Humanitext Reader

琉善 · 伪预言者亚历山大 §1-4

致凯尔苏斯的开篇与亚历山大的禀赋

第 1 段,共 14 段 · 希腊语

内容简介

作者应友人凯尔苏斯之托,着手记述恶名昭彰的骗子阿博诺提霍斯的亚历山大的生平与恶行,并描绘了他出众的外貌和极具天赋却阴险狡诈的精神面貌。

§1σὺ μὲν ἴσως, ὦ φίλτατε Κέλσε, μικρόν τι καὶ φαῦλον οἴει τὸ πρόσταγμα, προστάττειν τὸν Ἀλεξάνδρου σοι τοῦ Ἀβωνοτειχίτου γόητος βίον καὶ ἐπινοίας αὐτοῦ καὶ τολμήματα καὶ μαγγανείας εἰς βιβλίον ἐγγράψαντα πέμψαι·
亲爱的凯尔苏斯,你也许认为这个命令是一件微不足道的小事,即要求我把阿博诺提霍斯的骗子亚历山大的生平、他的企图、大胆恶行和骗局写进一本书里并寄给你;但事实上,如果有人想要精确地探究每一个细节,这任务绝不亚于记述腓力之子亚历山大的事迹。
τὸ δέ, εἴ τις ἐθέλοι πρὸς τὸ ἀκριβὲς ἕκαστον ἐπεξιέναι, οὐ μεῖόν ἐστιν ἢ τὰς Ἀλεξάνδρου τοῦ Φιλίππου πράξεις ἀναγράψαι· τοσοῦτος εἰς κακίαν οὗτος, ὅσος εἰς ἀρετὴν ἐκεῖνος.
因为此人在邪恶上的巨大,正如彼人在德行上的伟大一样。
ὅμως δὲ εἰ μετὰ συγγνώμης ἀναγνώσεσθαι μέλλοις καὶ τὰ ἐνδέοντα τοῖς ἱστορουμένοις προσλογιεῖσθαι„ ὑποστήσομαί σοι τὸν ἆθλον, καὶ τὴν Αὐγέου βουστασίαν, εἰ καὶ μὴ πᾶσαν, ἀλλʼ εἰς δύναμίν γε τὴν ἐμαυτοῦ ἀνακαθάρασθαι πειράσομαι, ὀλίγους ὅσους τῶν κοφίνων ἐκφορήσας, ὡς ἀπʼ ἐκείνων τεκμαίροιο πόση πᾶσα καὶ ὡς ἀμύθητος ἦν ἡ κόπρος ἣν τρισχίλιοι βόες ἐν πολλοῖς ἔτεσιν ποιῆσαι ἐδύναντο.
然而,如果你愿意怀着宽容的心去阅读,并对叙述中不足的地方予以体谅,我将为你承担这一苦役,并尝试去清理奥革阿斯的牛圈,即使不能完全清除,也要尽我所能,运出几筐粪便,以便让你以此推测,三千头牛在多年里所能积聚的粪便是何等巨大且无法估量。
§2αἰδοῦμαι μὲν οὖν ὑπὲρ ἀμφοῖν, ὑπέρ τε σοῦ καὶ ἐμαυτοῦ· σοῦ μέν, ἀξιοῦντος μνήμῃ καὶ γραφῇ παραδοθῆναι ἄνδρα τρισκατάρατον, ἐμαυτοῦ δέ, σπουδὴν ποιουμένου ἐπὶ τοιαύτῃ ἱστορίᾳ καὶ πράξεσιν ἀνθρώπου, ὃν οὐκ ἀναγιγνώσκεσθαι πρὸς τῶν πεπαιδευμένων ἦν ἄξιον, ἀλλʼ ἐν πανδήμῳ τινὶ μεγίστῳ θεάτρῳ ὁρᾶσθαι ὑπὸ πιθήκων ἢ ἀλωπέκων σπαραττόμενον.
因此,我为我们双方都感到羞耻——为你,也为我自己:你要求将一个十恶不赦的人付诸记忆和笔端,而我则对这样一个人的历史和行为倾注精力,而他本不配被有教养的人阅读,反倒应该在某个极大的公共剧场里被猴子或狐狸撕碎以供观赏。
ἀλλʼ ἤν τις ἡμῖν ταύτην ἐπιφέρῃ τὴν αἰτίαν, ἕξομεν καὶ αὐτοὶ εἰς παράδειγμά τι τοιοῦτον ἀνενεγκεῖν.
但是,如果有人以此来指责我们,我们自己也有这样的先例可以引用。
