- 底本
- Lucian, Vol. 4. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg035.humanitext-grc2:18-22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
メニッポスは冥界でのソクラテスやディオゲネスの様子を語り、生前強欲だった富漢たちをロバに転生させる民会の決議を明かす。さらに予言者テイレイシアスから「凡人として現在を楽しんで生きるのが最善」との教えを受け、魔術師の案内で地上へと帰還する。
Φίλος ἄτοπα διηγῇ τὰ περὶ τῶν βασιλέων καὶ μικροῦ δεῖν1 ἄπιστα. τί δὲ ὁ Σωκράτης ἔπραττεν καὶ Διογένης καὶ εἴ τις ἄλλος τῶν σοφῶν; Μένιππος ὁ μὲν Σωκράτης κἀκεῖ περίεισιν διελέγχων ἅπαντας· σύνεστι δʼ αὐτῷ Παλαμήδης καὶ Ὀδυσσεὺς καὶ Νέστωρ καὶ εἴ τις ἄλλος λάλος νεκρός. ἔτι μέντοι ἐπεφύσητο αὐτῷ καὶ διῳδήκει ἐκ τῆς φαρμακοποσίας τὰ σκέλη. ὁ δὲ βέλτιστος Διογένης παροικεῖ μὲν Σαρδαναπάλλῳ τῷ Ἀσσυρίῳ καὶ Μίδᾳ τῷ Φρυγὶ καὶ ἄλλοις τισὶ τῶν πολυτελῶν· ἀκούων δὲ οἰμωζόντων αὐτῶν2 καὶ τὴν παλαιὰν τύχην ἀναμετρουμένων γελᾷ τε καὶ τέρπεται, καὶ τὰ πολλὰ ὕπτιος κατακείμενος ᾄδει μάλα τραχείᾳ καὶ ἀπηνεῖ τῇ φωνῇ τὰς οἰμωγὰς αὐτῶν ἐπικαλύπτων, ὥστε ἀνιᾶσθαι τοὺς ἄνδρας καὶ διασκέπτεσθαι μετοικεῖν οὐ φέροντας τὸν Διογένην.
友君が語る王たちの話は奇妙で、もう少しで信じられないほどだ。では、ソクラテスやディオゲネス、また他に誰か知者たちがいたら、どうしているかね。 メニッポス ソクラテスはあちらでも、すべての人を論駁しながら歩き回っている。そして、パラメデスやオデュッセウス、ネストル、また他に誰かおしゃべりな死者がいれば、彼と一緒にいる。もっとも、毒人参の服用によって、彼の脚はまだ膨れ、むくんだままだがね。一方、かの立派なディオゲネスは、アッシリア人のサルダナパロスや、フリュギア人のミダス、その他何人かの贅沢者たちの近所に住んでいる。そして、彼らが嘆き悲しみ、かつての幸運を思い返しているのを聞いては、笑って楽しんでいる。そして大抵は、仰向けに寝そべりながら、極めて耳障りで不快な声で歌を歌って彼らの嘆き声をかき消し、その結果、あの男たちは苦痛を感じ、ディオゲネスに耐えかねて引っ越しを相談し合うほどなのだ。
Φίλος ταυτὶ μὲν ἱκανῶς· τί δὲ τὸ ψήφισμα ἦν, ὅπερ ἐν ἀρχῇ ἔλεγες κεκυρῶσθαι κατὰ τῶν πλουσίων; Μένιππος εὖ γε ὑπέμνησας· οὐ γὰρ οἶδʼ ὅπως περὶ τούτου λέγειν προθέμενος πάμπολυ ἀπεπλανήθην τοῦ λόγου. διατρίβοντος γάρ μου παρʼ αὐτοῖς προὔθεσαν οἱ πρυτάνεις ἐκκλησίαν περὶ τῶν κοινῇ συμφερόντων· ἰδὼν οὖν πολλοὺς συνθέοντας ἀναμίξας ἐμαυτὸν τοῖς νεκροῖς εὐθὺς εἷς καὶ αὐτὸς ἦν τῶν ἐκκλησιαστῶν. διῳκήθη μὲν οὖν καὶ ἄλλα, τελευταῖον δὲ τὸ περὶ τῶν πλουσίων· ἐπεὶ γὰρ αὐτῶν κατηγόρητο πολλὰ καὶ δεινά, βία καὶ ἀλαζονεία καὶ ὑπεροψία καὶ ἀδικία, τέλος ἀναστάς τις τῶν δημαγωγῶν ἀνέγνω ψήφισμα τοιοῦτον.
