§14ταῦτα δὲ καὶ τὰ τοιαῦτα φήσει οἰόμενος τὸν υἱὸν δεῖσθαι μὲν ἔτι τούτων καὶ ἐπιθυμεῖν καὶ μετὰ τὴν τελευτήν, οὐ δύνασθαι δὲ μετέχειν αὐτῶν.
そして、彼はこれらやこれに類することを、息子が死後もなおこれらのものを必要とし、求めているものの、それらにあずかることができないと思っているがために言うのである。
καίτοι τί ταῦτα φημί;
それにしても、なぜ私はこのようなことを言うのか。
πόσοι γὰρ καὶ ἵππους καὶ παλλακίδας, οἱ δὲ καὶ οἰνοχόους ἐπικατέσφαξαν καὶ ἐσθῆτα καὶ τὸν ἄλλον κόσμον συγκατέφλεξαν ἢ συγκατώρυξαν ὡς χρησομένοις ἐκεῖ καὶ ἀπολαύσουσιν αὐτῶν κάτω;
どれほど多くの人々が、あちらで彼らがそれらを使い、下でそれらを享受するであろうという想定のもとに、馬や妾を、ある人々はさらに御酌をも一緒に屠殺し、衣服やその他の装飾品を一緒に燃やすか、あるいは一緒に埋めたことか。
§15ὁ δʼ οὖν πρεσβύτης ὁ πενθῶν οὑτωσὶ ταῦτα πάντα ὁπόσα εἴρηκα καὶ ἔτι τούτων πλείονα οὔτε τοῦ παιδὸς ἕνεκα τραγῳδεῖν ἔοικεν — οἶδε γὰρ οὐκ ἀκουσόμενον οὐδʼ ἂν μεῖζον ἐμβοήσῃ τοῦ Στέντορος — οὔτε μὴν αὑτοῦ·
とにかく、このように嘆き悲しんでいる老人は、私が言ったこれらすべて、そしてこれら以上のことを、子供のために芝居がかって叫んでいるのではないようである。 なぜなら、たとえステントルよりも大声で叫んだとしても、彼が聞くことはないだろうということを知っているからである。 また、自分自身のためでもない。
φρονεῖν γὰρ οὕτω καὶ γιγνώσκειν ἱκανὸν ἦν καὶ ἄνευ τῆς βοῆς· οὐδεὶς γὰρ δὴ πρὸς ἑαυτὸν δεῖται βοᾶν.
というのも、そのように考え、認識することは叫び声がなくても十分に可能であり、誰も自分自身に向かって叫ぶ必要はないからである。
λοιπὸν οὖν ἐστιν αὐτὸν τῶν παρόντων ἕνεκα ταῦτα ληρεῖν οὔθʼ ὅ τι πέπονθεν αὐτῷ ὁ παῖς εἰδότα οὔθʼ ὅποι κεχώρηκε, μᾶλλον δὲ οὐδὲ τὸν βίον αὐτὸν ἐξετάσαντα ὁποῖός ἐστιν·
それゆえ、残された可能性は、彼が、居合わせた者たちのために、自分の子供に何が起きたのかも、彼がどこへ行ってしまったのかも知らず、いやむしろ、生そのものがどのようなものであるかを詮索することさえせず、これらの戯言を言っているということである。
οὐ γὰρ ἂν τὴν ἐξ αὐτοῦ μετάστασιν ὥς τι τῶν δεινῶν ἐδυσχέραινεν.
もし生の本質を理解していたなら、生からの移転を、何か恐ろしいこととして嫌悪することはなかったであろうから。
§16εἴποι δʼ ἂν οὖν πρὸς αὐτὸν ὁ παῖς παραιτησάμενος τὸν Αἰακὸν καὶ τὸν Ἀϊδωνέα πρὸς ὀλίγον τοῦ στομίου ὑπερκῦψαι καὶ τὸν πατέρα παῦσαι ματαιάζοντα,
ὦ κακόδαιμον ἄνθρωπε, τί κέκραγας;
そこで、子供がアイアコスとアイドネウスに頼み込んで、少しの間だけ口から頭を覗かせ、父親の無駄な騒ぎをやめさせるために、彼に向かって次のように言うかもしれない。 「不運な人間よ、なぜ叫んでいるのか。
τί δέ μοι παρέχεις πράγματα;
なぜ私を煩わせるのか。
παῦσαι τιλλόμενος τὴν κόμην καὶ τὸ πρόσωπον ἐξ ἐπιπολῆς ἀμύσσων.
