§1ἄξιόν γε παρατηρεῖν τὰ ὑπὸ τῶν πολλῶν ἐν τοῖς πένθεσι γιγνόμενα καὶ λεγόμενα καὶ τὰ ὑπὸ τῶν παραμυθουμένων δῆθεν αὐτοὺς αὖθις λεγόμενα, καὶ ὡς ἀφόρητα ἡγοῦνται τὰ συμβαίνοντα σφίσι τε αὐτοῖς οἱ ὀδυρόμενοι καὶ ἐκείνοις οὓς ὀδύρονται, οὐ μὰ τὸν Πλούτωνα καὶ Φερσεφόνην κατʼ οὐδὲν ἐπιστάμενοι σαφῶς οὔτε εἰ πονηρὰ ταῦτα καὶ λύπης ἄξια οὔτε εἰ τοὐναντίον ἡδέα καὶ βελτίω τοῖς παθοῦσι, νόμῳ δὲ καὶ συνηθείᾳ τὴν λύπην ἐπιτρέποντες.
喪に服している際に一般大衆によって行われ、かつ語られること、そして今度は彼らを慰めているつもりの者たちによって語られることを観察することは、実に価値がある。 また、嘆き悲しむ者たちが、自分自身にとっても、また自分たちが嘆いている死者たちにとっても、起こった事態がどれほど耐え難いものであると考えているかを観察することも同様である。 彼らは、プルトンとペルセポネに誓って、これが悪いことであり悲しみに値するのか、あるいは反対にそれを被った者たちにとって心地よく、より良いものであるのかを、何一つ明確に知ることなく、ただ慣習と習慣にその悲しみを委ねているのである。
ἐπειδὰν τοίνυν ἀποθάνῃ τις, οὕτω ποιοῦσιν — μᾶλλον δὲ πρότερον εἰπεῖν βούλομαι ἅστινας περὶ αὐτοῦ τοῦ θανάτου δόξας ἔχουσιν·
それゆえ、誰かが死ぬと彼らはこのように行う。 ――いや、むしろその前に、彼らが死そのものについてどのような意見を抱いているかを述べたい。
οὕτω γὰρ ἔσται φανερὸν οὗτινος ἕνεκα τὰ περιττὰ ἐκεῖνα ἐπιτηδεύουσιν.
そうすれば、彼らがなぜあのような過剰な行いをするのかが明らかになるであろうから。
§2ὁ μὲν δὴ πολὺς ὅμιλος, οὓς ἰδιώτας οἱ σοφοὶ καλοῦσιν, Ὁμήρῳ τε καὶ Ἡσιόδῳ καὶ τοῖς ἄλλοις μυθοποιοῖς περὶ τούτων πειθόμενοι καὶ νόμον θέμενοι τὴν ποίησιν αὐτῶν, τόπον τινα ὑπὸ τῇ γῇ βαθὺν Ἅιδην ὑπειλήφασιν, μέγαν δὲ καὶ πολύχωρον τοῦτον εἶναι καὶ ζοφερὸν καὶ ἀνήλιον, οὐκ οἶδʼ ὅπως αὐτοῖς φωτίζεσθαι δοκοῦντα πρὸς τὸ καὶ καθορᾶν τῶν ἐνόντων ἕκαστον·
賢者たちが「凡夫」と呼ぶ大衆は、これらのことについてホメロスやヘシオドス、その他の神話作者たちを信じ、彼らの詩を法と定めて、地下深くの、ある場所をハデスと見なしており、そしてここが広く、広大で、暗く、日の当たらない場所であり、どういうわけか彼らには、中にいる者の一人ひとりを見極められる程度には光が差しているように思われている。
βασιλεύειν δὲ τοῦ χάσματος ἀδελφὸν τοῦ Διὸς Πλούτωνα κεκλημένον, ὥς μοι τῶν τὰ τοιαῦτα δεινῶν τις ἔλεγε, διὰ τὸ πλουτεῖν τοῖς νεκροῖς τῇ προσηγορίᾳ τετιμημένον.
そして、ゼウスの兄弟でプルトンと呼ばれる者がこの深淵を支配していると信じており、この方面に詳しい者が私に語ってくれたところによれば、死者という富を有していることから、この呼び名で称えられているのだという。
τοῦτον δὲ τὸν Πλούτωνα τὴν παρʼ αὑτῷ πολιτείαν καὶ τὸν κάτω βίον καταστήσασθαι τοιοῦτον·
そして、このプルトンは、己の国家と冥界の生活をこのように組織したという。
κεκληρῶσθαι μὲν γὰρ αὐτὸν ἄρχειν τῶν ἀποθανόντων, καταδεξάμενον δὲ αὐτοὺς καὶ παραλαβόντα κατέχειν δεσμοῖς ἀφύκτοις, οὐδενὶ τὸ παράπαν τῆς ἄνω ὁδοῦ ὑφιέμενον πλὴν ἐξ ἅπαντος τοῦ αἰῶνος πάνυ ὀλίγων ἐπὶ μεγίσταις αἰτίαις.
