Humanitext Reader

琉善 · 美尼普斯或亡灵书 §18-22

惩处富人的决议与泰瑞西阿斯的教诲及归途

第 7 段,共 7 段 · 希腊语

内容简介

门尼普斯讲述了苏格拉底和迪奥根尼在冥界的近况,并分享了一项针对富人、惩罚其转世为驴受役使的大会决议。最后,他从预言家泰瑞西阿斯处获得“安于当下、过平凡生活”的教诲,并在术士的引导下返回人间。

§18Φίλος ἄτοπα διηγῇ τὰ περὶ τῶν βασιλέων καὶ μικροῦ δεῖν ἄπιστα.
朋友你讲述的关于国王们的事情真是奇特,几乎令人难以置信。
τί δὲ ὁ Σωκράτης ἔπραττεν καὶ Διογένης καὶ εἴ τις ἄλλος τῶν σοφῶν;
那么苏格拉底、迪奥根尼以及其他智者们在做什么呢?
Μένιππος ὁ μὲν Σωκράτης κἀκεῖ περίεισιν διελέγχων ἅπαντας· σύνεστι δʼ αὐτῷ Παλαμήδης καὶ Ὀδυσσεὺς καὶ Νέστωρ καὶ εἴ τις ἄλλος λάλος νεκρός.
门尼普斯苏格拉底在那边也四处走动,驳斥所有人;与他在一起的有帕拉墨得斯、奥德修斯、内斯托尔,以及其他任何爱说话的死者。
ἔτι μέντοι ἐπεφύσητο αὐτῷ καὶ διῳδήκει ἐκ τῆς φαρμακοποσίας τὰ σκέλη.
不过,由于服用了毒药,他的双腿依然肿胀着。
ὁ δὲ βέλτιστος Διογένης παροικεῖ μὲν Σαρδαναπάλλῳ τῷ Ἀσσυρίῳ καὶ Μίδᾳ τῷ Φρυγὶ καὶ ἄλλοις τισὶ τῶν πολυτελῶν· ἀκούων δὲ οἰμωζόντων αὐτῶν καὶ τὴν παλαιὰν τύχην ἀναμετρουμένων γελᾷ τε καὶ τέρπεται, καὶ τὰ πολλὰ ὕπτιος κατακείμενος ᾄδει μάλα τραχείᾳ καὶ ἀπηνεῖ τῇ φωνῇ τὰς οἰμωγὰς αὐτῶν ἐπικαλύπτων, ὥστε ἀνιᾶσθαι τοὺς ἄνδρας καὶ διασκέπτεσθαι μετοικεῖν οὐ φέροντας τὸν Διογένην.
而那位伟大的迪奥根尼,则与亚述人萨尔丹纳帕拉司、弗里吉亚人米达斯,以及其他几个生活奢侈的人住在一起;听着他们哀叹并追忆往昔的命运,他就大笑并引以为乐,而且他大多时候仰卧着,用极其粗哑而不和悦的声音唱歌,以盖过他们的哀叹声,以致那些人痛苦不堪,因无法忍受迪奥根尼而商量着搬家。
§19Φίλος ταυτὶ μὲν ἱκανῶς·
朋友这些已经足够了。
τί δὲ τὸ ψήφισμα ἦν, ὅπερ ἐν ἀρχῇ ἔλεγες κεκυρῶσθαι κατὰ τῶν πλουσίων;
但是,你一开始提到过的那项针对富人的决议案,究竟是什么呢?
Μένιππος εὖ γε ὑπέμνησας· οὐ γὰρ οἶδʼ ὅπως περὶ τούτου λέγειν προθέμενος πάμπολυ ἀπεπλανήθην τοῦ λόγου.
门尼普斯你提醒得真好;因为我不知道怎么搞的,本来打算谈这件事,却把话讲得偏离了十万八千里。
διατρίβοντος γάρ μου παρʼ αὐτοῖς προὔθεσαν οἱ πρυτάνεις ἐκκλησίαν περὶ τῶν κοινῇ συμφερόντων· ἰδὼν οὖν πολλοὺς συνθέοντας ἀναμίξας ἐμαυτὸν τοῖς νεκροῖς εὐθὺς εἷς καὶ αὐτὸς ἦν τῶν ἐκκλησιαστῶν.
因为当我在他们那里逗留时,司事们召集了一次关于共同利益的公民大会;因此,我看到许多人一同跑去,便把自己混入死者之中,顿时我也成了大会成员之一。
διῳκήθη μὲν οὖν καὶ ἄλλα, τελευταῖον δὲ τὸ περὶ τῶν πλουσίων· ἐπεὶ γὰρ αὐτῶν κατηγόρητο πολλὰ καὶ δεινά, βία καὶ ἀλαζονεία καὶ ὑπεροψία καὶ ἀδικία, τέλος ἀναστάς τις τῶν δημαγωγῶν ἀνέγνω ψήφισμα τοιοῦτον. §20Ψήφισμα ἐπειδὴ πολλὰ καὶ παράνομα οἱ πλούσιοι δρῶσι παρὰ τὸν βίον ἁρπάζοντες καὶ βιαζόμενοι καὶ πάντα τρόπον τῶν πενήτων καταφρονοῦντες, δεδόχθω τῇ βουλῇ καὶ τῷ δήμῳ, ἐπειδὰν ἀποθάνωσι, τὰ μὲν σώματα αὐτῶν κολάζεσθαι καθάπερ καὶ τὰ τῶν ἄλλων πονηρῶν, τὰς δὲ ψυχὰς ἀναπεμφθείσας ἄνω εἰς τὸν βίον καταδύεσθαι εἰς τοὺς ὄνους, ἄχρις ἂν ἐν τῷ τοιούτῳ διαγάγωσι μυριάδας ἐτῶν πέντε καὶ εἴκοσιν, ὄνοι ἐξ ὄνων γιγνόμενοι καὶ ἀχθοφοροῦντες καὶ ὑπὸ τῶν πενήτων ἐλαυνόμενοι, τοὐντεῦθεν δὲ λοιπὸν ἐξεῖναι αὐτοῖς ἀποθανεῖν.
于是,其他事务也处理完毕,最后讨论的是关于富人的提案;因为在他们被指控了许多可怕的罪行——暴力、傲慢、目中无人和不义之后,终于有一位民粹领袖站起来,宣读了如下的决议案:决议案鉴于富人在一生中犯下了许多违法行为,掠夺、施暴,并以各种方式藐视穷人,议会和公民大会特此决议:当他们死去时,其肉体将与其余恶人一样受到惩罚,而他们的灵魂则被遣返回上方的生命中,进入驴子的身体,直到在那种状态下度过二十五万年,作为驴子生出的驴子,驮运重物并被穷人驱赶,在此之后,才允许他们最终死去。
