Humanitext Reader

ルキアノス · シリアの女神 §18-20

王子の恋の露見とコンバボスの自発的去勢

5 / 12 箇所 · ギリシア語

要旨

医師の機転によって継子の恋心が明らかになり、王は息子に妃と王位を譲って立ち去る。その後、妃ストラトニケは夢告に従い神殿建設へ赴くことになり、美青年の従者コンバボスは将来の嫌疑を避けるため自ら去勢して王に秘密の宝を預ける。

§18καλέσας τοῦ νεηνίσκου τὸν πατέρα κάρτα ὀρρωδέοντα, ἥδε ἡ νοῦσος, ἔφη, ἣν ὁ παῖς ὅδε ἀρρωστέει, οὐ νοῦσός ἐστιν, ἀλλὰ ἀδικίη·
大いに心配している若者の父親を呼び出して、彼は言った。 「この子が患っているこの病は、病気ではなく不義(犯罪)です。
ὅδε γάρ τοι ἀλγέει μὲν οὐδέν, ἔρως δέ μιν καὶ φρενοβλαβείη ἔχει.
というのも、この子は何も痛んではおらず、愛と精神の狂気が彼を捕らえているからです。
ἐπιθυμέει δὲ τῶν οὐδαμὰ τεύξεται, φιλέων γυναῖκα ἐμήν, τὴν ἐγὼ οὔτι μετήσομαι.
そして、決して手に入らないものを望んでいます。 私の妻を愛しており、私は彼女を絶対に手放すつもりはありませんから。
ὁ μὲν ὦν τοιάδε σοφίῃ ἐψεύδετο.
」このようにして彼は知恵を用いて嘘をついた。
ὁ δὲ αὐτίκα ἐλίσσετο, πρός τε σοφίης καὶ ἰητρικῆς, μή μοι παῖδα ὀλέσῃς·
すると父親はすぐに懇願した。 「お前の知恵と医術にかけて、私の子供を破滅させないでくれ。
οὐ γὰρ ἐθέλων ταύτῃ συμφορῇ ἔσχετο, ἀλλὰ οἱ ἡ νοῦσος ἀεκουσίη.
というのも、彼は望んでこの災難に捕らわれたのではなく、彼にとってこの病は不可抗力だからだ。
τῷ σὺ μηδαμὰ ζηλοτυπέων πένθος ἐγεῖραι πάσῃ βασιληίῃ μηδὲ ἰητρὸς ἐὼν φόνον προξενέειν ἰητρικῇ.
それゆえ、あなたは決して嫉妬によって王国全体に悲しみをもたらしたり、医師でありながら医術を通じて殺人を引き起こしたりしないでくれ。
ὁ μὲν ὧδε ἀγνὼς ἐὼν ἐδέετο.
」彼はこのように何も知らずに懇願した。
ὁ δέ μιν αὖτις ἀμείβετο, ἀνόσια σπεύδεις γάμον ἐμὸν ἀπαιρεόμενος ἠδὲ ἰητρὸν ἄνδρα βιώμενος.
しかし医師は再び彼に答えた。 「あなたは私の結婚を奪い、医師である男に暴力を強いることで、不敬なことを促している。
σὺ δὲ κῶς ἂν αὐτὸς ἔπρηξας, εἴ τοι σὴν γυναῖκα ἐπόθεεν, ἐμεῦ τάδε δεόμενος;
しかし、もし彼があなたの妻を慕っていたなら、あなた自身はどうしたでしょうか。 私にこのように求めながら。
ὁ δὲ πρὸς τάδε ἔλεγεν ὡς οὐδʼ αὐτὸς ἄν κοτε γυναικὸς ἐφείσατο οὐδὲ παιδὶ σωτηρίης ἐφθόνεεν, εἰ καί τι μητρυιῆς ἐπεθύμεεν·
」すると彼はこれに対して、たとえ息子が継母をいくらかでも望んだとしても、自分自身も決して妻を惜しまなかっただろうし、子供の命を惜しみはしなかっただろうと言った。
οὐ γὰρ ὁμοίην συμφορὴν ἔμμεναι γαμετὴν ἢ παῖδα ὀλέσαι.
というのも、妻を失うことと子供を失うことは同じ災難ではないからだ。
ὡς δὲ τάδε ὁ ἰητρὸς ἤκουσεν, τί τοι, ἔφη, ἐμὲ λίσσεαι;
医師はこれを聞くと言った。 「なぜ私に懇願するのですか。
καὶ γάρ τοι σὴν γυναῖκα ποθέει·
実は、彼はあなたの妻を慕っているのです。
τὰ δὲ ἐγὼ ἔλεγον πάντα ἔην ψεύδεα.
私が言ったことはすべて嘘でした。
