§18Φίλος
ἄτοπα διηγῇ τὰ περὶ τῶν βασιλέων καὶ μικροῦ δεῖν ἄπιστα.
友君が語る王たちの話は奇妙で、もう少しで信じられないほどだ。
τί δὲ ὁ Σωκράτης ἔπραττεν καὶ Διογένης καὶ εἴ τις ἄλλος τῶν σοφῶν;
では、ソクラテスやディオゲネス、また他に誰か知者たちがいたら、どうしているかね。
Μένιππος
ὁ μὲν Σωκράτης κἀκεῖ περίεισιν διελέγχων ἅπαντας·
メニッポスソクラテスはあちらでも、すべての人を論駁しながら歩き回っている。
σύνεστι δʼ αὐτῷ Παλαμήδης καὶ Ὀδυσσεὺς καὶ Νέστωρ καὶ εἴ τις ἄλλος λάλος νεκρός.
そして、パラメデスやオデュッセウス、ネストル、また他に誰かおしゃべりな死者がいれば、彼と一緒にいる。
ἔτι μέντοι ἐπεφύσητο αὐτῷ καὶ διῳδήκει ἐκ τῆς φαρμακοποσίας τὰ σκέλη.
もっとも、毒人参の服用によって、彼の脚はまだ膨れ、むくんだままだがね。
ὁ δὲ βέλτιστος Διογένης παροικεῖ μὲν Σαρδαναπάλλῳ τῷ Ἀσσυρίῳ καὶ Μίδᾳ τῷ Φρυγὶ καὶ ἄλλοις τισὶ τῶν πολυτελῶν·
一方、かの立派なディオゲネスは、アッシリア人のサルダナパロスや、フリュギア人のミダス、その他何人かの贅沢者たちの近所に住んでいる。
ἀκούων δὲ οἰμωζόντων αὐτῶν καὶ τὴν παλαιὰν τύχην ἀναμετρουμένων γελᾷ τε καὶ τέρπεται, καὶ τὰ πολλὰ ὕπτιος κατακείμενος ᾄδει μάλα τραχείᾳ καὶ ἀπηνεῖ τῇ φωνῇ τὰς οἰμωγὰς αὐτῶν ἐπικαλύπτων, ὥστε ἀνιᾶσθαι τοὺς ἄνδρας καὶ διασκέπτεσθαι μετοικεῖν οὐ φέροντας τὸν Διογένην.
そして、彼らが嘆き悲しみ、かつての幸運を思い返しているのを聞いては、笑って楽しんでいる。 そして大抵は、仰向けに寝そべりながら、極めて耳障りで不快な声で歌を歌って彼らの嘆き声をかき消し、その結果、あの男たちは苦痛を感じ、ディオゲネスに耐えかねて引っ越しを相談し合うほどなのだ。
§19Φίλος
ταυτὶ μὲν ἱκανῶς·
友その話はもう十分だ。
τί δὲ τὸ ψήφισμα ἦν, ὅπερ ἐν ἀρχῇ ἔλεγες κεκυρῶσθαι κατὰ τῶν πλουσίων;
ところで、君が最初に富漢たちに対して可決されたと言っていた、あの決議案は何だったのかね。
Μένιππος
εὖ γε ὑπέμνησας·
メニッポスよくぞ思い出させてくれた。
οὐ γὰρ οἶδʼ ὅπως περὶ τούτου λέγειν προθέμενος πάμπολυ ἀπεπλανήθην τοῦ λόγου.
それについて話すつもりだったのに、どういうわけか話がすっかり脱線してしまっていたのだ。
διατρίβοντος γάρ μου παρʼ αὐτοῖς προὔθεσαν οἱ πρυτάνεις ἐκκλησίαν περὶ τῶν κοινῇ συμφερόντων·
というのも、私が彼らのところで時を過ごしていたとき、司事会が共通の利益に関する民会を公示したのだ。
ἰδὼν οὖν πολλοὺς συνθέοντας ἀναμίξας ἐμαυτὸν τοῖς νεκροῖς εὐθὺς εἷς καὶ αὐτὸς ἦν τῶν ἐκκλησιαστῶν.
そこで、多くの者が一緒に走っていくのを見て、私自身も死者たちに交じると、すぐに私自身も民会出席者の一人となった。
διῳκήθη μὲν οὖν καὶ ἄλλα, τελευταῖον δὲ τὸ περὶ τῶν πλουσίων·
こうして他の事柄も処理されたが、最後には富漢たちに関する件になった。
ἐπεὶ γὰρ αὐτῶν κατηγόρητο πολλὰ καὶ δεινά, βία καὶ ἀλαζονεία καὶ ὑπεροψία καὶ ἀδικία, τέλος ἀναστάς τις τῶν δημαγωγῶν ἀνέγνω ψήφισμα τοιοῦτον.
