§13Πολύστρατος
τὸ δὴ ἄνθρωπον οὖσαν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι τί ἄλλο ἢ ἄντικρύς ἐστιν εὐτελίζειν τὰς θεάς;
Πολύστρατος 一人の人間である彼女をアプロディテやヘラに例えることは、明白に女神たちをおとしめること以外の何であろうか。
ἐν γὰρ τοῖς τοιούτοις οὐχ οὕτω τὸ μικρὸν μεῖζον γίγνεται τῇ παραθέσει, ὡς τὸ μεῖζον ἀπομικρύνεται πρὸς τὸ ταπεινότερον κατασπώμενον·
なぜなら、このようなことにおいては、並置によって小さいものが大きくなるというよりはむしろ、大きいものがより低いものへと引きずり下ろされることによって、小さくなってしまうからである。
οἷον εἴ τινες ἅμα βαδίζοιεν, ὁ μὲν μέγιστος, ὁ δὲ πάνυ τῇ ἡλικίᾳ χαμαίζηλος, εἶτα δεήσειεν ἀπισῶσαι αὐτοὺς ὡς μὴ ὑπερέχειν θατέρου τὸν ἕτερον, οὐ τοῦ βραχυτέρου ὑπερανατεινομένου τοῦτο γένοιτʼ ἄν, κἂν ὅτι μάλιστα ἀκροποδητὶ ἐπεγείρῃ ἑαυτόν·
たとえば、何人かが一緒に歩くとして、一方はきわめて背が高く、他方は背丈がひどく低いとする。 そして、一方が他方よりも抜け出ないように、彼らの高さを等しくする必要が生じたとする。 これは、背の低い方がたとえこれ以上ないほどつま先立ちで自分を高くしようとも、伸び上がることによって生じるのではない。
ἀλλʼ εἰ μέλλουσιν ὁμήλικες φανεῖσθαι, ὁ μείζων ἐκεῖνος ἐπικύψει καὶ ταπεινότερον ἀποφανεῖ ἑαυτόν.
そうではなく、もし彼らが同じ高さに見えようとするなら、あの背の高い方が身を屈めて、自分をより低く見せることになるだろう。
ὡσαύτως δὲ καὶ ἐν ταῖς τοιαύταις εἰκόσιν οὐχ οὕτως ἄνθρωπος μείζων γίγνεται, ἤν τις αὐτὸν θεῷ ἀπεικάζῃ, ὡς τὸ θεῖον ἀνάγκη ἐλαττοῦσθαι πρὸς τὸ ἐνδέον ἐπικλώμενον.
これと同様に、そのような肖像においても、人間が神に例えられることによって大きくなるというよりはむしろ、神的なものが不足しているものへと向かって曲げられることによって縮小せざるを得ないのである。
καὶ γὰρ εἰ μὲν ὑπὸ ἀπορίας τῶν ἐπιγείων ἐπὶ τὰ οὐράνια ἐκτείνοι τις τὸν λόγον, ἧττον ἂν ὁ τοιοῦτος αἰτίαν ἔχοι ὑπὸ ἀσεβείας αὐτὸ δρᾶν·
というのも、もし地上の適切な例の不足のために天上のものへとたとえを広げたとするなら、そのような者は不敬によってそれを行っているという咎めをより少なく受けるであろう。
σὺ δὲ τοσαῦτα ἔχων κάλλη γυναικῶν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι αὐτὴν ἐτόλμησας οὐδὲν δέον.
しかしあなたは、これほど多くの女性の美を持ちながら、全く不必要なのに、彼女をアプロディテやヘラに例えるなどという不遜なことをしたのだ。
§14Πολύστρατος
ὥστε τὸ ἄγαν τοῦτο καὶ ἐπίφθονον ἀφαίρει, ὦ Λυκῖνε.
Πολύστρατος それゆえ、リュキノスよ、この過剰で反感を買うような部分を取り除きなさい。
οὐ γὰρ πρὸς τοῦ σοῦ τρόπου τὸ τοιοῦτον, ὃς οὐδὲ ἄλλως ῥᾴδιος πρὸς τοὺς ἐπαίνους καὶ πρόχειρος ὢν ἐτύγχανες·
そのようなことは君の性格に合わない。 君はもともと称賛に対して安易でも、手軽でもない人であったのだから。
ἀλλὰ νῦν οὐκ οἶδʼ ὅπως ἀθρόαν πεποίησαι τὴν μεταβολὴν ἐπιδαψιλευόμενος καὶ ἐκ τοῦ τέως φειδομένου ἄσωτος ἐν τοῖς ἐπαίνοις ἀναπέφηνας.
しかし今や、どうしたわけか、君は急激な変化を遂げて惜しみなく浪費し、これまで出し渋っていたのに、称賛において放蕩な人間として現れたのだ。
ἀλλὰ μηδὲ ἐκεῖνο αἰσχυνθῇς, εἰ μεταρρυθμιεῖς τὸν λόγον ἤδη διαδεδομένον·
しかし、すでに世に出回っている文章を今さら改訂することを恥じる必要もない。
ἐπεὶ καὶ Φειδίαν φασὶν οὕτω ποιῆσαι, ὁπότε ἐξειργάσατο τοῖς Ἠλείοις τὸν Δία.