εἶπε τὴν γνώμην Κρανίων Σκελετίωνος Νεκυσιεὺς φυλῆς Ἀλιβαντίδος.
提议人:阿利班提斯部落、内居希亚区的斯克勒提翁之子克拉尼翁。
Τούτου ἀναγνωσθέντος τοῦ ψηφίσματος ἐπεψήφισαν μὲν αἱ ἀρχαί, ἐπεχειροτόνησε δὲ τὸ πλῆθος καὶ ἐβριμήσατο ἡ Βριμὼ καὶ ὑλάκτησεν ὁ Κέρβερος· οὕτω γὰρ ἐντελῆ γίγνεται καὶ κύρια τὰ ἐγνωσμένα.
此项决议案宣读完毕后,官员们予以投票表决,大众举手赞成,布里莫发出怒吼,刻耳柏洛斯狂吠起来;因为只有这样,通过的决议才能完备并具有法律效力。
§21ταῦτα μὲν δή σοι τὰ ἐν τῇ ἐκκλησίᾳ.
这就是在公民大会上发生的事。
ἐγὼ δέ, οὗπερ ἀφίγμην ἕνεκα, τῷ Τειρεσίᾳ προσελθὼν ἱκέτευον αὐτὸν τὰ πάντα διηγησάμενος εἰπεῖν πρός με ποῖόν τινα ἡγεῖται τὸν ἄριστον βίον.
而我为了我前来的目的,走向泰瑞西阿斯,向他讲述了所有事情,恳求他告诉我,他认为什么样的生活才是最好的生活。
ὁ δὲ γελάσας — ἔστι δὲ τυφλόν τι γερόντιον καὶ ὠχρὸν καὶ λεπτόφωνον — Ὦ τέκνον, φησί, τήν μὲν αἰτίαν οἶδά σοι τῆς ἀπορίας ὅτι παρὰ τῶν σοφῶν ἐγένετο οὐ ταὐτὰ γιγνωσκόντων ἑαυτοῖς· ἀτὰρ οὐ θέμις λέγειν πρὸς σέ· ἀπείρηται γὰρ ὑπὸ τοῦ Ῥαδαμάνθυος.
他笑了笑——他是一个双目失明、面色苍白、声音尖细的小老头—— 『孩子,』他说,『我知道你困惑的原因,那是因为那些意见不一的智者们所致;但是,对你说明这事是不合神法的;因为拉达曼迪斯已经禁止了。
μηδαμῶς, ἔφην, ὦ πατέριον, ἀλλʼ εἰπὲ καὶ μὴ περιίδῃς με σοῦ τυφλότερον περιιόντα ἐν τῷ βίῳ.
』『千万别这样说,』我说,『老爸爸,请告诉我吧,不要袖手旁观,让我在这世上走动时比你还要盲目。
ὁ δὲ δή με ἀπαγαγὼν καὶ πολὺ τῶν ἄλλων ἀποσπάσας ἤρεμα προσκύψας πρὸς τὸ οὖς φησίν, ὁ τῶν ἰδιωτῶν ἄριστος βίος, καὶ σωφρονέστερος παυσάμενος τοῦ μετεωρολογεῖν καὶ τέλη καὶ ἀρχὰς ἐπισκοπεῖν καὶ καταπτύσας τῶν σοφῶν τούτων συλλογισμῶν καὶ τὰ τοιαῦτα λῆρον ἡγησάμενος τοῦτο μόνον ἐξ ἅπαντος θηράσῃ, ὅπως τὸ παρὸν εὖ θέμενος παραδράμῃς γελῶν τὰ πολλὰ καὶ περὶ μηδὲν ἐσπουδακώς.
』于是他把我领开,远远地避开其他人,轻轻地凑近我的耳边说:『平民的生活才是最好的,也是更明智的。 停止探究天象、审视终始,唾弃这些智者们的推论,并视此类事物为胡言乱语,你在万事中只需寻求这一件事:如何安顿好当下,大多时候笑着走过,不对任何事物过于执着。
"ὣς εἰπὼν πάλιν ὦρτο κατʼ ἀσφοδελὸν λειμῶνα. "
』说完这话,他又走回那满是阿斯福德罗的花原。
§22ἐγὼ δὲ — καὶ γὰρ ἤδη ὀψὲ ἦν — ἄγε δή, ὦ Μιθροβαρζάνη, φημί, τί διαμέλλομεν καὶ οὐκ ἄπιμεν αὖθις εἰς τὸν βίον;
而我——因为时间已经很晚了—— 『来吧,米特罗巴尔扎内斯,』我说,『我们还在磨蹭什么,为什么不重新回到人世去呢?
ὁ δὲ πρὸς ταῦτα, θάρρει, φησίν, ὦ Μένιππε· ταχεῖαν γάρ σοι καὶ ἀπράγμονα ὑποδείξω ἀτραπόν.
』他对这些话回答道:『放心吧,』他说,『门尼普斯;我将为你指一条快捷而省事的捷径。
καὶ δὴ ἀγαγών με πρός τι χωρίον τοῦ ἄλλου ζοφερώτερον δείξας τῇ χειρὶ πόρρωθεν ἀμαυρὸν καὶ λεπτὸν ὥσπερ διὰ κλειθρίας φῶς εἰσρέον, ἐκεῖνο, ἔφη, ἐστὶν τὸ ἱερὸν τὸ Τροφωνίου, κἀκεῖθεν κατίασιν οἱ ἀπὸ Βοιωτίας.
』于是,他带我来到一个比其他地方更黑暗的场所,用手指着远处像穿过钥匙孔般射进来的、一丝微弱而细小的光芒,『那就是,』他说,『托洛芬尼乌斯的神殿,从波奥提亚来的人就是从那里下来的。
ταύτην οὖν ἄνιθι καὶ εὐθὺς ἔσῃ ἐπὶ τῆς Ἑλλάδος.
所以,你就从这条路上去,很快就会到达希腊了。
ἡσθεὶς δὲ τοῖς εἰρημένοις ἐγὼ καὶ τὸν μάγον ἀσπασάμενος χαλεπῶς μάλα διὰ τοῦ στομίου ἀνερπύσας οὐκ οἶδʼ ὅπως ἐν Λεβαδείᾳ γίγνομαι.
』我听了这话非常高兴,向这位术士告别后,极费力地从那个狭窄的口子爬了上去,不知道怎么搞的,我就到了莱瓦迪亚。

