§38καὶ πρὸς μὲν τὰ ἐν τῇ Ἰταλίᾳ ταῦτα προεμηχανᾶτο· οἴκοι δὲ καὶ τὰ τοιαῦτα.
そして、彼はイタリアでのこうした出来事に対してあらかじめ準備を整えていたが、故郷でも同様のことを行った。
τελετήν τε γάρ τινα συνίσταται καὶ δᾳδουχίας καὶ ἱεροφαντίας, τριῶν ἑξῆς ἀεὶ τελουμένων ἡμερῶν.
というのも、彼は、常に三日間連続して執り行われる、ある秘儀と松明の儀式、そして伝授式を組織したからである。
καὶ ἐν μὲν τῇ πρώτῃ πρόρρησις ἦν ὥσπερ Ἀθήνησι τοιαύτη·
そして、最初の日には、アテナイでのように、次のような布告がなされた。
εἴ τις ἄθεος ἢ Χριστιανὸς ἢ Ἐπικούρειος ἥκει κατάσκοπος τῶν ὀργίων, φευγέτω·
「もしアテオスの者、キリスト教徒、あるいはエピクロス主義者が、この秘儀の密偵として来ているなら、立ち去るがよい。
οἱ δὲ πιστεύοντες τῷ θεῷ τελείσθωσαν τύχῃ τῇ ἀγαθῇ.
しかし、神を信じる者たちは、幸運とともに秘儀を授かるがよい。
εἶτʼ εὐθὺς ἐν ἀρχῇ ἐξέλασις ἐγίγνετο·
」それから、始まりの直後に追放が行われた。
καὶ ὁ μὲν ἡγεῖτο λέγων
ἔξω Χριστιανούς,
τὸ δὲ πλῆθος ἅπαν ἐπεφθέγγετο
ἔξω Ἐπικουρείους.
彼が先導して「キリスト教徒は外へ! 」と言い、群衆全体が「エピクロス主義者は外へ! 」と唱和した。
εἶτα Λητοῦς ἐγίγνετο λοχεία καὶ Ἀπόλλωνος γοναὶ καὶ Κορωνίδος γάμος καὶ Ἀσκληπιὸς ἐτίκτετο.
その後、レトの分娩とアポロンの誕生、コロニスの婚礼が行われ、アスクレピオスが誕生した。
ἐν δὲ τῇ δευτέρᾳ Γλύκωνος ἐπιφάνεια καὶ γέννησις τοῦ θεοῦ.
二日目には、グリュコンの顕現と神の誕生が行われた。
§39τρίτῃ δὲ ἡμέρᾳ Ποδαλειρίου ἦν καὶ τῆς μητρὸς Ἀλεξάνδρου γάμος·
三日目には、ポダレイリオスとアレクサンドロスの母の婚礼が行われた。
Δᾳδὶς δὲ ἐκαλεῖτο καὶ δᾷδες δὲ ἐκαίοντο.
これは「ダディス」と呼ばれ、松明が灯された。
καὶ τελευταῖον Σελήνης καὶ Ἀλεξάνδρου ἔρως καὶ τικτομένη τοῦ Ῥουτιλιανοῦ ἡ γυνή.
そして最後に、セレネとアレクサンドロスの恋、そしてルティリアヌスの妻の誕生が演じられた。
ἐδᾳδούχει δὲ καὶ ἱεροφάντει ὁ Ἐνδυμίων Ἀλέξανδρος.
エンデュミオンを演じるアレクサンドロスが、松明持ちと伝授者を務めた。
καὶ ὁ μὲν καθεύδων δῆθεν κατέκειτο ἐν τῷ μέσῳ, κατῄει δὲ ἐπʼ αὐτὸν ἀπὸ τῆς ὀροφῆς ὡς ἐξ οὐρανοῦ ἀντὶ τῆς Σελήνης Ῥουτιλία τις ὡραιοτάτη, τῶν Καίσαρος οἰκονόμων τινὸς γυνή, ὡς ἀληθῶς ἐρῶσα τοῦ Ἀλεξάνδρου καὶ ἀντερωμένη ὑπʼ αὐτοῦ, καὶ ἐν ὀφθαλμοῖς τοῦ ὀλεθρίου ἐκείνου ἀνδρὸς φιλήματά τε ἐγίγνετο ἐν τῷ μέσῳ καὶ περιπλοκαί.