καὶ Ἀρριανὸς γὰρ ὁ τοῦ Ἐπικτήτου μαθητής, ἀνὴρ Ῥωμαίων ἐν τοῖς πρώτοις καὶ παιδείᾳ παρʼ ὅλον τὸν βίον συγγενόμενος, ὅμοιόν τι παθὼν ἀπολογήσαιτʼ ἂν καὶ ὑπὲρ ἡμῶν· Τιλλορόβου γοῦν τοῦ λῃστοῦ κἀκεῖνος βίον ἀναγράψαι ἠξίωσεν.
因为爱比克泰德的弟子、罗马人中的首屈一指者、一生与学问为伴的阿里安,也有过类似的经历,他也可以为我们辩护;因为他至少也认为值得为强盗蒂洛罗博斯立传。
ἡμεῖς δὲ πολὺ ὠμοτέρου λῃστοῦ μνήμην ποιησόμεθα, ὅσῳ μὴ ἐν ὕλαις καὶ ἐν ὄρεσιν, ἀλλʼ ἐν πόλεσιν οὗτος ἐλῄστευεν, οὐ Μυσίαν μόνην οὐδὲ τὴν Ἴδην κατατρέχων οὐδὲ ὀλίγα τῆς Ἀσίας μέρη τὰ ἐρημότερα λεηλατῶν, ἀλλὰ πᾶσαν ὡς εἰπεῖν τὴν Ῥωμαίων ἀρχὴν ἐμπλήσας τῆς λῃστείας τῆς αὑτοῦ.
而我们将要记述的是一个残暴得多的强盗,因为此人不是在森林和山野中,而是在城市里进行抢劫,他不仅蹂躏了缪西亚,也不仅袭击了伊达山,更不仅是掠夺了亚洲少数荒凉的地方,而是可以说,用他自己的抢劫充斥了整个罗马帝国。
§3πρότερον δέ σοι αὐτὸν ὑπογράψω τῷ λόγῳ πρὸς τὸ ὁμοιότατον εἰκάσας, ὡς ἂν δύνωμαι, καίτοι μὴ πάνυ γραφικός τις ὤν.
但首先,我将用言辞为你描绘他的肖像,尽我所能使之最为相似,尽管我绝不是一个擅长绘画的人。
τὸ γὰρ δὴ σῶμα, ἵνα σοι καὶ τοῦτο δείξω, μέγας τε ἦν καὶ καλὸς ἰδεῖν καὶ θεοπρεπὴς ὡς ἀληθῶς, λευκὸς τὴν χρόαν, τὸ γένειον οὐ πάνυ λάσιος, κόμην τὴν μὲν ἰδίαν, τὴν δὲ καὶ πρόσθετον ἐπικείμενος εὖ μάλα εἰκασμένην καὶ τοὺς πολλοὺς ὅτι ἦν ἀλλοτρία λεληθυῖαν·
至于他的身体,为了向你展示这一点,他身材高大,容貌俊美,确实配得上神明,皮肤白皙,胡须不太浓密,蓄着头发—— 一部分是他自己的,一部分则是假发,搭配得极其逼真,以至于大多数人都没有注意到那是别人的头发。
ὀφθαλμοὶ πολὺ τὸ γοργὸν καὶ ἔνθεον διεμφαίνοντες, φώνημα ἥδιστόν τε ἅμα καὶ λαμπρότατον· καὶ ὅλως οὐδαμόθεν μεμπτὸς ἦν ταῦτά γε.
他的眼睛显露出极其凶猛和神圣的灵感,声音既非常甜美又极其洪亮;总而言之,至少在这些方面,他从任何角度看都是无可挑剔的。
§4τοιόσδε μὲν τὴν μορφήν·
他的容貌便是如此。
ἡ ψυχὴ δὲ καὶ ἡ γνώμη — ἀλεξίκακε Ἡράκλεις καὶ Ζεῦ ἀποτρόπαιε καὶ Διόσκουροι σωτῆρες, πολεμίοις καὶ ἐχθροῖς ἐντυχεῖν γένοιτο καὶ συγγενέσθαι τοιούτῳ τινί.
但是他的灵魂和他的心智——驱邪的赫拉克勒斯、辟邪的宙斯、以及救主双子神啊! 愿仇敌和对手遭遇并与这样的人相处!
συνέσει μὲν γὰρ καὶ ἀγχινοίᾳ καὶ δριμύτητι πάμπολυ τῶν ἄλλων διέφερεν, καὶ τό τε περίεργον καὶ εὐμαθὲς καὶ μνημονικὸν καὶ πρὸς τὰ μαθήματα εὐφυές, πάντα ταῦτα εἰς ὑπερβολὴν ἑκασταχοῦ ὑπῆρχεν αὐτῷ.
因为在智慧、机敏和敏锐方面,他远远超过了其他所有人,而且求知欲、易学性、记忆力以及对所有学问的天赋,这一切在他身上无处不达到了极点。