彼らに対して、暴力、慢心、傲慢、不義など、多くの恐ろしい告発がなされた後、ついに民衆指導者の一人が立ち上がって、次のような決議案を読み上げたのだ。
§20Ψήφισμα
ἐπειδὴ πολλὰ καὶ παράνομα οἱ πλούσιοι δρῶσι παρὰ τὸν βίον ἁρπάζοντες καὶ βιαζόμενοι καὶ πάντα τρόπον τῶν πενήτων καταφρονοῦντες,
δεδόχθω τῇ βουλῇ καὶ τῷ δήμῳ, ἐπειδὰν ἀποθάνωσι, τὰ μὲν σώματα αὐτῶν κολάζεσθαι καθάπερ καὶ τὰ τῶν ἄλλων πονηρῶν, τὰς δὲ ψυχὰς ἀναπεμφθείσας ἄνω εἰς τὸν βίον καταδύεσθαι εἰς τοὺς ὄνους, ἄχρις ἂν ἐν τῷ τοιούτῳ διαγάγωσι μυριάδας ἐτῶν πέντε καὶ εἴκοσιν, ὄνοι ἐξ ὄνων γιγνόμενοι καὶ ἀχθοφοροῦντες καὶ ὑπὸ τῶν πενήτων ἐλαυνόμενοι, τοὐντεῦθεν δὲ λοιπὸν ἐξεῖναι αὐτοῖς ἀποθανεῖν.
決議案富漢たちは生涯において、奪い、暴力を振るい、あらゆる方法で貧者を侮蔑して、多くの不法な行いをしておるので、評議会と民会は次の通り決議する。 すなわち、彼らが死んだときには、その身体は他の悪人たちと同様に罰せられ、その魂は上の生へと送り返され、ロバの中に潜り込み、そのような状態で二十五万年を過ごすまで、ロバから生まれるロバとなり、重荷を運び、貧者たちによって追われるものとすること。 その後は、ようやく彼らが死ぬことを許されるものとする。
εἶπε τὴν γνώμην Κρανίων Σκελετίωνος Νεκυσιεὺς φυλῆς Ἀλιβαντίδος.
提案者は、アリバンティス部族、ネキュシア区の、スケレティオンの子クラニオン。
Τούτου ἀναγνωσθέντος τοῦ ψηφίσματος ἐπεψήφισαν μὲν αἱ ἀρχαί, ἐπεχειροτόνησε δὲ τὸ πλῆθος καὶ ἐβριμήσατο ἡ Βριμὼ καὶ ὑλάκτησεν ὁ Κέρβερος·
この決議案が読み上げられると、役人たちは投票に付し、民衆は手を挙げて承認し、ブリモは唸り声をあげ、ケルベロスは吠え立てた。
οὕτω γὰρ ἐντελῆ γίγνεται καὶ κύρια τὰ ἐγνωσμένα.
というのも、このようにして決定された事柄は完全なものとなり、効力を持つようになるからだ。
§21ταῦτα μὲν δή σοι τὰ ἐν τῇ ἐκκλησίᾳ.
これが民会での出来事だ。
ἐγὼ δέ, οὗπερ ἀφίγμην ἕνεκα, τῷ Τειρεσίᾳ προσελθὼν ἱκέτευον αὐτὸν τὰ πάντα διηγησάμενος εἰπεῖν πρός με ποῖόν τινα ἡγεῖται τὸν ἄριστον βίον.
しかし私は、自分がやって来た目的のために、テイレイシアスに近づき、すべての事情を語った上で、彼がどのような生き方を最善のものと考えているか、私に語ってくれるよう懇願した。
ὁ δὲ γελάσας — ἔστι δὲ τυφλόν τι γερόντιον καὶ ὠχρὸν καὶ λεπτόφωνον —
Ὦ τέκνον,
φησί,
τήν μὲν αἰτίαν οἶδά σοι τῆς ἀπορίας ὅτι παρὰ τῶν σοφῶν ἐγένετο οὐ ταὐτὰ γιγνωσκόντων ἑαυτοῖς·
すると彼は笑ったが――彼は盲目で、青白く、か細い声をした小さな老人なのだが―― わが子よ、と彼は言った、お前の困惑の原因は分かっている。 それは、互いに意見の合わない知者たちから生じたのだ。
ἀτὰρ οὐ θέμις λέγειν πρὸς σέ·
しかし、お前に語ることは神法に反する。
ἀπείρηται γὰρ ὑπὸ τοῦ Ῥαδαμάνθυος.