すなわち、彼は死者たちを支配することを割り当てられ、彼らを受け入れ、引き取ると、逃れられぬ絆で繋ぎ留め、いかなる者にも上の世界への帰還を決して許さないが、例外的に、永遠の時のうちにごく少数の者だけが、極めて重大な理由により許された。
§3περιρρεῖσθαι δὲ τὴν χώραν αὐτοῦ ποταμοῖς μεγάλοις τε καὶ φοβεροῖς καὶ ἐκ μόνων τῶν ὀνομάτων·
また、彼の国は、名前を聞くだけでも恐ろしい大河に囲まれている。
Κωκυτοὶ γὰρ καὶ Πυριφλεγέθοντες καὶ τὰ τοιαῦτα κέκληνται.
なぜなら、それらはコキュトス(哀哭の川)やピュリフレゲトン(火の川)などと名付けられているからである。
τὸ δὲ μέγιστον, ἡ Ἀχερουσία λίμνη πρόκειται πρώτη δεχομένη τοὺς ἀπαντῶντας, ἣν οὐκ ἔνι διαπλεῦσαι ἢ παρελθεῖν ἄνευ τοῦ πορθμέως·
そして最大のものは、到着する人々を最初に迎え入れるアケロン湖が手前に広がっており、渡し守なしにこれを船で渡ることも、通り過ぎることもできない。
βαθεῖά τε γὰρ περᾶσαι τοῖς ποσὶν καὶ διανήξασθαι πολλή, καὶ ὅλως οὐκ ἂν αὐτὴν διαπταίη οὐδὲ τὰ νεκρὰ τῶν ὀρνέων.
徒歩で渡るには深く、泳いで渡るにはあまりに広大であり、一言で言えば、死んだ鳥でさえこれを飛び越えることはできない。
§4πρὸς δὲ αὐτῇ τῇ καθόδῳ καὶ πύλῃ οὔσῃ ἀδαμαντίνῃ ἀδελφιδοῦς τοῦ βασιλέως Αἰακὸς ἕστηκε τὴν φρουρὰν ἐπιτετραμμένος καὶ παρʼ αὐτῷ κύων τρικέφαλος μάλα κάρχαρος, τοὺς μὲν ἀφικνουμένους φίλιόν τι καὶ εἰρηνικὸν προσβλέπων, τοὺς δὲ πειρῶντας ἀποδιδράσκειν ὑλακτῶν καὶ τῷ χάσματι δεδιττόμενος.
そして、くだんの下り口と、金剛石でできた門のちょうどその場所に、王の甥であるアイアコスが守衛を委ねられて立っており、彼の傍らには、極めて鋭い歯を持つ三頭の猟犬がいて、やって来る者たちには親しげで穏やかな視線を向けるが、逃げ出そうとする者たちには吠え立て、その大きな口で脅し、怯えさせるのである。
§5περαιωθέντας δὲ τὴν λίμνην εἰς τὸ εἴσω λειμὼν ὑποδέχεται μέγας τῷ ἀσφοδέλῳ κατάφυτος καὶ ποτὸν μνήμης πολέμιον·
湖を渡り終えて内部に入ると、アスポデロスが生い茂る広大な草原が彼らを迎え入れ、そして記憶に敵対する飲み物が待っている。
Λήθης γοῦν διὰ τοῦτο ὠνόμασται.
それゆえにこそ、それはレーテーと名付けられている。
ταῦτα γὰρ ἀμέλει διηγήσαντο τοῖς πάλαι ἐκεῖθεν ἀφιγμένοι Ἄλκηστίς τε καὶ Πρωτεσίλαος οἱ Θετταλοὶ καὶ Θησεὺς ὁ τοῦ Αἰγέως καὶ ὁ τοῦ Ὁμήρου Ὀδυσσεύς, μάλα σεμνοὶ καὶ ἀξιόπιστοι μάρτυρες, ἐμοὶ δοκεῖν οὐ πιόντες τῆς πηγῆς·
というのも、これらについては、むかし冥界から戻ってきた者たちが確かに語り伝えたからである。 すなわちテッサリアのアルケスティスやプロテシラオス、アイゲウスの子テーセウス、そしてホメロスのオデュッセウスといった、極めて厳かで信頼に足る証人たちであり、私の思うに、彼らはあの泉から飲まなかったのであろう。
οὐ γὰρ ἂν ἐμέμνηντο αὐτῶν.
さもなければ、彼らがこれらを覚えているはずがないからである。
§6ὁ μὲν οὖν Πλούτων, ὡς ἐκεῖνοι ἔφασαν, καὶ ἡ Φερσεφόνη δυναστεύουσι καὶ τὴν τῶν ὅλων δεσποτείαν ἔχουσιν, ὑπηρετοῦσι δʼ αὐτοῖς καὶ τὴν ἀρχὴν συνδιαπράττουσιν ὄχλος πολύς, Ἐρινύες τε καὶ Ποιναὶ καὶ Φόβοι καὶ ὁ Ἑρμῆς, οὗτος μέν γε οὐκ ἀεὶ συμπαρών.
さて、彼らの語る所によれば、プルトンとペルセポネが支配し、万物に対する主権を握っており、彼らに仕え、その統治を共同で執行する大勢の群れがいる。 すなわち、エリニュエスやポイナイ、ポボス、そしてヘルメスであり、もっとも、このヘルメスは常にそこにいるわけではないのだが。