§45ἔστι δὲ καὶ λίμνη αὐτόθι, οὐ πολλὸν ἑκὰς τοῦ ἱροῦ, ἐν τῇ ἰχθύες ἱροὶ τρέφονται πολλοὶ καὶ πολυειδέες.
そこには湖もあり、神殿から遠くないところに、その中に多くの様々な種類の神聖な魚が飼育されている。
γίγνονται δὲ αὐτῶν ἔνιοι κάρτα μεγάλοι· οὗτοι δὲ καὶ οὐνόματα ἔχουσιν καὶ ἔρχονται καλεόμενοι·
それらのうちのいくつかは非常に大きくなり、これらは名前も持っており、呼ばれるとやって来る。
ἐπʼ ἐμέο δέ τις ἦν ἐν αὐτοῖσι χρυσοφορέων.
私の時代には、それらの中に金を身につけているものが一匹いた。
ἐν τῇ πτέρυγι ποίημα χρύσεον αὐτέῳ ἀνακέατο, καί μιν ἐγὼ πολλάκις ἐθεησάμην, καὶ εἶχεν τὸ ποίημα.
そのヒレに黄金の装飾品が取り付けられており、私はそれを何度も見たが、それはその装飾品を身につけていた。
§46βάθος δὲ τῆς λίμνης πολλόν.
湖の深さは深い。
ἐγὼ μὲν οὐκ ἐπειρήθην, λέγουσι δʼ ὦν καὶ διηκοσίων ὀργυιέων πλέον ἔμμεναι.
私は試さなかったが、人々はともかく二百オルギュイア以上あると言っている。
κατὰ μέσον δὲ αὐτῆς βωμὸς λίθου ἀνέστηκεν.
その中央には石の祭壇が立っている。
δοκέοις ἂν ἄφνω ἰδὼν πλώειν τέ μιν καὶ τῷ ὕδατι ἐποχέεσθαι, καὶ πολλοὶ ὧδε νομίζουσιν·
突然それを見ると、それが浮かんで水に乗っているように思われるだろうし、多くの者がこのように考えている。
ἐμοὶ δὲ δοκέει στῦλος ὑφεστεὼς μέγας ἀνέχειν τὸν βωμόν.
しかし私には、下に立っている大きな柱が祭壇を支えているように思われる。
ἔστεπται δὲ ἀεὶ καὶ θυώματα ἔχει, πολλοὶ δὲ καὶ ἑκάστης ἡμέρης κατʼ εὐχὴν ἐς αὐτὸν νηχόμενοι στεφανηφορέουσιν.
それは常に冠を戴いて香が備えられており、多くの者が毎日、誓願に従ってそこまで泳いでいき、冠を捧げている。
§47γίγνονται δὲ αὐτόθι καὶ πανηγύριές τε μέγισται, καλέονται δὲ ἐς τὴν λίμνην καταβάσιες, ὅτι ἐν αὐτῇσι ἐς τὴν λίμνην τὰ ἱρὰ πάντα κατέρχεται.
そこでは非常に大きな祭礼も行われ、それは「湖への下向」と呼ばれている。 なぜなら、その中で、すべての聖なる品々が湖へと下りていくからである。
ἐν τοῖσιν ἡ Ἥρη πρώτη ἀπικνέεται, τῶν ἰχθύων εἵνεκα, μὴ σφέας ὁ Ζεὺς πρῶτος ἴδηται·
それらのうち、ヘラが最初に到着するが、それは魚たちのためであり、ゼウスが最初にそれらを見ることがないようにするためである。
ἢν γὰρ τόδε γένηται, λέγουσιν ὅτι πάντες ἀπόλλυνται.
というのも、もしこれが起これば、魚たちがすべて死んでしまうと彼らは言うからである。
καὶ δῆτα ὁ μὲν ἔρχεται ὀψόμενος, ἡ δὲ πρόσω ἱσταμένη ἀπείργει τέ μιν καὶ πολλὰ λιπαρέουσα ἀποπέμπει.
そして実に、彼は見ようとしてやって来るが、彼女は前方に立ちふさがって彼を阻み、熱心に懇願して彼を追い返すのである。
§48μέγισται δὲ αὐτοῖσι πανηγύριες αἳ ἐς θάλασσαν νομίζονται.