ペイディアスも、エリスの人々のためにゼウス像を完成させたときにそのようにしたと言われているのだから。
στάντα γὰρ αὐτὸν κατόπιν τῶν θυρῶν, ὁπότε τὸ πρῶτον ἀναπετάσας ἐπεδείκνυεν τὸ ἔργον, ἐπακούειν τῶν αἰτιωμένων τι ἢ ἐπαινούντων·
すなわち、彼が扉の背後に立ち、最初に扉を開けて作品を公開したときに、非難したり称賛したりする人々の声を立ち聞きしていたのだという。
ᾐτιᾶτο δὲ ὁ μὲν τὴν ῥῖνα ὡς παχεῖαν, ὁ δὲ ὡς ἐπιμηκέστερον τὸ πρόσωπον, ὁ δὲ ἄλλος ἄλλο τι.
そして、ある者は鼻が太すぎると非難し、別の者は顔が長すぎると言い、また別の者は他の点を非難した。
εἶτʼ ἐπειδὴ ἀπηλλάγησαν οἱ θεαταί, αὖθις τὸν Φειδίαν ἐγκλεισάμενον ἑαυτὸν ἐπανορθοῦν καὶ ῥυθμίζειν τὸ ἄγαλμα πρὸς τὸ τοῖς πλείστοις δοκοῦν·
その後、見物人たちが立ち去ると、再びペイディアスは閉じこもり、大多数の人々が思うところに従って、神像を修正し、整えたという。
οὐ γὰρ ἡγεῖτο μικρὰν εἶναι συμβουλὴν δήμου τοσούτου, ἀλλʼ ἀεὶ ἀναγκαῖον ὑπάρχειν τοὺς πολλοὺς περιττότερον ὁρᾶν τοῦ ἑνός, κἂν Φειδίας ᾖ.
というのも、これほど多くの民衆の助言は軽視すべきではないと考えていたからであり、むしろ、たとえそれがペイディアスであっても、多くの人々の方が一人よりも、より多くのことを見出すのは常に必然であると考えていたからである。
Ταῦτά σοι παρʼ ἐκείνης κομίζω καὶ αὐτὸς παραινῶ ἑταῖρός τε καὶ εὔνους ὤν.
これらのことを私は彼女からあなたへと届け、私自身も友人として、また好意を寄せる者としてあなたに勧めます。
§15Λυκῖνος
Πολύστρατε, οἷος ὢν ῥήτωρ ἐλελήθεις με.
Λυκῖνος ポリュストラトスよ、君がこれほど優れた弁論家であったとは、私は気づかなかった。
ῥῆσιν γοῦν οὕτω μακρὰν καὶ κατηγορίαν τοσαύτην ἐξενήνοχας κατὰ τοῦ συγγράμματος, ὥστε μηδὲ ἐλπίδα μοι ἀπολογίας ἔτι καταλείπεσθαι.
実際、君はこの著作に対して、これほど長い演説とこれほど大きな告発を持ち出してきたのだから、私にはもはや弁明の望みさえ残されていないほどだ。
πλὴν ἀλλὰ ἐκεῖνό γε οὐ δικαστικὸν ἐποιήσατε, καὶ μάλιστα σύ, ἐρήμην καταδιαιτήσας τοῦ βιβλίου μὴ παρόντος αὐτῷ τοῦ συνηγόρου.
だがしかし、あのやり方は裁判的ではないよ。 特に君は、この本にその擁護者が立ち会っていないのに、欠席裁判で判決を下したのだから。
ῥᾷστον δέ, οἶμαι, τοῦτό ἐστιν κατὰ τὴν παροιμίαν, μόνον θέοντα κρατεῖν.
諺にもあるように、一人で走って勝つのは、思うに、最も容易なことだ。
ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ ἡμεῖς ἑάλωμεν οὔτε ὕδατος ἡμῖν ἐκχυθέντος οὔτε ἀπολογίας ἀποδοθείσης.
だから、水が注がれることもなく、弁明の機会が与えられることもなかった私たちが、有罪判決を受けたとしても、何ら不思議ではない。
μᾶλλον δὲ τοῦτο πάντων ἀτοπώτατον, οἱ αὐτοὶ κατήγοροι καὶ δικασταὶ ἦτε.
いやむしろ、最も不条理なのは、君たち自身が告発者であり、同時に裁判官であったことだ。
πότερα δʼ οὖν ἐθέλεις;
それでは、君はどちらを望むかね。
ἀγαπήσας τοῖς ἐγνωσμένοις ἡσυχίαν ἄγω, ἢ κατὰ τὸν Ἱμεραῖον ποιητὴν παλινῳδίαν τινὰ συγγράφω, ἢ δώσετέ μοι ἐφέσιμον ἀγωνίσασθαι τὴν δίκην;
私がこの判決に満足して沈黙を守るか、それともヒメラの詩人に倣って、何か撤回詩を書くか、あるいは君たちが私に控訴してこの裁判を争う機会をくれるか。
Πολύστρατος
νὴ Δίʼ, ἤνπερ ἔχῃς τι δίκαιον εἰπεῖν·
Πολύστρατος ゼウスにかけて、もちろんだとも、もし君に何か正当な言い分があるのならね。
οὐ γὰρ ἐν ἀντιδίκοις, ὡς σὺ φής, ἀλλʼ ἐν φίλοις ποιήσῃ τὴν ἀπολογίαν.
というのも、君が言うような敵対者たちの間でではなく、友人たちの間で君は弁明をすることになるのだから。
ἐγὼ δὲ καὶ συνεξετάζεσθαί σοι ἕτοιμος ἐπὶ τῆς δίκης.
そして私も、その裁判において君とともに審理する準備はできているよ。