πείθεται μὲν τουτέοισι, καὶ τῷ μὲν παιδὶ λείπει καὶ γυναῖκα καὶ βασιληίην, αὐτὸς δὲ ἐς τὴν Βαβυλωνίην χώρην ἀπίκετο καὶ πόλιν ἐπὶ τῷ Εὐφρήτῃ ἐπώνυμον ἑωυτοῦ ἐποιήσατο, ἔνθα οἱ καὶ ἡ τελευτὴ ἐγένετο.
」王はこれらの言葉に説得され、息子に妻も王国も残し、自身はバビロニア地方へと去り、ユーフラテス川沿いに自分の名を冠した都市を建設し、そこで彼の最期も訪れた。
ὧδε μὲν ὁ ἰητρὸς ἔρωτα ἔγνω τε καὶ ἰήσατο.
このようにして医師は恋を察知し、また治療したのである。
§19ἥδε δὴ ὦν ἡ Στρατονίκη ἔτι τῷ προτέρῳ ἀνδρὶ συνοικέουσα ὄναρ τοιόνδε ἐθεήσατο, ὥς μιν ἡ Ἥρη ἐκέλευεν ἐγεῖραί οἱ τὸν ἐν τῇ ἱρῇ πόλει νηόν, εἰ δὲ ἀπειθέοι, πολλά οἱ καὶ κακὰ ἀπείλεεν.
さて、このストラトニケは、まだ前の夫と同居していた頃、次のような夢を見た。 すなわち、ヘラが彼女に、聖なる都市にある自分(ヘラ)のための神殿を建立するよう命じ、もし従わなければ、多くの災いを彼女に与えると脅したのである。
ἡ δὲ τὰ μὲν πρῶτα οὐδεμίαν ὤρην ἐποιέετο·
彼女は最初はまったく気に留めなかった。
μετὰ δὲδὲδὲ, ὥς μιν μεγάλη νοῦσος ἔλαβεν, τῷ τε ἀνδρὶ τὴν ὄψιν ἀπηγήσατο καὶ τὴν Ἥρην ἱλάσκετο καὶ στήσειν τὸν νηὸν ὑπεδέξατο.
しかしその後、重い病気が彼女を襲ったとき、夫にその夢の光景を語り、ヘラをなだめ、神殿を建てることを約束した。
καὶ αὐτίκα ὑγιέα γενομένην ὁ ἀνὴρ ἐς τὴν ἱρὴν πόλιν ἔπεμπε, σὺν δὲδὲδὲ οἱ καὶ χρήματα καὶ στρατιὴν πολλήν, τοὺς μὲν οἰκοδομέειν, τοὺς δὲ καὶ τοῦ ἀσφαλέος εἵνεκα.
そして彼女がすぐに健康になると、夫は彼女を聖なる都市へと送り出し、彼女とともに多くの資金と軍勢も送った。 ある者たちは建設するためであり、またある者たちは安全のためであった。
καλέσας δὲδὲδὲ τινα τῶν ἑωυτοῦ φίλων, νεηνίην κάρτα καλόν, τῷ οὔνομα ἦν Κομβάβος, ἐγώ τοι, ἔφη, ὦ Κομβάβε, ἐσθλὸν ἐόντα φιλέω τε μάλιστα φίλων ἐμῶν καὶ πάμπαν ἐπαινέω σοφίης τε καὶ εὐνοίης τῆς ἐς ἡμέας, ἣν δὴ ἐπεδέξαο.
そして、自分の友人たちの一人で、コンバボスという名の、非常に美しい若者を呼び出して言った。 「コンバボスよ、私はお前が優れた者であるので、私の友人たちの中で最も愛しており、お前が我々に対して示してくれた知恵と好意を全面的に称賛している。
νῦν δὲδὲδὲ μοι χρειὼ μεγάλης πίστιος, τῷ σε θέλω γυναικὶ ἐμῇ ἑσπόμενον ἔργον τέ μοι ἐπιτελέσαι καὶ ἱρὰ τελέσαι καὶ στρατιῆς ἐπικρατέειν·
しかし今、私には大きな信頼が必要であり、それゆえ、お前が私の妻に同行して、私のために事業を完成させ、聖なる儀式を執り行い、軍勢を統率することを望む。
σοὶ δὲ ἀπικομένῳ ἐξ ἡμέων τιμὴ μεγάλη ἔσσεται.
戻ってきたときには、我々からお前に大いなる名誉が与えられるだろう。
Πρὸς τάδε ὁ Κομβάβος αὐτίκα λίσσετο πολλὰ λιπαρέων μή μιν ἐκπέμπειν μηδὲ πιστεύειν οἱ τὰ πολλὸν ἑωυτοῦ μέζονα χρήματα καὶ γυναῖκα καὶ ἔργον ἱρόν.
」これに対してコンバボスは、自分を送り出さないよう、また自分自身の力量をはるかに超える資金、妻、そして聖なる事業を自分に委ねないよう、すぐにしきりに懇願した。
