§52ἀποθανόντες δὲ Γάλλοι οὐκ ὁμοίην ταφὴν τοῖσιν ἄλλοισι θάπτονται, ἀλλʼ ἐὰν ἀποθάνῃ Γάλλος, ἑταῖροί μιν ἀείραντες ἐς τὰ προάστεια φέρουσιν, θέμενοι δὲ αὐτὸν καὶ τὸ φέρτρον τῷ ἐκόμισαν, ὕπερθε λίθοις βάλλουσιν, καὶ τάδε πρήξαντες ὀπίσω ἀπονοστέουσιν.
然而,当加洛斯去世时,他们并不像其他人那样以同样的方式安葬,而是如果有一个加洛斯去世,他的同伴们会将他抬起送到郊外,放下他以及用来抬他的担架,在上面盖上石头,做完这些事后他们就返回。
φυλάξαντες δὲ ἑπτὰ ἡμερέων ἀριθμὸν οὕτως ἐς τὸ ἱρὸν ἐσέρχονται· πρὸ δὲ τουτέων ἢν ἐσέλθωσιν, οὐκ ὅσια ποιέουσιν.
他们遵守七天的天数,然后才以此方式进入神殿;如果在此天数之前进入,他们便做出了不圣洁的事。
§53νόμοισι δὲ ἐς ταῦτα χρέωνται τουτέοισι. ἢν μέν τις αὐτέων νέκυν ἴδηται, ἐκείνην τὴν ἡμέρην ἐς τὸ ἱρὸν οὐκ ἀπικνέεται, τῇ ἑτέρῃ δὲ καθήρας ἑωυτὸν ἐσέρχεται.
关于这些事,他们遵守如下的规定:如果他们中有人看到了尸体,那一天他就不能去神殿,而是在第二天,净化自己之后才进入。
αὐτῶν δὲ τῶν οἰκείων τοῦ νέκυος ἕκαστοι φυλάξαντες ἀριθμὸν ἡμερέων τριήκοντα καὶ τὰς κεφαλὰς ξυράμενοι ἐσέρχονται· πρὶν δὲ τάδε ποιῆσαι, οὐ σφίσι ἐσιέναι ὅσιον.
而死者的亲属们,每人都要遵守三十天的天数,并且剃光头发后方可进入;在做这些事之前,他们进入是不圣洁的。
§54θύουσιν δὲ βόας ἄρσενάς τε καὶ θήλεας καὶ αἶγας καὶ ὄϊας.
他们祭祀公牛、母牛、山羊和绵羊。
σύας δὲ μοῦνον ἐναγέας νομίζοντες οὔτε θύουσιν οὔτε σιτέονται.
但他们认为唯独猪是不洁的,因此既不祭祀也不食用。
ἄλλοι δʼ οὐ σφέας ἐναγέας, ἀλλὰ ἱροὺς νομίζουσιν.
但其他人并不认为它们不洁,反而认为是神圣的。
ὀρνίθων τε αὐτέοισι περιστερὴ δοκέει χρῆμα ἱρότατον καὶ οὐδὲ ψαύειν αὐτέων δικαιέουσιν· καὶ ἢν ἀέκοντες ἅψωνται, ἐναγέες ἐκείνην τὴν ἡμέρην εἰσί.
在鸟类中,鸽子在他们看来是最神圣之物,他们甚至认为触碰它们都是不对的;即使是无意中碰到了,那一天也是不洁的。
τοὔνεκα δὲ αὐτέοισι σύννομοί τέ εἰσι καὶ ἐς τὰ οἰκεῖα ἐσέρχονται καὶ τὰ πολλὰ ἐν γῇ νέμονται.
因此,鸽子与他们共同生活,进入他们的房屋,大部分时间在地上觅食。
§55λέξω δὲ καὶ τῶν πανηγυριστέων τὰ ἕκαστοι ποιέουσιν.
我也要讲述朝圣者们各自所做的事。
ἀνὴρ εὖτʼ ἂν ἐς τὴν ἱρὴν πόλιν πρῶτον ἀπικνέηται, κεφαλὴν μὲν ὅδε καὶ ὀφρύας ἐξύρατο, μετὰ δὲ ἱρεύσας ὄϊν τὰ μὲν ἄλλα κρεουργέει τε καὶ εὐωχέεται, τὸ δὲ νάκος χαμαὶ θέμενος ἐπὶ τούτου ἐς γόνυ ἕζεται, πόδας δὲ καὶ κεφαλὴν τοῦ κτήνεος ἐπὶ τὴν ἑωυτοῦ κεφαλὴν ἀναλαμβάνει·
当一个人初次到达这座圣城时,他会剃去头发和眉毛;此后,他祭祀一只绵羊,将其他部分的肉切开并享用宴席,但将羊皮铺在地上,跪在上面,并将野兽的脚和头放在自己的头上。
ἅμα δὲ εὐχόμενος αἰτέει τὴν μὲν παρεοῦσαν θυσίην δέκεσθαι, μέζω δὲ ἐσαῦτις ὑπισχνέεται.
同时,他在祈祷中请求接受当前的祭品,并许诺以后会献上更大的祭品。
τελέσας δὲ ταῦτα, τὴν κεφαλὴν αὐτοῦ τε στέφεται καὶ τῶν ἄλλων ὁκόσοι τὴν αὐτὴν ὁδὸν ἀπικνέονται, ἄρας δὲ ἀπὸ τῆς ἑωυτοῦ ὁδοιπορέει, ὕδασί τε ψυχροῖσι χρεόμενος λουτρῶν τε καὶ πόσιος εἵνεκα καὶ ἐς πάμπαν χαμοκοιτέων· οὐ γάρ οἱ εὐνῆς ἐπιβῆναι ὅσιον πρὶν τήν τε ὁδὸν ἐκτελέσαι καὶ ἐς τὴν ἑωυτοῦ αὖτις ἀπικέσθαι.