友その話はもう十分だ。ところで、君が最初に富漢たちに対して可決されたと言っていた、あの決議案は何だったのかね。 メニッポス よくぞ思い出させてくれた。それについて話すつもりだったのに、どういうわけか話がすっかり脱線してしまっていたのだ。 というのも、私が彼らのところで時を過ごしていたとき、司事会が共通の利益に関する民会を公示したのだ。そこで、多くの者が一緒に走っていくのを見て、私自身も死者たちに交じると、すぐに私自身も民会出席者の一人となった。こうして他の事柄も処理されたが、最後には富漢たちに関する件になった。彼らに対して、暴力、慢心、傲慢、不義など、多くの恐ろしい告発がなされた後、ついに民衆指導者の一人が立ち上がって、次のような決議案を読み上げたのだ。
Ψήφισμα ἐπειδὴ πολλὰ καὶ παράνομα οἱ πλούσιοι δρῶσι παρὰ τὸν βίον ἁρπάζοντες καὶ βιαζόμενοι καὶ πάντα τρόπον τῶν πενήτων καταφρονοῦντες, δεδόχθω3 τῇ βουλῇ καὶ τῷ δήμῳ, ἐπειδὰν ἀποθάνωσι, τὰ μὲν σώματα αὐτῶν κολάζεσθαι καθάπερ καὶ τὰ τῶν ἄλλων πονηρῶν, τὰς δὲ ψυχὰς ἀναπεμφθείσας ἄνω εἰς τὸν βίον καταδύεσθαι εἰς τοὺς ὄνους, ἄχρις ἂν ἐν τῷ τοιούτῳ διαγάγωσι μυριάδας ἐτῶν πέντε καὶ εἴκοσιν, ὄνοι ἐξ ὄνων γιγνόμενοι καὶ ἀχθοφοροῦντες καὶ ὑπὸ τῶν πενήτων ἐλαυνόμενοι, τοὐντεῦθεν δὲ λοιπὸν ἐξεῖναι αὐτοῖς ἀποθανεῖν. εἶπε τὴν γνώμην Κρανίων Σκελετίωνος Νεκυσιεὺς φυλῆς Ἀλιβαντίδος. Τούτου ἀναγνωσθέντος τοῦ ψηφίσματος ἐπεψήφισαν μὲν αἱ ἀρχαί, ἐπεχειροτόνησε δὲ τὸ πλῆθος καὶ ἐβριμήσατο ἡ Βριμὼ καὶ ὑλάκτησεν ὁ Κέρβερος· οὕτω γὰρ ἐντελῆ γίγνεται καὶ κύρια τὰ ἐγνωσμένα.
