§1σὺ μὲν ἴσως, ὦ φίλτατε Κέλσε, μικρόν τι καὶ φαῦλον οἴει τὸ πρόσταγμα, προστάττειν τὸν Ἀλεξάνδρου σοι τοῦ Ἀβωνοτειχίτου γόητος βίον καὶ ἐπινοίας αὐτοῦ καὶ τολμήματα καὶ μαγγανείας εἰς βιβλίον ἐγγράψαντα πέμψαι·
親愛なるケルススよ、君はおそらく、アボノテイコスの詐欺師アレクサンドロスの生涯、その企て、大胆な不埒、そしてペテンを本に書き留めて送るよう君に命じるというこの命令を、何か小さくて取るに足らないものと考えているのだろう。
τὸ δέ, εἴ τις ἐθέλοι πρὸς τὸ ἀκριβὲς ἕκαστον ἐπεξιέναι, οὐ μεῖόν ἐστιν ἢ τὰς Ἀλεξάνδρου τοῦ Φιλίππου πράξεις ἀναγράψαι·
しかし実際は、もし細部に至るまで正確に究めようとするなら、それはフィリッポスの子アレクサンドロスの偉業を書き記すことに劣らないことなのだ。
τοσοῦτος εἰς κακίαν οὗτος, ὅσος εἰς ἀρετὴν ἐκεῖνος.
彼が邪悪さにおいてそれほど巨大であったのは、あちらが徳においてそうであったのと同様である。
ὅμως δὲ εἰ μετὰ συγγνώμης ἀναγνώσεσθαι μέλλοις καὶ τὰ ἐνδέοντα τοῖς ἱστορουμένοις προσλογιεῖσθαι„ ὑποστήσομαί σοι τὸν ἆθλον, καὶ τὴν Αὐγέου βουστασίαν, εἰ καὶ μὴ πᾶσαν, ἀλλʼ εἰς δύναμίν γε τὴν ἐμαυτοῦ ἀνακαθάρασθαι πειράσομαι, ὀλίγους ὅσους τῶν κοφίνων ἐκφορήσας, ὡς ἀπʼ ἐκείνων τεκμαίροιο πόση πᾶσα καὶ ὡς ἀμύθητος ἦν ἡ κόπρος ἣν τρισχίλιοι βόες ἐν πολλοῖς ἔτεσιν ποιῆσαι ἐδύναντο.
だがともかく、もし君が寛容さをもって読み、記録される事柄に欠けているところを補って考えてくれるつもりなら、私は君のためにこの難行を引き受けよう。 そしてアウゲイアスの牛舎を、すべてとはいかないまでも、私の力の及ぶ限り、きれいに掃除することを試みよう。 いくつかのかごの堆肥を運び出すことによって。 それらから、3千頭の牛が長年にわたって作り出すことのできた糞尿が、全体としてどれほど大きく、またどれほど計り知れないものであったかを、君が推し量ることができるように。
§2αἰδοῦμαι μὲν οὖν ὑπὲρ ἀμφοῖν, ὑπέρ τε σοῦ καὶ ἐμαυτοῦ·
それゆえ、私は両者、すなわち君と私の双方のために恥ずかしく思う。
σοῦ μέν, ἀξιοῦντος μνήμῃ καὶ γραφῇ παραδοθῆναι ἄνδρα τρισκατάρατον, ἐμαυτοῦ δέ, σπουδὴν ποιουμένου ἐπὶ τοιαύτῃ ἱστορίᾳ καὶ πράξεσιν ἀνθρώπου, ὃν οὐκ ἀναγιγνώσκεσθαι πρὸς τῶν πεπαιδευμένων ἦν ἄξιον, ἀλλʼ ἐν πανδήμῳ τινὶ μεγίστῳ θεάτρῳ ὁρᾶσθαι ὑπὸ πιθήκων ἢ ἀλωπέκων σπαραττόμενον.
君については、極悪非道な男を記憶と記述の記録に委ねることを求めているからであり、私については、教養ある人々によって読まれるに値せず、むしろ最大の公衆劇場で猿や狐によって引き裂かれるのを見せられるにふさわしい男の、そのような歴史と行いに熱中しているからである。
ἀλλʼ ἤν τις ἡμῖν ταύτην ἐπιφέρῃ τὴν αἰτίαν, ἕξομεν καὶ αὐτοὶ εἰς παράδειγμά τι τοιοῦτον ἀνενεγκεῖν.
しかし、もし誰かが私たちにこの非難を浴びせるなら、私たち自身もそのような例に言及することができるだろう。
καὶ Ἀρριανὸς γὰρ ὁ τοῦ Ἐπικτήτου μαθητής, ἀνὴρ Ῥωμαίων ἐν τοῖς πρώτοις καὶ παιδείᾳ παρʼ ὅλον τὸν βίον συγγενόμενος, ὅμοιόν τι παθὼν ἀπολογήσαιτʼ ἂν καὶ ὑπὲρ ἡμῶν·
エピクテトスの弟子であり、ローマ人の第一流の男であり、生涯を通じて教養とともにあったアリアノスも、同様の経験をして、私たちのために弁明してくれるだろう。
Τιλλορόβου γοῦν τοῦ λῃστοῦ κἀκεῖνος βίον ἀναγράψαι ἠξίωσεν.