ἐχρῆτο δὲ αὐτοῖς εἰς τὸ χείριστον, καὶ ὄργανα ταῦτα γενναῖα ὑποβεβλημένα ἔχων αὐτίκα μάλα τῶν ἐπὶ κακίᾳ διαβοήτων ἀκρότατος ἀπετελέσθη, ὑπὲρ τοὺς Κέρκωπας, ὑπὲρ τὸν Εὐρύβατον ἢ Φρυνώνδαν ἢ Ἀριστόδημον ἢ Σώστρατον.
但他把这些用在了最坏的地方,拥有这些作为工具的优秀天赋,他很快就被塑造成了那些因邪恶而臭名昭著的人中的顶尖者,超越了塞科佩斯、尤里巴图斯、弗里农达斯、阿里斯托德穆斯或索斯特拉图斯。
αὐτὸς μὲν γὰρ τῷ γαμβρῷ Ῥουτιλιανῷ ποτε γράφων καὶ τὰ μετριώτατα ὑπὲρ αὑτοῦ λέγων Πυθαγόρᾳ ὅμοιος εἶναι ἠξίου.
因为他自己曾给女婿鲁蒂利亚努斯写信,以极其谦虚的态度谈论自己,自诩与毕达哥拉斯相似。
ἀλλʼ ἵλεως μὲν ὁ Πυθαγόρας εἴη, σοφὸς ἀνὴρ καὶ τὴν γνώμην θεσπέσιος, εἰ δὲ κατὰ τοῦτον ἐγεγένητο, παῖς ἂν εὖ οἶδʼ ὅτι πρὸς αὐτὸν εἶναι ἔδοξε.
但愿毕达哥拉斯能宽恕——他是一位智者,心智神圣——但如果他生活在这个人的时代,我确信在相比之下他会显得像个孩子。
καὶ πρὸς Χαρίτων μή με νομίσῃς ἐφʼ ὕβρει ταῦτα τοῦ Πυθαγόρου λέγειν ἢ συνάπτειν πειρώμενον αὐτοὺς πρὸς ὁμοιότητα τῶν πράξεων· ἀλλʼ εἴ τις τὰ χείριστα καὶ βλασφημότατα τῶν ἐπὶ διαβολῇ περὶ τοῦ Πυθαγόρου λεγομένων, οἷς ἔγωγε οὐκ ἂν πεισθείην ὡς ἀληθέσιν οὖσιν, ὅμως συναγάγοι εἰς τὸ αὐτό, πολλοστὸν ἂν μέρος ἅπαντα ἐκεῖνα γένοιτο τῆς Ἀλεξάνδρου δεινότητος.
而且,奉美德三女神之名,请不要认为我这样说是在侮辱毕达哥拉斯,或者试图将他们的行为联系在一起;但如果有人把关于毕达哥拉斯的中伤和诽谤中,那些最坏、最不名誉的话(我个人绝不相信那是真的)全部收集在一起,那么所有那些也只是亚历山大狡诈的极小一部分。
ὅλως γὰρ ἐπινόησόν μοι καὶ τῷ λογισμῷ διατύπωσον ποικιλωτάτην τινὰ ψυχῆς κρᾶσιν ἐκ ψεύδους καὶ δόλων καὶ ἐπιορκιῶν καὶ κακοτεχνιῶν συγκειμένην, ῥᾳδίαν, τολμηράν, παράβολον, φιλόπονον ἐξεργάσασθαι τὰ νοηθέντα, καὶ πιθανὴν καὶ ἀξιόπιστον καὶ ὑποκριτικὴν τοῦ βελτίονος καὶ τῷ ἐναντιωτάτῳ τῆς βουλήσεως ἐοικυῖαν.
简而言之,请为我设想并在心中描绘出一种由谎言、欺骗、伪誓和恶行构成的极复杂的灵魂调配。 它敏捷、大胆、鲁莽、不辞辛劳地去实现所想,具有说服力,令人信服,并且极其擅长扮演好人,呈现出与其真实意图完全相反的面貌。
οὐδεὶς γοῦν τὸ πρῶτον ἐντυχὼν οὐκ ἀπῆλθε δόξαν λαβὼν ὑπὲρ αὐτοῦ ὡς εἴη πάντων ἀνθρώπων χρηστότατος καὶ ἐπιεικέστατος καὶ προσέτι ἁπλοϊκώτατός τε καὶ ἀφελέστατος.
无论如何,没有一个初次见到他的人在离去时,不认为他是全人类中最善良、最公正、而且最朴实无华的人。
ἐπὶ πᾶσι δὲ τούτοις τὸ μεγαλουργὸν προσῆν καὶ τὸ μηδὲν μικρὸν ἐπινοεῖν, ἀλλʼ ἀεὶ τοῖς μεγίστοις ἐπέχειν τὸν νοῦν.
在所有这些之上,还加上了他宏伟的行事气魄,以及绝不谋划小事,而总是将注意力集中在最伟大的事物上。