彼らにとって最も大きな祭礼は、海へと赴くのが慣習となっているものである。
ἀλλʼ ἐγὼ τούτων πέρι σαφὲς οὐδὲν ἔχω εἰπεῖν·
しかし私は、これらについて明確なことを言うことができない。
οὐ γὰρ ἦλθον αὐτὸς οὐδὲ ἐπειρήθην ταύτης τῆς ὁδοιπορίης.
私自身はそこへ行かなかったし、この旅を経験しなかったからである。
τὰ δὲ ἐλθόντες ποιέουσιν, εἶδον καὶ ἀπηγήσομαι.
しかし、彼らが戻って来てから行うことを、私は見たので、それを説明しよう。
ἀγγήιον ἕκαστος ὕδατι σεσαγμένον φέρουσιν, κηρῷ δὲ τάδε σεσήμανται.
彼らは各自、水で満たされた器を運んでいるが、これらは蜜蝋で封印されている。
καί μιν οὐκ αὐτοὶ λυσάμενοι χέονται, ἀλλʼ ἔστιν ἀλεκτρυὼν ἱρός, οἰκέει δὲ ἐπὶ τῇ λίμνῃ, ὃς ἐπεὶ σφέων δέξηται τὰ ἀγγήια, τήν τε σφρηγῖδα ὁρῇ καὶ μισθὸν ἀρνύμενος ἀνά τε λύει τὸν δεσμὸν καὶ τὸν κηρὸν ἀπαιρέεται·
そして、それを彼ら自身が解いて注ぐのではなく、聖なる雄鶏がいて、湖のほとりに住んでいるのだが、これが彼らから器を受け取ると、封印を確認し、謝礼を受け取って結び目を解き、蜜蝋を取り除く。
καὶ πολλαὶ μνέες ἐκ τουτέου τοῦ ἔργου τῷ ἀλεκτρυόνι ἀγείρονται.
そしてこの仕事から、その雄鶏のために多くのミナが集まる。
ἔνθεν δὲ ἐς τὸν νηὸν αὐτοὶ ἐνείκαντες σπένδουσί τε καὶ θύσαντες ὀπίσω ἀπονοστέουσιν.
そこから彼らは自分たちで神殿にそれを運び入れて献酒を行い、犠牲を捧げてから、引き返していく。
§49Ὁρτέων δὲ πασέων τῶν οἶδα μεγίστην τοῦ εἴαρος ἀρχομένου ἐπιτελέουσιν, καί μιν οἱ μὲν πυρήν, οἱ δὲ λαμπάδα καλέουσιν.
私が知っているすべての祭礼の中で最大のものを、彼らは春の始まりに執り行うが、それをある者は「薪積み」、他の者は「たいまつ」と呼んでいる。
θυσίην δὲ ἐν αὐτῇ τοιήνδε ποιέουσιν.
その祭礼において、彼らは次のような犠牲を行う。
δένδρεα μεγάλα ἐκκόψαντες τῇ αὐλῇ ἑστᾶσι, μετὰ δὲ ἀγινέοντες αἶγάς τε καὶ ὄϊας καὶ ἄλλα κτήνεα ζῳὰ ἐκ τῶν δενδρέων ἀπαρτέουσιν·
大きな木々を切り倒して中庭に立て、それから、山羊や羊、その他の生きている家畜を引いてきて、木々から吊るす。
ἐν δὲ καὶ ὄρνιθες καὶ εἵματα καὶ χρύσεα καὶ ἀργύρεα ποιήματα.
その中には、鳥や衣服、金や銀の工芸品も吊るされている。
ἐπεὰν δὲ ἐντελέα πάντα ποιήσωνται, περιενείκαντες τὰ ἱρὰ περὶ τὰ δένδρεα πυρὴν ἐνιᾶσιν, τὰ δὲ αὐτίκα πάντα καίονται.