彼は山賊ティロロボスの生涯を書き記すに値すると判断したのだから。
ἡμεῖς δὲ πολὺ ὠμοτέρου λῃστοῦ μνήμην ποιησόμεθα, ὅσῳ μὴ ἐν ὕλαις καὶ ἐν ὄρεσιν, ἀλλʼ ἐν πόλεσιν οὗτος ἐλῄστευεν, οὐ Μυσίαν μόνην οὐδὲ τὴν Ἴδην κατατρέχων οὐδὲ ὀλίγα τῆς Ἀσίας μέρη τὰ ἐρημότερα λεηλατῶν, ἀλλὰ πᾶσαν ὡς εἰπεῖν τὴν Ῥωμαίων ἀρχὴν ἐμπλήσας τῆς λῃστείας τῆς αὑτοῦ.
私たちは、はるかに残酷な山賊の記録を作ることになる。 この男が、森や山の中ではなく都市の中で略奪を働き、ミュシアだけでなくイダ山を走り回るわけでもなく、アジアの少数のより寂れた場所を略奪するだけでもなく、言うなればローマ帝国の全土を自らの略奪で満たしたという点で、より残酷なのである。
§3πρότερον δέ σοι αὐτὸν ὑπογράψω τῷ λόγῳ πρὸς τὸ ὁμοιότατον εἰκάσας, ὡς ἂν δύνωμαι, καίτοι μὴ πάνυ γραφικός τις ὤν.
だが、最初に言葉によって彼の肖像を、できる限り最も似ているように描いておこう。 もっとも、私はあまり描写の才能があるわけではないが。
τὸ γὰρ δὴ σῶμα, ἵνα σοι καὶ τοῦτο δείξω, μέγας τε ἦν καὶ καλὸς ἰδεῖν καὶ θεοπρεπὴς ὡς ἀληθῶς, λευκὸς τὴν χρόαν, τὸ γένειον οὐ πάνυ λάσιος, κόμην τὴν μὲν ἰδίαν, τὴν δὲ καὶ πρόσθετον ἐπικείμενος εὖ μάλα εἰκασμένην καὶ τοὺς πολλοὺς ὅτι ἦν ἀλλοτρία λεληθυῖαν·
体つきについて言えば(これを君に示しておこう)、彼は大柄で、見るからに美しく、真に神にふさわしい容姿をしており、肌は白く、顎髭はそれほど濃くはなかった。 髪の毛については、一部は自分のもの、一部は部分かつらを非常によく似せてつけており、多くの人はそれが他人のものであることに気づかなかった。
ὀφθαλμοὶ πολὺ τὸ γοργὸν καὶ ἔνθεον διεμφαίνοντες, φώνημα ἥδιστόν τε ἅμα καὶ λαμπρότατον·
両目は非常に鋭く、かつ神がかった様子を示しており、声はきわめて快く、かつ非常に響きが良かった。
καὶ ὅλως οὐδαμόθεν μεμπτὸς ἦν ταῦτά γε.
総じて、これらの点については、どこをとっても非の打ちどころがなかった。
§4τοιόσδε μὲν τὴν μορφήν·
容貌はこのようなものであった。
ἡ ψυχὴ δὲ καὶ ἡ γνώμη — ἀλεξίκακε Ἡράκλεις καὶ Ζεῦ ἀποτρόπαιε καὶ Διόσκουροι σωτῆρες, πολεμίοις καὶ ἐχθροῖς ἐντυχεῖν γένοιτο καὶ συγγενέσθαι τοιούτῳ τινί.
しかしその魂と精神は――あぁ、災い除けのヘラクレスよ、避邪のゼウスよ、救い主ディオスクロイよ! 敵や仇がこのような男に出会い、交わることになりますように!
συνέσει μὲν γὰρ καὶ ἀγχινοίᾳ καὶ δριμύτητι πάμπολυ τῶν ἄλλων διέφερεν, καὶ τό τε περίεργον καὶ εὐμαθὲς καὶ μνημονικὸν καὶ πρὸς τὰ μαθήματα εὐφυές, πάντα ταῦτα εἰς ὑπερβολὴν ἑκασταχοῦ ὑπῆρχεν αὐτῷ.
というのも、理解力、機転、鋭さにおいて彼は他の人々をはるかに凌駕しており、また好奇心、物覚えの良さ、記憶力、諸学への適性、これらすべてが至るところで彼に極限まで備わっていたからである。
ἐχρῆτο δὲ αὐτοῖς εἰς τὸ χείριστον, καὶ ὄργανα ταῦτα γενναῖα ὑποβεβλημένα ἔχων αὐτίκα μάλα τῶν ἐπὶ κακίᾳ διαβοήτων ἀκρότατος ἀπετελέσθη, ὑπὲρ τοὺς Κέρκωπας, ὑπὲρ τὸν Εὐρύβατον ἢ Φρυνώνδαν ἢ Ἀριστόδημον ἢ Σώστρατον.