τὰ δὲ ὀρρώδεεν μή κοτέ οἱ ζηλοτυπίη χρόνῳ ὑστέρῳ ἐς τὴν Στρατονίκην γένοιτο, τὴν μοῦνος ἀπάξειν ἔμελλεν.
彼は、自分が一人で連れて行くことになるストラトニケに対して、後になって自分への嫉妬が生じるのではないかと恐れたのである。
§20ὡς δὲ οὐδαμὰ ἐπείθετο, ὁ δὲ ἱκεσίης δευτέρης ἅπτεται δοῦναί οἱ χρόνον ἑπτὰ ἡμερέων, μετὰ δὲ ἀποστεῖλαί μιν τελέσαντά τι τῶν μάλιστα ἐδέετο.
しかし彼が決して聞き入れなかったので、彼は第二の嘆願にすがり、自分に7日間の猶予を与え、自分が最も必要としているあることを済ませてから、自分を送り出してほしいと求めた。
τυχὼν δὲ ῥηιδίως, ἐς τὸν ἑωυτοῦ οἶκον ἀπικνέεται καὶ πεσὼν χαμᾶζε τοιάδε ὠδύρετο·
容易にこれを許されると、彼は自分の家に帰り、地面に倒れ伏して次のように嘆き悲しんだ。
ὢ δείλαιος, τί μοι ταύτης τῆς πίστιος;
「ああ、哀れな私よ、なぜ私にこのような信頼が寄せられるのか。
τί δέ μοι ὁδοῦ, τῆς τέλος ἤδη δέρκομαι;
また、すでに結末が見えているこの旅路が私に何になろう。
νέος μὲν ἐγὼ καὶ γυναικὶ καλῇ ἕψομαι.
私は若く、美しい女性に同行する。
τὸ δέ μοι μεγάλη συμφορὴ ἔσσεται, εἰ μὴ ἔγωγε πᾶσαν αἰτίην κακοῦ ἀποθήσομαι·
もし私がすべての邪悪な疑いを取り除かなければ、それは私にとって大いなる災難となるだろう。
τῷ με χρῆν μέγα ἔργον ἀποτελέσαι, τό μοι πάντα φόβον ἰήσεται.
それゆえ、私は自分のすべての恐れを治癒してくれるような重大な行為を成し遂げねばならない。
Τάδε εἰπὼν ἀτελέα ἑωυτὸν ἐποίεεν, καὶ ταμὼν τὰ αἰδοῖα ἐς ἀγγήιον μικρὸν κατέθετο σμύρνῃ τε ἅμα καὶ μέλιτι καὶ ἄλλοισι θυώμασι·
」こう言って、彼は自らを不完全にし、切り取った陰部を小さな器に入れ、没薬、蜂蜜、その他の香料とともに納めた。
καὶ ἔπειτα σφρηγῖδι τὴν ἐφόρεε σημηνάμενος τὸ τρῶμα ἰῆτο.
そして、自分が身につけていた印章で封印を施し、傷を治療した。
μετὰ δέ, ὥς μιν ὁδοιπορέειν ἐδόκεεν, ἀπικόμενος ἐς τὸν βασιλέα πολλῶν παρεόντων διδοῖ τε ἅμα τὸ ἀγγήιον καὶ λέγει ὧδε·
その後、出発すべき時が来ると、彼は王のもとに行き、多くの人々が立ち会う中で、その器を手渡しながら次のように言った。
ὦ δέσποτα, τόδε μοι μέγα κειμήλιον ἐν τοῖσι οἰκείοισι ἀπεκέατο, τὸ ἐγὼ κάρτα ἐπόθεον·
「わが主よ、これは私の家財の中で大切に保管されていた、私が非常に愛着を抱いている重大な宝物です。
νῦν δὲ ἐπεὶ μεγάλην ὁδὸν ἔρχομαι, παρὰ σοὶ τόδε θήσομαι.
しかし今、私は長い旅に出ますので、これをあなたに預けます。
σὺ δέ μοι ἀσφαλέως ἔχειν·
どうかこれを安全に保管してください。
τόδε γάρ μοι χρυσοῦ βέλτερον, τόδε μοι ψυχῆς ἐμῆς ἀντάξιον.
これは私にとって金よりも価値があり、私の命に等しいものですから。
εὖτʼ ἂν δὲ ἀπίκωμαι, σόον αὖτις ἀποίσομαι.
そして私が戻ってきたときには、再び無事にこれを引き取ります。
ὁ δὲ δεξάμενος ἑτέρῃ σφρηγῖδι ἐσημαίνετο καὶ τοῖσι ταμίῃσι φρουρέειν ἐνετείλατο.
」王はこれを受け取ると、別の印章で封印をし、管理人たちにこれを守るよう命じた。

