§21Κομβάβος μέν νυν τὸ ἀπὸ τοῦδε ἀσφαλέα ὁδὸν ἤνυεν·
さて、コンバボスはこれ以後、安全な旅を全うした。
ἀπικόμενοι δὲ ἐς τὴν ἱρὴν πόλιν σπουδῇ τὸν νηὸν οἰκοδόμεον καὶ σφίσι τρία ἔτεα ἐν τῷ ἔργῳ ἐξεγένετο, ἐν τοῖσι ἀπέβαινε τάπερ ὁ Κομβάβος ὀρρώδεεν.
聖なる都市に到着すると、彼らは急いで神殿を建設し、彼らにとってその事業に3年が費やされ、その間に、まさにコンバボスが恐れていたことが起こった。
ἡ Στρατονίκη γὰρ χρόνον ἐπὶ πολλὸν συνόντα μιν ποθέειν ἄρχετο, μετὰ δέ οἱ καὶ κάρτα ἐπεμήνατο.
というのも、ストラトニケは、彼が長い間ともにいるうちに、彼を慕い始め、その後、彼に対して激しく狂おしい恋に陥ったからである。
καὶ λέγουσιν οἱ ἐν τῇ ἱρῇ πόλει τὴν Ἥρην τουτέων αἰτίην ἐθέλουσαν γενέσθαι, Κομβάβον ἐσθλὸν μὲν ἐόντα λαθέειν μηδαμά, Στρατονίκην δὲ τίσασθαι, ὅτι οὐ ῥηιδίως τὸν νηὸν ὑπέσχετο.
そして、聖なる都市の人々は、ヘラがこれらのことの原因となることを望んだのだと言う。 すなわち、優れた者であるコンバボスが決して気づかれずにいる一方で、ストラトニケを罰するためであった、彼女が容易に神殿の建立を約束しなかったからである。
§22ἡ δὲ τὰ μὲν πρῶτα ἐσωφρόνεεν καὶ τὴν νοῦσον ἔκρυπτεν·
彼女は最初は自制し、その病を隠していた。
ὡς δέ οἱ τὸ κακὸν μέζον ἡσυχίης ἐγένετο, ἐς ἐμφανὲς ἐτρύχετο κλαίεσκέν τε διʼ ἡμέρης καὶ Κομβάβον ἀνεκαλέετο καί οἱ πάντα Κομβάβος ἦν.
しかし、その災いが彼女にとって静寂を保てないほど大きくなると、公然とやつれ、一日中泣き暮らし、コンバボスの名を呼び、彼女にとってコンバボスがすべてであった。
τέλος δὲ ἀμηχανέουσα τῇ συμφορῇ εὐπρεπέα ἱκεσίην ἐδίζητο.
ついに、この不幸に途方に暮れて、彼女は体面の保てる嘆願の方法を探した。
ἄλλῳ μὲν ὦν τὸν ἔρωτα ὁμολογέειν ἐφυλάσσετο, αὐτὴ δὲ ἐπιχειρέειν αἰδέετο.
他の者に愛を打ち明けることは慎んだが、自分から彼に働きかけることは恥ずかしく思った。
ἐπινοέει ὦν τοιάδε, οἴνῳ ἑωυτὴν μεθύσασα ἐς λόγους οἱ ἐλθεῖν.
そこで、彼女は次のようなことを思いついた。 ワインで自らを酔わせ、彼と話すために行くことである。
ἅμα δὲ οἴνῳ ἐσιόντι παρρησίη τε ἐσέρχεται καὶ ἡ ἀποτυχίη οὐ κάρτα αἰσχρή, ἀλλὰ τῶν πρησσομένων ἕκαστα ἐς ἀγνοίην ἀναχωρέει.
ワインが入ると同時に、率直さも入り込み、また失敗してもそれほど恥ずかしくはなく、行われたことのすべてが記憶にないことへと帰せられるからである。
ὡς δέ οἱ ἐδόκεε, καὶ ἐποίεε ταῦτα.