しかし彼はこれらを最悪の目的に用いた。 これら優れた素質を道具として身に帯びていたため、彼はたちまちのうちに悪名高い悪党どもの最たる者となった。 ケルコープスたちや、エウリュバトス、フリュノンダス、アリストデモス、ソストラトスを超えて。
αὐτὸς μὲν γὰρ τῷ γαμβρῷ Ῥουτιλιανῷ ποτε γράφων καὶ τὰ μετριώτατα ὑπὲρ αὑτοῦ λέγων Πυθαγόρᾳ ὅμοιος εἶναι ἠξίου.
なぜなら彼自身、かつて婿のルティリアヌスに手紙を書き、自分自身について極めて控えめに語りつつ、ピュタゴラスに似ていると自認していたからである。
ἀλλʼ ἵλεως μὲν ὁ Πυθαγόρας εἴη, σοφὸς ἀνὴρ καὶ τὴν γνώμην θεσπέσιος, εἰ δὲ κατὰ τοῦτον ἐγεγένητο, παῖς ἂν εὖ οἶδʼ ὅτι πρὸς αὐτὸν εἶναι ἔδοξε.
だがピュタゴラスよ、寛大であれ。 彼は賢者であり、その精神は神聖なものであった。 しかし、もし他ならぬ彼がこの男の時代に生まれていたなら、この男に比べれば子供のように見えたであろうことを、私は確信している。
καὶ πρὸς Χαρίτων μή με νομίσῃς ἐφʼ ὕβρει ταῦτα τοῦ Πυθαγόρου λέγειν ἢ συνάπτειν πειρώμενον αὐτοὺς πρὸς ὁμοιότητα τῶν πράξεων·
そして、美徳の女神たちにかけて、私がピュタゴラスを侮辱するためにこれらを言っているとか、彼らの行いの類似性によって彼らを結びつけようとしているなどと思わないでほしい。
ἀλλʼ εἴ τις τὰ χείριστα καὶ βλασφημότατα τῶν ἐπὶ διαβολῇ περὶ τοῦ Πυθαγόρου λεγομένων, οἷς ἔγωγε οὐκ ἂν πεισθείην ὡς ἀληθέσιν οὖσιν, ὅμως συναγάγοι εἰς τὸ αὐτό, πολλοστὸν ἂν μέρος ἅπαντα ἐκεῖνα γένοιτο τῆς Ἀλεξάνδρου δεινότητος.
そうではなく、もし誰かがピュタゴラスについて中傷として語られる、最悪で最も不名誉な事柄(私はそれらが真実だとは到底信じないが)をすべて一堂に集めたとしても、それらすべてはアレクサンドロスの恐るべき悪知恵の、ほんの何分の一にすぎないだろう。
ὅλως γὰρ ἐπινόησόν μοι καὶ τῷ λογισμῷ διατύπωσον ποικιλωτάτην τινὰ ψυχῆς κρᾶσιν ἐκ ψεύδους καὶ δόλων καὶ ἐπιορκιῶν καὶ κακοτεχνιῶν συγκειμένην, ῥᾳδίαν, τολμηράν, παράβολον, φιλόπονον ἐξεργάσασθαι τὰ νοηθέντα, καὶ πιθανὴν καὶ ἀξιόπιστον καὶ ὑποκριτικὴν τοῦ βελτίονος καὶ τῷ ἐναντιωτάτῳ τῆς βουλήσεως ἐοικυῖαν.
要するに、私のために想像し、心の中に描いてみてほしい。 偽りと欺瞞と偽誓と悪だくみから合成された、極めて複雑な魂の調合を。 それは、考え出したことを実行に移すのが敏捷で、大胆で、向こう見ずで、骨身を惜しまず、説得力があり、信頼感を与え、善人を装うのが巧みであり、本来の意志とは全く正反対のものに似せて見せる。
οὐδεὶς γοῦν τὸ πρῶτον ἐντυχὼν οὐκ ἀπῆλθε δόξαν λαβὼν ὑπὲρ αὐτοῦ ὡς εἴη πάντων ἀνθρώπων χρηστότατος καὶ ἐπιεικέστατος καὶ προσέτι ἁπλοϊκώτατός τε καὶ ἀφελέστατος.
それゆえ、彼に最初に出会って、彼が全人類の中で最も善良で、最も公平で、その上最も単純素朴で飾り気のない人物だという印象を抱かずに立ち去った者は一人もいなかった。
ἐπὶ πᾶσι δὲ τούτοις τὸ μεγαλουργὸν προσῆν καὶ τὸ μηδὲν μικρὸν ἐπινοεῖν, ἀλλʼ ἀεὶ τοῖς μεγίστοις ἐπέχειν τὸν νοῦν.
これらすべてに加えて、壮大な事業を行う気性と、決して些細なことは企てず、常に最大の事柄に精神を集中することが備わっていた。