決議案 富漢たちは生涯において、奪い、暴力を振るい、あらゆる方法で貧者を侮蔑して、多くの不法な行いをしておるので、評議会と民会は次の通り決議する。すなわち、彼らが死んだときには、その身体は他の悪人たちと同様に罰せられ、その魂は上の生へと送り返され、ロバの中に潜り込み、そのような状態で二十五万年を過ごすまで、ロバから生まれるロバとなり、重荷を運び、貧者たちによって追われるものとすること。その後は、ようやく彼らが死ぬことを許されるものとする。 提案者は、アリバンティス部族、ネキュシア区の、スケレティオンの子クラニオン。 この決議案が読み上げられると、役人たちは投票に付し、民衆は手を挙げて承認し、ブリモは唸り声をあげ、ケルベロスは吠え立てた。というのも、このようにして決定された事柄は完全なものとなり、効力を持つようになるからだ。
ταῦτα μὲν δή σοι τὰ ἐν τῇ ἐκκλησίᾳ. ἐγὼ δέ, οὗπερ ἀφίγμην ἕνεκα, τῷ Τειρεσίᾳ προσελθὼν ἱκέτευον αὐτὸν τὰ πάντα διηγησάμενος εἰπεῖν πρός με ποῖόν τινα ἡγεῖται τὸν ἄριστον βίον. ὁ δὲ γελάσας — ἔστι δὲ τυφλόν τι γερόντιον καὶ ὠχρὸν καὶ λεπτόφωνον — Ὦ τέκνον, φησί, τήν μὲν αἰτίαν οἶδά σοι τῆς ἀπορίας ὅτι παρὰ τῶν σοφῶν ἐγένετο οὐ ταὐτὰ γιγνωσκόντων ἑαυτοῖς· ἀτὰρ οὐ θέμις λέγειν πρὸς σέ· ἀπείρηται γὰρ ὑπὸ τοῦ Ῥαδαμάνθυος. μηδαμῶς, ἔφην, ὦ πατέριον, ἀλλʼ εἰπὲ καὶ μὴ περιίδῃς με σοῦ τυφλότερον περιιόντα ἐν τῷ βίῳ. ὁ δὲ δή με ἀπαγαγὼν καὶ πολὺ τῶν ἄλλων ἀποσπάσας ἤρεμα προσκύψας πρὸς τὸ οὖς φησίν, ὁ τῶν ἰδιωτῶν ἄριστος βίος, καὶ σωφρονέστερος παυσάμενος τοῦ μετεωρολογεῖν καὶ τέλη καὶ ἀρχὰς ἐπισκοπεῖν καὶ καταπτύσας τῶν σοφῶν τούτων συλλογισμῶν καὶ τὰ τοιαῦτα λῆρον ἡγησάμενος τοῦτο μόνον ἐξ ἅπαντος θηράσῃ,4 ὅπως τὸ παρὸν εὖ θέμενος παραδράμῃς γελῶν τὰ πολλὰ καὶ περὶ μηδὲν ἐσπουδακώς. "ὣς εἰπὼν πάλιν ὦρτο5 κατʼ ἀσφοδελὸν λειμῶνα."
これが民会での出来事だ。しかし私は、自分がやって来た目的のために、テイレイシアスに近づき、すべての事情を語った上で、彼がどのような生き方を最善のものと考えているか、私に語ってくれるよう懇願した。すると彼は笑ったが――彼は盲目で、青白く、か細い声をした小さな老人なのだが――わが子よ、と彼は言った、お前の困惑の原因は分かっている。それは、互いに意見の合わない知者たちから生じたのだ。しかし、お前に語ることは神法に反する。ラダマンテュスによって禁じられているからだ。 そんなことを言わずに、と私は言った、お父さん、どうか語ってください。私が人生において、あなた以上に盲目になって歩き回るのを放置しないでください。 すると彼は私を連れ出し、他の者たちから遠く引き離して、静かに私の耳元にかがみ込んで言った、普通の生活こそが最善であり、より健全なものだ。天上のことを詮索することや、終わりと初めを調べ上げることをやめ、これらの賢者たちの三段論法に唾を吐きかけ、そのようなことをくだらない戯言と考えて、あらゆることの中でただこれだけを追い求めよ。すなわち、現在をうまく整えて、大抵のことは笑い飛ばし、何事にも真面目になりすぎずに通り過ぎていくことを。 そう語って、彼は再びアスフォデロスの咲く野原へと去っていった。