做完这些事后,他为自己以及所有通过同一条路到达的其他人的头戴上花冠,然后出发,从自己的土地继续旅程,用冷水沐浴和饮用,并且完全睡在地上;因为在完成旅程并再次回到自己家之前,他躺在床上是不合神圣之道的。
§56ἐν δὲ τῇ ἱρῇ πόλει ἐκδέκεταί μιν ἀνὴρ ξεινοδόκος ἀγνοέοντα· ῥητοὶ γὰρ δὴ ὦν ἑκάστης πόλιος αὐτόθι ξεινοδόκοι εἰσίν, καὶ τόδε πατρόθεν οἴκοι δέκονται.
在这座圣城中,一个接待的主人会迎接并不知晓情况的他;因为那里确实有为每个城市指定的接待主人,并且他们从父亲那里继承了这个家业。
καλέονται δὲ ὑπὸ Ἀσσυρίων οἵδε διδάσκαλοι, ὅτι σφίσι πάντα ὑπηγέονται.
他们被阿西里亚人称为“教师”,因为他们指导他们一切事情。
§57θύουσι δὲ οὐκ ἐν αὐτῷ τῷ ἱρῷ, ἀλλʼ ἐπεὰν παραστήσῃ τῷ βωμῷ τὸ ἱρήιον, ἐπισπείσας αὖτις ἄγει ζῳὸν ἐς τὰ οἰκεῖα, ἐλθὼν δὲ κατʼ ἑωυτὸν θύει τε καὶ εὔχεται.
他们并不在神殿内部进行祭祀,而是当他把祭品带到祭坛旁,并在上面奠酒之后,再次将活的动物带回自己的住所,独自前去进行祭祀并祈祷。
§58ἔστιν δὲ καὶ ἄλλης θυσίης τρόπος τοιόσδε. στέψαντες τὰ ἱρήια, ζῳὰ ἐκ τῶν προπυλαίων ἀπιᾶσιν, τὰ δὲ κατενεχθέντα θνήσκουσιν.
还有另一种祭祀方式,如下:他们为祭品戴上花冠,将它们从山门上活活推下,掉下去的动物就死去了。
ἔνιοι δὲ καὶ παῖδας ἑωυτῶν ἐντεῦθεν ἀπιᾶσιν, οὐκ ὁμοίως τοῖς κτήνεσιν, ἀλλʼ ἐς πήρην ἐνθέμενοι χειρὶ κατάγουσιν, ἅμα δὲ αὐτέοισιν ἐπικερτομέοντες λέγουσιν ὅτι οὐ παῖδες, ἀλλὰ βόες εἰσίν.
有些人甚至从那里扔下自己的孩子,不像对待牲畜那样,而是把他们放进袋子里用手降下去,同时嘲弄他们说这不是孩子,而是牛。
§59στίζονται δὲ πάντες, οἱ μὲν ἐς καρπούς, οἱ δὲ ἐς αὐχένας· καὶ ἀπὸ τοῦδε ἅπαντες Ἀσσύριοι στιγματηφορέουσιν.
他们所有人都要刺青,有的在手腕上,有的在脖子上;由此,所有的阿西里亚人都带有刺青。
§60ποιέουσι δὲ καὶ ἄλλο μούνοισι Ἑλλήνων Τροιζηνίοισι ὁμολογέοντες.
他们还做着另一件与希腊人中唯独特罗曾人一致的事。
λέξω δὲ καὶ τὰ ἐκεῖνοι ποιέουσιν.
我也要讲述那些人的所作所为。
Τροιζήνιοι τῇσι παρθένοισι καὶ τοῖσιν ἠιθέοισι νόμον ἐποιήσαντο μή μιν ἄλλως γάμον ἰέναι, πρὶν Ἱππολύτῳ κόμας κείρασθαι· καὶ ὧδε ποιέουσιν.
特罗曾人为他们的处女和青年制定了一条法律,即在为希波吕托斯剪发之前,决不能以其他方式进入婚姻;他们确实是这样做的。
τοῦτο καὶ ἐν τῇ ἱρῇ πόλει γίγνεται.
这在圣城中也同样发生。
οἱ μὲν νεηνίαι τῶν γενείων ἀπάρχονται, τοῖς δὲ νέοισι πλοκάμους ἱροὺς ἐκ γενετῆς ἀπιᾶσιν, τοὺς ἐπεὰν ἐν τῷ ἱρῷ γένωνται, τάμνουσίν τε καὶ ἐς ἄγγεα καταθέντες οἱ μὲν ἀργύρεα, πολλοὶ δὲ χρύσεα ἐν τῷ νηῷ προσηλώσαντες ἀπίασιν ἐπιγράψαντες ἕκαστοι τὰ οὐνόματα.
年轻人献上他们胡须的初物,而对于儿童,他们自出生起就留着神圣的发辫,当他们来到神殿时,便将其剪下,放入器皿中——有些是银制的,许多是金制的,钉在神殿里,然后离去,每个人都刻上自己的名字。
τοῦτο καὶ ἐγὼ νέος ἔτι ὢν ἐπετέλεσα, καὶ ἔτι μευ ἐν τῷ ἱρῷ καὶ ὁ πλόκαμος καὶ τὸ οὔνομα.
这件事我自己在年轻时也曾履行过,直到现在,我的发辫和名字仍然留在神殿里。