词汇与语法注释

  1. §1τὸ δέ — 位于句首、具有转折对比作用的指示代词(意为“但实际上”),用以承接上文并引出下文的主语或整体判断。
  2. §1ὀλίγους ὅσους — 意为“极少数”的惯用表达。关系代词 ὅσος 与前面的形容词 ὀλίγους 同化,用以限制数量,表示极少。
  3. §2ὃν οὐκ ἀναγιγνώσκεσθαι πρὸς τῶν πεπαιδευμένων ἦν ἄξιον — 采用 ἄξιος 搭配被动不定式 ἀναγιγνώσκεσθαι 的句式。关系代词 ὃν 作不定式的受事主语,整体修饰先行词,意为“一个不配被有教养的人阅读(的人)”。
  4. §4παῖς ἂν εὖ οἶδʼ ὅτι πρὸς αὐτὸν εἶναι ἔδοξε — 带有连接词 ὅ提 的短语 εὖ οἶδʼ ὅτι(我确信、我知道)作为插入语使用。小词 ἄν 与直说法的过去时动词 ἔδοξε 结合,构成过去时间的反事实条件句(“如果当时存在,相比之下他将会显得像个孩子”)。
  5. §4ἐξεργάσασθαι τὰ νοηθέντα — 不定式 ἐξεργάσασθαι 用作限定修饰前面的形容词(如 φιλόπονον 或 παρά波龙),表示目的或方面(“在执行所想之事上[不辞辛劳/大胆]”)。

引用这一段

琉善, 伪预言者亚历山大 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg038.humanitext-grc2:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。