ἐγὼ δὲ — καὶ γὰρ ἤδη ὀψὲ ἦν — ἄγε δή, ὦ Μιθροβαρζάνη, φημί, τί διαμέλλομεν καὶ οὐκ ἄπιμεν αὖθις εἰς τὸν βίον; ὁ δὲ πρὸς ταῦτα, θάρρει, φησίν, ὦ Μένιππε· ταχεῖαν γάρ σοι καὶ ἀπράγμονα ὑποδείξω ἀτραπόν. καὶ δὴ ἀγαγών με πρός τι χωρίον τοῦ ἄλλου ζοφερώτερον δείξας τῇ χειρὶ πόρρωθεν ἀμαυρὸν καὶ λεπτὸν ὥσπερ διὰ κλειθρίας φῶς εἰσρέον, ἐκεῖνο, ἔφη, ἐστὶν τὸ ἱερὸν τὸ Τροφωνίου, κἀκεῖθεν κατίασιν οἱ ἀπὸ Βοιωτίας. ταύτην οὖν ἄνιθι καὶ εὐθὺς ἔσῃ ἐπὶ τῆς Ἑλλάδος. ἡσθεὶς δὲ τοῖς εἰρημένοις ἐγὼ καὶ τὸν μάγον ἀσπασάμενος χαλεπῶς μάλα διὰ τοῦ στομίου ἀνερπύσας οὐκ οἶδʼ ὅπως ἐν Λεβαδείᾳ γίγνομαι.
しかし私は――というのもすでに遅い時間だったからだが――さあ、ミトロバルザネス、と言った、なぜ私たちはためらっているのですか。なぜ再びあの生に戻らないのですか。 すると彼はこれに対して言った、安心しなさい、と彼は言った、メニッポス。君に迅速で面倒のない小道を教えてあげよう。 そして、彼は私を他のどの場所よりも暗いある場所へと連れて行き、遠くから、鍵穴を通して流れ込むかのような、かすかで細い光を指し示して、あれが、と彼は言った、トロポニオスの神殿だ。ボイオティアから来る者たちはそこから下りてくる。だから、ここを上っていきなさい。そうすれば、すぐにギリシアの地に出るだろう。 私はその言葉を喜んで、魔術師に挨拶を送ると、その穴を通って極めて苦労して這い登り、どういうわけかレバデイアに到着していたのだ。
- 18μικροῦ δεῖν
「もう少しで」「ほとんど」を意味する慣用表現。非人称動詞 δεῖ の不定詞 δεῖν が絶対不定詞的に機能し、関係属格 μικροῦ(わずかなことの)を伴って、主節の形容詞 ἄπιστα を修飾する副詞句として働いている。
- 18ἀκούων δὲ οἰμωζόντων αὐτῶν
知覚動詞 ἀκούων(聞く)は、直接聞いた内容を属格で取る性質があり、ここでは αὐτῶν(彼ら)とその補語である分詞 οἰμωζόντων(嘆いている)および ἀναμετρουμένων(振り返っている)の属格支配を導いている。
- 20δεδόχθω
動詞 δοκέω の完了中動受動命令法三人称単数。アテナイの公式な決議(政令)の文言に用いられる古典的な定型表現(「〜と決議されるべし」)であり、続く不定詞句 κολάζεσθαι および καταδύεσθαι の意味上の主語(魂および身体)を伴う対格不定法構文を支配している。
- 21θηράσῃ
動詞 θηράω(追い求める)のアオリスト接続法二人称単数で、強い命令・勧告(「追い求めよ」)を表す。その前の παυσάμενος(やめて)や καταπτύσας(唾を吐きかけて)などの一連のアオリスト分詞は、この主動詞に係り、命令の前提となる行為を表している。
- 21ὦρτο
動詞 ὄρνυμι(立ち上がる、去る)の叙事詩的アオリスト中動受動直説法三人称単数(加音のない形)。ホメロスの『オデュッセイア』11巻539行(「アキレウスの魂がアスフォデロスの野原を立ち去った」)からの直接の引用であり、冥界のパロディとしての雰囲気を高めている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