词汇与语法注释

  1. 18μικροῦ δεῖν — 意为“几乎”、“差一点”的习惯表达。非人称动词 δεῖ 的不定式 δεῖν 作绝对不定式使用,与表示程度的属格 μικροῦ(微小的)连用,作为副词性短语修饰形容词 ἄπιστα。
  2. 18ἀκούων δὲ οἰμωζόντων αὐτῶν — 感官动词 ἀκούων(听见)支配属格以表示直接听到的对象;此处它支配属格代词 αὐτῶν(他们)及其补足性分词 οἰμωζόντων(哀叹)和 ἀναμετρουμένων(追忆),以表示直接听到他们的这些行为。
  3. 20δεδόχθω — 动词 δοκέω 的完了中动被动命令法第三人称单数。这是雅典官方决议案(政令)中使用的经典程式化表达(“特此决议”),支配其后的带冠词不定式结构以及不带冠词的说明性不定式从句 κολάζεσθαι 和 καταδύεσθαι。
  4. 21θηράσῃ — 动词 θηράω(追寻)的无定过去时主动虚拟法第二人称单数,起劝说或命令作用(“你应当追求”)。在此之前的这一系列无定过去时分词(παυσάμενος、καταπτύσας、ἡγησάμενος)皆修饰这一主动词,表示命令的前提行为。
  5. 21ὦρτο — 动词 ὄρνυμι(动身、离去)的史诗无定过去时中动直说法的第三人称单数形式(无增音)。此句直接引用自荷马史诗《奥德赛》(11.539,描述阿喀琉斯的灵魂穿过阿斯福德罗花原离去),增强了对史诗文风的戏仿效果。

引用这一段

琉善, 美尼普斯或亡灵书 §18-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg035.humanitext-grc2:18-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。