彼女が考えた通りに、彼女はこれを実行した。
καὶ ἐπεὶ ἐκ δείπνου ἐγένοντο, ἀπικομένη ἐς τὰ οἰκεῖα ἐν τοῖσι Κομβάβος αὐλίζετο, λίσσετό τε καὶ γούνων ἅπτετο καὶ τὸν ἔρωτα ὡμολόγεεν.
そして、食事が終わると、彼女はコンバボスが寝泊まりしていた部屋に行き、懇願し、膝にすがり、愛を打ち明けた。
ὁ δὲ τόν τε λόγον ἀπηνέως ἀπεδέκετο καὶ τὸ ἔργον ἀναίνετο καί οἱ τὴν μέθην ἐπεκάλεεν.
しかし彼は、その言葉を冷酷に拒絶し、その行為を拒み、彼女にその泥酔のせいだと言い立てた。
ἀπειλούσης δὲ μέγα τι κακὸν ἑωυτὴν ἐργάσασθαι, δείσας πάντα οἱ λόγον ἔφηνεν καὶ πᾶσαν τὴν ἑωυτοῦ πάθην ἀπηγήσατο καὶ τὸ ἔργον ἐς ἐμφανὲς ἤνεικεν.
しかし彼女が自分自身に何か重大な害を及ぼすと脅したので、恐れた彼は、すべての事情を彼女に明かし、自分の被ったすべての事の顛末を語り、その事実を白日の下にさらした。
ἰδοῦσα δὲ ἡ Στρατονίκη τὰ οὔποτε ἔλπετο, μανίης μὲν ἐκείνης ἔσχετο, ἔρωτος δὲ οὐδαμὰ ἐλήθετο, ἀλλὰ πάντα οἱ συνεοῦσα ταύτην παραμυθίην ἐποιέετο ἔρωτος ἀπρήκτοιο.
ストラトニケは、思いもよらなかったものを見て、あの狂気からは身を引いたが、愛を忘れることは決してなく、常に彼とともにいて、これを、遂げられぬ愛の慰めとした。
ἔστιν ὁ ἔρως οὗτος ἐν τῇ ἱρῇ πόλει καὶ ἔτι νῦν γίγνεται·
この愛は聖なる都市に存在し、今でも生じている。
γυναῖκες Γάλλων ἐπιθυμέουσι καὶ γυναιξὶ Γάλλοι ἐπιμαίνονται, ζηλοτυπέει δὲ οὐδείς, ἀλλὰ σφίσι τὸ χρῆμα κάρτα ἱρὸν νομίζουσιν.
すなわち、女性たちがガッロスを求め、ガッロスたちも女性たちに熱狂するが、誰も嫉妬せず、彼らはこの関係を極めて聖なるものとみなしている。
§23τὰ δʼ ὦν ἐν τῇ ἱρῇ πόλει ἀμφὶ τὴν Στρατονίκην οὐδαμὰ τὸν βασιλέα λέληθεν, ἀλλὰ πολλοὶ ἀπικνεόμενοι κατηγόρεον καὶ τὰ γιγνόμενα ἀπηγέοντο.
さて、ストラトニケに関する聖なる都市での出来事は、決して王に隠されてはいなかった。 むしろ多くの者がやってきて告発し、起こっていることを報告した。
ἐπὶ τοῖσι περιαλγέων ἐξ ἀτελέος τοῦ ἔργου Κομβάβον μετεκάλεεν.