そして、すべてを完全に整えると、聖なるものたちを木々の周りに運んだ後、薪に火を放ち、するとそれらは即座にすべて燃え上がる。
ἐς ταύτην τὴν ὁρτὴν πολλοὶ ἄνθρωποι ἀπικνέονται ἔκ τε Συρίης καὶ τῶν πέριξ χωρέων πασέων, φέρουσίν τε τὰ ἑωυτῶν ἱρὰ ἕκαστοι καὶ τὰ σημήια ἕκαστοι ἔχουσιν ἐς τάδε μεμιμημένα.
この祭礼には、シリアおよび周囲のすべての地域から多くの人々がやって来る。 彼らは各自、自分たちの聖なるものを携え、各自、これらを模して作られた標識を携えている。
§50ἐν ῥητῇσι δὲ ἡμέρῃσι τὸ μὲν πλῆθος ἐς τὸ ἱρὸν ἀγείρονται, Γάλλοι δὲ πολλοὶ καὶ τοὺς ἔλεξα, οἱ ἱροὶ ἄνθρωποι, τελέουσι τὰ ὄργια, τάμνονταί τε τοὺς πήχεας καὶ τοῖσι νώτοισι πρὸς ἀλλήλους τύπτονται.
定められた日に、群衆は神殿に集まり、多くのガッロスたちや、私が言及したあの聖なる人々が、儀式を執り行う。 彼らは自分たちの前腕を傷つけ、互いに背中を叩き合う。
πολλοὶ δὲ σφίσι παρεστεῶτες ἐπαυλέουσι, πολλοὶ δὲ τύμπανα παταγέουσιν, ἄλλοι δὲ ἀείδουσιν ἔνθεα καὶ ἱρὰ ᾄσματα.
そして、多くの者が彼らの傍らに立ってフルートを吹き鳴らし、多くの者が太鼓を打ち鳴らし、他の者は神がかった聖なる歌を歌う。
τὸ δὲ ἔργον ἐκτὸς τοῦ νηοῦ τόδε γίγνεται, οὐδὲ ἐσέρχονται ἐς τὸν νηὸν ὁκόσοι τόδε ποιέουσιν.
この行為は神殿の外で行われ、これを行う者たちは誰も神殿の中に入らない。
§51ἐν ταύτῃσι τῇσι ἡμέρῃσι καὶ Γάλλοι γίγνονται.
これらの日に、ガッロスたちも誕生する。
ἐπεὰν γὰρ οἱ ἄλλοι αὐλέωσί τε καὶ ὄργια ποιέωνται, ἐς πολλοὺς ἤδη ἡ μανίη ἀπικνέεται, καὶ πολλοὶ ἐς θέην ἀπικόμενοι μετὰ δὲ τοιάδε ἔπρηξαν.
というのも、他の者たちがフルートを吹き、儀式を行っているとき、すでに多くの者に狂気が及んでおり、見物に来ただけの多くの者たちが、その後、次のようなことを行うのである。
καταλέξω δὲ καὶ τὰ ποιέουσιν.
彼らが何を行うかも、私は列挙しよう。
ὁ νεηνίης ὅτῳ τάδε ἀποκέαται ῥίψας τὰ εἵματα μεγάλῃ βοῇ ἐς μέσον ἔρχεται καὶ ξίφος ἀναιρέεται·
このことが定められている若者は、衣服を投げ捨てて大声を上げながら中央へと進み出、剣を手に取る。
τὸ δὲ πολλὰ ἔτη, ἐμοὶ δοκέει, καὶ τοῦτο ἕστηκε.
それは、私には思われるのだが、多くの年の間、これもそこに置かれていたものである。
λαβὼν δὲ αὐτίκα τάμνει ἑωυτὸν θέει τε διὰ τῆς πόλιος καὶ τῇσι χερσὶ φέρει τὰ ἔταμεν.
そしてそれを取るとすぐに、彼は自分を去勢し、街を走り抜け、切り落としたものを両手で運ぶ。
ἐς ὁκοίην δὲ οἰκίην τάδε ἀπορρίψει, ἐκ ταύτης ἐσθῆτά τε θηλέην καὶ κόσμον τὸν γυναικήιον λαμβάνει.
彼はそれらをある家へと投げ込み、その家から女性の衣類と女性用の装飾品を受け取る。
τάδε μὲν ἐν τῇσι τομῇσι ποιέουσιν.
彼らは去勢の際にこれらのことを行うのである。