髪をむしり、顔の表面をかきむしるのをやめなさい。
τί μοι λοιδορῇ καὶ ἄθλιον ἀποκαλεῖς καὶ δύσμορον πολύ σου βελτίω καὶ μακαριώτερον γεγενημένον;
なぜ私を罵り、あなたよりもはるかに良く、幸福な状態になった私を、哀れだとか不運だとか呼ぶのか。
ἢ τί σοι δεινὸν πάσχειν δοκῶ;
あるいは、私はあなたに何か恐ろしい目に遭っているように見えるか。
ἢ διότι μὴ τοιουτοσὶ γέρων ἐγενόμην οἷος εἶ σύ, φαλακρὸς μὲν τὴν κεφαλήν, τὴν δὲ ὄψιν ἐρρυτιδωμένος, κυφὸς καὶ τὰ γόνατα νωθής, καὶ ὅλως ὑπὸ τοῦ χρόνου σαθρὸς πολλὰς τριακάδας καὶ ὀλυμπιάδας ἀναπλήσας, καὶ τὰ τελευταῖα δὴ ταῦτα παραπαίων ἐπὶ τοσούτων μαρτύρων;
あるいは、私があなたのような老人にならなかったからか。 ――頭は禿げ、顔はしわだらけ、腰は曲がり、膝は弱まり、全体として時間の経過によって朽ち果て、多くの三十日やオリンピア期を生き抜き、そしてついに、これほど多くの証人の前でこのように理性を失っているような老人にならなかったからか。
ὦ μάταιε, τί σοι χρηστὸν εἶναι δοκεῖ παρὰ τὸν βίον οὗ μηκέτι μεθέξομεν;
愚かな人よ、私たちがもはやあずかることのない生において、何があなたにとって良いことと思われるのか。
ἢ τοὺς πότους ἐρεῖς δῆλον ὅτι καὶ τὰ δεῖπνα καὶ ἐσθῆτα καὶ ἀφροδίσια, καὶ δέδιας μὴ τούτων ἐνδεὴς γενόμενος ἀπόλωμαι.
あるいは言うまでもなく、飲宴や晩餐、衣服や性的な快楽を挙げるのだろう。 そして、私がこれらを欠くことになって滅びてしまうのではないかと恐れているのだろう。
οὐκ ἐννοεῖς δὲ ὅτι τὸ μὴ διψῆν τοῦ πιεῖν πολὺ κάλλιον καὶ τὸ μὴ πεινῆν τοῦ φαγεῖν καὶ τὸ μὴ ῥιγοῦν τοῦ ἀμπεχόνης εὐπορεῖν;
しかし、喉が渇かないことは飲むことよりもはるかに素晴らしく、飢えないことは食べることよりも、凍えないことは衣服が豊かにあることよりも、はるかに素晴らしいということを理解していないのか。
φέρε τοίνυν, ἐπειδὴ ἔοικας ἀγνοεῖν, διδάξομαί σε θρηνεῖν ἀληθέστερον,
さあ、あなたが知らないようだから、より真実に即して嘆く方法を教えてあげよう。
§17καὶ δὴ ἀναλαβὼν ἐξ ὑπαρχῆς βόα,
τέκνον ἄθλιον, οὐκέτι διψήσεις, οὐκέτι πεινήσεις οὐδὲ ῥιγώσεις.
そして、最初からやり直して、次のように叫びなさい。 『哀れな我が子よ、お前はもう喉が渇くこともなく、もう飢えることもなく、凍えることもないだろう。
οἴχῃ μοι κακοδαίμων ἐκφυγὼν τὰς νόσους, οὐ πυρετὸν ἔτι δεδιώς, οὐ πολέμιον, οὐ τύραννον·
病から逃れ、もはや熱病も、敵も、僭主も恐れることなく、お前は私を置いて去ってしまった、不運な子よ。
οὐκ ἔρως σε ἀνιάσει οὐδὲ συνουσία διαστρέψει, οὐδὲ σπαθήσεις ἐπὶ τούτῳ δὶς ἢ τρὶς τῆς ἡμέρας, ὢ τῆς συμφορᾶς.
恋がお前を苦しめることもなく、性的な交わりがお前を狂わせることもない。 あるいは、そのために一日に二度も三度も財産を蕩尽することもない。 ああ、なんと痛ましいことか。
οὐ καταφρονηθήσῃ γέρων γενόμενος οὐδὲ ὀχληρὸς ἔσῃ τοῖς νέοις βλεπόμενος.
老人になって軽蔑されることもなく、若者たちに見られて厄介者扱いされることもないだろう。
§18ἂν ταῦτα λέγῃς, ὦ πάτερ, οὐκ οἴει πολὺ ἀληθέστερα καὶ γενναιότερα ἐκείνων ἐρεῖν;
』お父さん、もしこれらのことを言うなら、あの言葉よりもはるかに真実で、気高いことを言うことになると思わないか。
ἀλλʼ ἆρα μὴ τόδε σε ἀνιᾷ, καὶ διανοῇ τὸν παρʼ ἡμῖν ζόφον καὶ τὸ πολὺ σκότος, κᾆτα δέδιας μή σοι ἀποπνιγῶ κατακλεισθεὶς ἐν τῷ μνήματι;
しかし、もしかして次のことがあなたを苦しめており、私たちのところの暗闇と深い闇を考えていて、墓の中に閉じ込められて、あなたが心配する中で私が息を詰まらせてしまうのを恐れているのか。
χρὴ δὲ πρὸς ταῦτα λογίζεσθαι ὅτι τῶν ὀφθαλμῶν διασαπέντων ἢ καὶ νὴ Δία καέντων μετʼ ὀλίγον, εἴ γε καῦσαί με διεγνώκατε, οὔτε σκότος οὔτε φῶς ὁρᾶν δεησόμεθα.
しかし、これに対しては、まもなく目が腐ってしまうか、あるいは焼かれてしまえば――もしあなたが私を火葬にするつもりならばの話だが――私たちは闇も光も見る必要がなくなるのだ、と考えるべきである。 」