語釈・文法注

  1. §18βιώμενος — 動詞 βιάομαι(暴力を振るう、強いる)のイオン方言形 βιώομαι の現在分詞形。形態が類似している βιόω(生きる)の分詞と混同しやすいが、ここでは「(医師である者に)不当な暴力を強いる、無理難題を押し付ける」の意味で用いられている。
  2. §18κῶς ἂν αὐτὸς ἔπρηξας — κῶς はイオン方言における πῶς(どのように)。接続小辞 ἄν と直説法過去(ἔπρηξας)の組み合わせにより、過去の事実に反する反実仮想条件の主節を形成している(「あなた自身ならどうしただろうか」)。これに対する条件節は後続の εἴ τοι σὴν γυναῖκα ἐπόθεεν(もし彼があなたの妻を慕っていたならば)である。
  3. §20τί μοι ταύτης τῆς πίστιος; — τί +人称代名詞与格(μοι)+属格(ταύτης τῆς πίστιος)の構文で、「私にこの信頼が何の関わりがあろうか」「私にとってこの信頼が何になろうか」という、反語的で嘆きを表す慣用表現。後続の τί δέ μοι ὁδοῦ... も同様の構文である。

この箇所を引用する

ルキアノス, シリアの女神 §18-20. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:18-20

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。