε ποιέουσιν.
アンド彼らはこのように行っている。
τοῦτο καὶ ἐν τῇ ἱρῇ πόλει γίγνεται.
これが聖なる都市でも行われているのである。
οἱ μὲν νεηνίαι τῶν γενείων ἀπάρχονται, τοῖς δὲ νέοισι πλοκάμους ἱροὺς ἐκ γενετῆς ἀπιᾶσιν, τοὺς ἐπεὰν ἐν τῷ ἱρῷ γένωνται, τάμνουσίν τε καὶ ἐς ἄγγεα καταθέντες οἱ μὲν ἀργύρεα, πολλοὶ δὲ χρύσεα ἐν τῷ νηῷ προσηλώσαντες ἀπίασιν ἐπιγράψαντες ἕκαστοι τὰ οὐνόματα.
若者たちは髭の初物を捧げ、子どもたちのために、彼らは生まれたときから聖なる髪の房を伸ばしておく。 アンド、彼らが神殿にやって来ると、それらを切り取り、ある者は銀の、多くの者は黄金の器にそれらを収め、神殿の中に釘で留めてから立ち去るが、各自が名前をそこに刻んでおくのである。
τοῦτο καὶ ἐγὼ νέος ἔτι ὢν ἐπετέλεσα, καὶ ἔτι μευ ἐν τῷ ἱρῷ καὶ ὁ πλόκαμος καὶ τὸ οὔνομα.
これは私自身も、まだ若かった頃に執り行ったことであり、現在でも、私の髪の房と名前は神殿に残っている。