これらに大いに苦しみ、事業が未完成であるにもかかわらず、王はコンバボスを呼び戻した。
ἄλλοι δὲ λέγουσι λόγον οὔτι ἀληθέα, τὴν Στρατονίκην, ἐπειδὴ ἀπέτυχε τῶν ἐδέετο, αὐτὴν γράψασαν ἐς τὸν ἄνδρα τοῦ Κομβάβου κατηγορέειν πείρην οἱ ἐπικαλέουσαν, καὶ τὸ Ἕλληνες Σθενεβοίης πέρι λέγουσι καὶ Φαίδρης τῆς Κνωσσίης, ταυτὶ καὶ Ἀσσύριοι ἐς Στρατονίκην μυθολογέουσιν.
しかし他の人々は、決して真実ではない次のような話を語っている。 すなわち、ストラトニケは自分が求めていたことを得られなかったとき、自分自身で夫に手紙を書き、コンバボスが自分を誘惑しようとしたと非難して告発したのだと。 そして、ギリシア人がステネボイアやクノッソスのパイドラについて語ることを、アッシリア人もストラトニケについて語るのである。
ἐγὼ μέν νυν οὐδὲ Σθενεβοίην πείθομαι οὐδὲ Φαίδρην τοιάδε ἐπιτελέσαι, εἰ τὸν Ἱππόλυτον ἀτρεκέως ἐπόθεε Φαίδρη.
私は、ステネボイアもパイドラもそのようなことを行ったとは信じない、もしパイドラが本当にヒッポリュトスを慕っていたならば。
ἀλλὰ τὰ μὲν ἐχέτω ὅκως καὶ ἐγένετο.
しかし、物事は実際に起こった通りのままであらせておこう。
§24ὡς δὲ ἡ ἀγγελίη ἐς τὴν ἱρὴν πόλιν ἀπίκετο ἔγνω τε ὁ Κομβάβος τὴν αἰτίην, θαρσέων τε ᾖεν, ὅτι οἱ ἡ ἀπολογίη οἴκοι ἐλείπετο, καί μιν ἐλθόντα ὁ βασιλεὺς αὐτίκα μὲν ἔδησέν τε καὶ ἐν φρουρῇ εἶχεν·
その知らせが聖なる都市に届き、コンバボスがその理由を知ったとき、彼は心強く思って出発した。 なぜなら、彼には家に弁明の手段が残されていたからである。 そして彼が到着すると、王はすぐに彼を縛り、監禁した。
μετὰ δέ, παρεόντων οἱ τῶν φίλων οἳ καὶ τότε πεμπομένῳ τῷ Κομβάβῳ παρεγένοντο, παραγαγὼν ἐς μέσον κατηγορέειν ἄρχετο καί οἱ μοιχείην τε καὶ ἀκολασίην προὔφερεν·
その後、コンバボスが送り出された当時も立ち会っていた友人たちを同席させ、彼を中央に引き出して告発し始め、彼に姦通と放縦の罪を突きつけた。
κάρτα δὲ δεινοπαθέων πίστιν τε καὶ φιλίην ἀνεκαλέετο, λέγων τρισσὰ Κομβάβον ἀδικέειν μοιχόν τε ἐόντα καὶ ἐς πίστιν ὑβρίσαντα καὶ ἐς θεὸν ἀσεβέοντα, τῆς ἐν τῷ ἔργῳ τοιάδε ἔπρηξεν.
そして大いに憤慨しながら、信頼と友情を引き合いに出し、コンバボスは姦通を犯したこと、信頼を裏切ったこと、そしてその事業においてこのようなことを行うことで女神に対して不敬を働いたことの、三つの不正を行っていると言った。
πολλοὶ δὲ παρεστεῶτες ἤλεγχον ὅτι ἀναφανδὸν σφέας ἀλλήλοισι συνεόντας εἶδον.
傍らに立っていた多くの者たちも、彼らが公然と一緒にいるのを見たと立証した。
πᾶσιν δὲ τέλος ἐδόκεεν αὐτίκα θνήσκειν Κομβάβον θανάτου ἄξια ἐργασμένον.
そして最後には、死に値する行為をしたコンバボスは、すぐに死ぬべきであると全員が合意した。