彼は中央で、いかにも眠っているかのように横たわっており、天井からは、まるで天から降りてくるかのように、セレネの代わりにカイサルの執事の一人の妻である、この上なく美しいルティリアという女が降りてきた。 彼女は本当にアレクサンドロスを愛しており、彼からも愛されていた。 そして、あの哀れな夫の目の前で、中央で抱擁と口づけが交わされた。
εἰ δὲ μὴ πολλαὶ ἦσαν αἱ δᾷδες, τάχα ἄν τι καὶ τῶν ὑπὸ κόλπου ἐπράττετο.
もし松明が数多くなかったのであれば、おそらく懐の中の行為までもが行われていたであろう。
μετὰ μικρὸν δὲ εἰσῄει πάλιν ἱεροφαντικῶς ἐσκευασμένος ἐν πολλῇ τῇ σιωπῇ, καὶ αὐτὸς μὲν ἔλεγε μεγάλῃ τῇ φωνῇ,
ἰὴ Γλύκων
ἐπεφθέγγοντο δὲ αὐτῷ ἐπακολουθοῦντες Εὐμολπίδαι δῆθεν καὶ Κήρυκές τινες Παφλαγόνες, καρβατίνας ὑποδεδεμένοι, πολλὴν τὴν σκοροδάλμην ἐρυγγάνοντες,
ἰὴ Ἀλέξανδρε.
しばらくすると、彼は再び伝授者の衣装をまとって深い沈黙のうちに入場し、彼自身が大声で、「イエ、グリュコン! 」と叫び、その後に続く、いかにもエウモルピダイや伝授使たちのふりをしたパフラゴニア人たちが、粗末な革靴を履き、ニンニクの匂いをぷんぷんと吐き出しながら、声を合わせて叫んだ。 「イエ、アレクサンドロス!
§40πολλάκις δὲ ἐν τῇ δᾳδουχίᾳ καὶ τοῖς μυστικοῖς σκιρτήμασιν γυμνωθεὶς ὁ μηρὸς αὐτοῦ ἐξεπίτηδες χρυσοῦς διεφάνη, δέρματος ὡς εἰκὸς ἐπιχρύσου περιτεθέντος καὶ πρὸς τὴν αὐγὴν τῶν λαμπάδων ἀποστίλβοντος.
」また、松明の儀式や神秘的な跳躍の最中、彼の太腿が故意に露出され、それが金色に見えることがしばしばあった。 それは、おそらく金箔を貼った革が巻き付けられており、松明の光を浴びて輝いていたからであろう。
ὥστε καὶ γενομένης ποτὲ ζητήσεως δύο τισὶ τῶν μωροσόφων ὑπὲρ αὐτοῦ, εἴτε Πυθαγόρου τὴν ψυχὴν ἔχοι διὰ τὸν χρυσοῦν μηρὸν εἴτε ἄλλην ὁμοίαν αὐτῇ, καὶ τὴν ζήτησιν ταύτην αὐτῷ Ἀλεξάνδρῳ ἐπανενεγκόντων, ὁ βασιλεὺς Γλύκων χρησμῷ ἔλυσεν τὴν ἀπορίαν·
そのため、かつて二人の疑似賢者の間で、彼の太腿が金色であることから、彼がピュタゴラスの魂を持っているのか、あるいはそれに類する他の魂を持っているのかという議論が起こり、彼らがこの疑問をアレクサンドロス自身に持ちかけたとき、グリュコン王は神託によってこの当惑を解決した。
"
Πυθαγόρου ψυχὴ ποτὲ μὲν φθίνει, ἄλλοτε δʼ αὔξει·
「ピュタゴラスの魂はあるときは衰え、あるときは増大する。
ἡ δὲ προφητείη δίης φρενός ἐστιν ἀπορρώξ.