ラダマンテュスによって禁じられているからだ。
μηδαμῶς,
ἔφην,
ὦ πατέριον, ἀλλʼ εἰπὲ καὶ μὴ περιίδῃς με σοῦ τυφλότερον περιιόντα ἐν τῷ βίῳ.
そんなことを言わずに、と私は言った、お父さん、どうか語ってください。 私が人生において、あなた以上に盲目になって歩き回るのを放置しないでください。
ὁ δὲ δή με ἀπαγαγὼν καὶ πολὺ τῶν ἄλλων ἀποσπάσας ἤρεμα προσκύψας πρὸς τὸ οὖς φησίν,
ὁ τῶν ἰδιωτῶν ἄριστος βίος, καὶ σωφρονέστερος παυσάμενος τοῦ μετεωρολογεῖν καὶ τέλη καὶ ἀρχὰς ἐπισκοπεῖν καὶ καταπτύσας τῶν σοφῶν τούτων συλλογισμῶν καὶ τὰ τοιαῦτα λῆρον ἡγησάμενος τοῦτο μόνον ἐξ ἅπαντος θηράσῃ, ὅπως τὸ παρὸν εὖ θέμενος παραδράμῃς γελῶν τὰ πολλὰ καὶ περὶ μηδὲν ἐσπουδακώς.
すると彼は私を連れ出し、他の者たちから遠く引き離して、静かに私の耳元にかがみ込んで言った、普通の生活こそが最善であり、より健全なものだ。 天上のことを詮索することや、終わりと初めを調べ上げることをやめ、これらの賢者たちの三段論法に唾を吐きかけ、そのようなことをくだらない戯言と考えて、あらゆることの中でただこれだけを追い求めよ。 すなわち、現在をうまく整えて、大抵のことは笑い飛ばし、何事にも真面目になりすぎずに通り過ぎていくことを。
"ὣς εἰπὼν πάλιν ὦρτο κατʼ ἀσφοδελὸν λειμῶνα. "
そう語って、彼は再びアスフォデロスの咲く野原へと去っていった。
§22ἐγὼ δὲ — καὶ γὰρ ἤδη ὀψὲ ἦν —
ἄγε δή, ὦ Μιθροβαρζάνη,
φημί,
τί διαμέλλομεν καὶ οὐκ ἄπιμεν αὖθις εἰς τὸν βίον;
しかし私は――というのもすでに遅い時間だったからだが―― さあ、ミトロバルザネス、と言った、なぜ私たちはためらっているのですか。 なぜ再びあの生に戻らないのですか。
ὁ δὲ πρὸς ταῦτα,
θάρρει,
φησίν,
ὦ Μένιππε·
すると彼はこれに対して言った、安心しなさい、と彼は言った、メニッポス。
ταχεῖαν γάρ σοι καὶ ἀπράγμονα ὑποδείξω ἀτραπόν.
君に迅速で面倒のない小道を教えてあげよう。
καὶ δὴ ἀγαγών με πρός τι χωρίον τοῦ ἄλλου ζοφερώτερον δείξας τῇ χειρὶ πόρρωθεν ἀμαυρὸν καὶ λεπτὸν ὥσπερ διὰ κλειθρίας φῶς εἰσρέον,
ἐκεῖνο,
ἔφη,
ἐστὶν τὸ ἱερὸν τὸ Τροφωνίου, κἀκεῖθεν κατίασιν οἱ ἀπὸ Βοιωτίας.
そして、彼は私を他のどの場所よりも暗いある場所へと連れて行き、遠くから、鍵穴を通して流れ込むかのような、かすかで細い光を指し示して、あれが、と彼は言った、トロポニオスの神殿だ。 ボイオティアから来る者たちはそこから下りてくる。
ταύτην οὖν ἄνιθι καὶ εὐθὺς ἔσῃ ἐπὶ τῆς Ἑλλάδος.
だから、ここを上っていきなさい。 そうすれば、すぐにギリシアの地に出るだろう。
ἡσθεὶς δὲ τοῖς εἰρημένοις ἐγὼ καὶ τὸν μάγον ἀσπασάμενος χαλεπῶς μάλα διὰ τοῦ στομίου ἀνερπύσας οὐκ οἶδʼ ὅπως ἐν Λεβαδείᾳ γίγνομαι.
私はその言葉を喜んで、魔術師に挨拶を送ると、その穴を通って極めて苦労して這い登り、どういうわけかレバデイアに到着していたのだ。