しかし予言の力は神聖なる精神の分け前である。
καί μιν ἔπεμψε πατὴρ ἀγαθῶν ἀνδρῶν ἐπαρωγόν·
そして、善き人々の助け手として、父がそれを送った。
καὶ πάλιν ἐς Διὸς εἶσι Διὸς βληθεῖσα κεραυνῷ.
そして再び、ゼウスの雷電に打たれてゼウスのもとへと帰るであろう。
" §41προλέγων δὲ πᾶσιν ἀπέχεσθαι παιδίου συνουσίας, ὡς ἀσεβὲς ὄν, αὐτὸς τοιόνδε τι ὁ γεννάδας ἐτεχνήσατο.
」また、少年との交わりは不敬虔であるとして、すべての人にそれを避けるよう公言しながらも、この高貴な男自身は次のようなことを企てた。
ταῖς γὰρ πόλεσι ταῖς Ποντικαῖς καὶ ταῖς Παφλαγονικαῖς ἐπήγγελλε θεηκόλους πέμπειν εἰς τριετίαν, ὑμνήσοντας παρʼ αὐτῷ τὸν θεόν, καὶ ἔδει δοκιμασθέντας καὶ προκριθέντας τοὺς εὐγενεστάτους καὶ ὡραιοτάτους καὶ κάλλει διαφέροντας πεμφθῆναι·
すなわち、彼はポントスとパフラゴニアの諸都市に対し、自分のそばで神を賛美するために、三年交代で聖歌隊を送るよう命じた。 そして、審査され選抜された、最も高貴で、若々しく、際立って美しい若者たちが送られなければならなかった。
οὓς ἐγκλεισάμενος ὥσπερ ἀργυρωνήτοις ἐχρῆτο, συγκαθεύδων καὶ πάντα τρόπον ἐμπαροινῶν.
彼は彼らを閉じ込めて、まるで買い取った奴隷のように扱い、ともに寝て、あらゆる乱暴な振る舞いをした。
καὶ νόμον δὲ ἐπεποίητο, ὑπὲρ τὰ ὀκτωκαίδεκα ἔτη μηδένα τῷ αὐτοῦ στόματι δεξιοῦσθαι μηδὲ φιλήματι ἀσπάζεσθαι, ἀλλὰ τοῖς ἄλλοις προτείνων τὴν χεῖρα κύσαι μόνους τοὺς ὡραίους κατεφίλει, καὶ ἐκαλοῦντο οἱ ἐντὸς τοῦ φιλήματος.
また、十八歳以上の者とは誰も口づけを交わして挨拶をしないという規則を定め、他の人々には手を出して口づけさせ、美しい若者たちだけに自ら口づけを施した。 彼らは「口づけの圏内にある者たち」と呼ばれた。
§42τοιαῦτα ἐντρυφῶν τοῖς ἀνοήτοις διετέλει, γυναῖκάς τε ἀνέδην διαφθείρων καὶ παισὶ συνών.
このようにして、彼は愚か者たちを翻弄し続け、女たちを気ままに堕落させ、少年たちと交わった。
καὶ ἦν μέγα καὶ εὐκτὸν ἑκάστῳ, εἴ τινος γυναικὶ προσβλέψειεν·
そして、もし彼が誰かの妻に視線を注ぐだけでも、その夫にとっては大変な名誉であり、切望されることであった。
εἰ δὲ καὶ φιλήματος ἀξιώσειεν, ἀθρόαν τὴν ἀγαθὴν τύχην ᾤετο ἕκαστος εἰς τὴν οἰκίαν αὐτῷ εἰσρυήσεσθαι.
もし他ならぬ彼が口づけを授けるようなことがあれば、夫は皆、幸運が一度に自分の家に流れ込んでくるものと思い込んだ。
πολλαὶ δὲ καὶ ηὔχουν τετοκέναι παρʼ αὐτοῦ, καὶ οἱ ἄνδρες ἐπεμαρτύρουν ὅτι ἀληθῆ λέγουσιν.
多くの女たちが彼の子を産んだと誇り、夫たちもそれが真実であると証言した。