§1Ἀνάχαρσις
ταῦτα δὲ ὑμῖν, ὦ Σόλων, τίνος ἕνεκα οἱ νέοι ποιοῦσιν;
アナカルシス:「ソロンよ、若者たちは何のためにこのようなことをしているのですか。
οἱ μὲν αὐτῶν περιπλεκόμενοι ἀλλήλους ὑποσκελίζουσιν, οἱ δὲ ἄγχουσι καὶ λυγίζουσι καὶ ἐν τῷ πηλῷ συναναφύρονται κυλινδούμενοι ὥσπερ σύες.
彼らのうち、ある者は組み合って互いに足を払い、別の者は首を絞めたり体をねじ曲げたり、泥の中で豚のように転げ回って一緒になって汚れています。
καίτοι κατʼ ἀρχὰς εὐθὺς ἀποδυσάμενοι — ἑώρων γάρ — λίπα τε ἠλείψαντο καὶ κατέψησε μάλα εἰρηνικῶς ἅτερος τὸν ἕτερον ἐν τῷ μέρει.
しかも、最初は裸になるやいなや――私は見ていたのですが――油をたっぷりと塗り、極めて穏やかに交代で互いに相手の体をさすり合っていたのです。
μετὰ δὲ οὐκ οἶδʼ ὅ τι παθόντες ὠθοῦσί τε ἀλλήλους συννενευκότες καὶ τὰ μέτωπα συναράττουσιν ὥσπερ οἱ κριοί.
ところがその後、どうした風の吹き回しか、頭を下げて互いに押し合い、雄羊のように額をぶつけ合っています。
καὶ ἢν ἰδοὺ ἀράμενος ἐκεινοσὶ τὸν ἕτερον ἐκ τοῖν σκελοῖν ἀφῆκεν εἰς τὸ ἔδαφος, εἶτʼ ἐπικαταπεσὼν ἀνακύπτειν οὐκ ἐᾷ, συνωθῶν κάτω εἰς τὸν πηλόν·
ほらご覧なさい、あそこの男が相手の両脚を抱え上げて地面に叩きつけ、それからその上に覆いかぶさって、泥の中に押し込み、起き上がるのを許しません。
τέλος δὲ ἤδη περιπλέξας αὐτῷ τὰ σκέλη κατὰ τὴν γαστέρα τὸν πῆχυν ὑποβαλὼν τῷ λαιμῷ ἄγχει ἄθλιον, ὁ δὲ παρακροτεῖ εἰς τὸν ὦμον, ἱκετεύων οἶμαι, ὡς μὴ τέλεον ἀποπνιγείη.
ついに相手の腹のあたりに自分の脚を絡みつかせ、喉の下に前腕を差し込んで、その哀れな男の首を絞めています。 相手は、完全に窒息してしまわないように懇願しているのでしょう、肩を軽く叩いています。
καὶ οὐδὲ τοῦ ἐλαίου ἕνεκα φείδονται μὴ μολύνεσθαι, ἀλλʼ ἀφανίσαντες τὸ χρῖσμα καὶ τοῦ βορβόρου ἀναπλησθέντες ἐν ἱδρῶτι ἅμα πολλῷ γέλωτα ἐμοὶ γοῦν παρέχουσιν ὥσπερ αἱ ἐγχέλυες ἐκ τῶν χειρῶν διολισθαίνοντες.
そして、油を塗ったからといって汚れるのを避けるわけでもなく、塗った油を台無しにして泥まみれになり、大量の汗を流しながら、まるで手から滑り落ちるウナギのように逃げ回って、私にとっては少なくとも笑い草になっています。
§2Ἀνάχαρσις
ἕτεροι δὲ ἐν τῷ αἰθρίῳ τῆς αὐλῆς τὸ αὐτὸ τοῦτο δρῶσιν, οὐκ ἐν πηλῷ οὗτοί γε, ἀλλὰ ψάμμον ταύτην βαθεῖαν ὑποβαλόμενοι ἐν τῷ ὀρύγματι πάττουσίν τε ἀλλήλους καὶ αὐτοὶ ἑκόντες ἐπαμῶνται τὴν κόνιν ἀλεκτρυόνων δίκην, ὡς ἀφυκτότεροι εἶεν ἐν ταῖς συμπλοκαῖς, οἶμαι, τῆς ψάμμου τὸν ὄλισθον ἀφαιρούσης καὶ βεβαιοτέραν ἐν ξηρῷ παρεχούσης τὴν ἀντίληψιν.
アナカルシス:別の者たちは中庭の野外でこれと全く同じことをしています。 ただし、彼らは泥の中ではなく、掘り抜いた穴の中にこの深い砂を敷いて、互いに砂を掛け合い、自ら進んで雄鶏のようにその塵を掻き寄せています。 これは、組み合う際により逃げにくくするためでしょう。 砂が滑りやすさを取り除き、乾いた状態で掴みどころをより確実に提供するからだと思います。
§3Ἀνάχαρσις
οἱ δὲ ὀρθοστάδην κεκονιμένοι καὶ αὐτοὶ παίουσιν ἀλλήλους προσπεσόντες καὶ λακτίζουσιν.
アナカルシス:また別の者たちは、立ったまま埃まみれになって、やはり互いに飛びかかって殴り合い、蹴り合っています。
οὑτοσὶ γοῦν καὶ τοὺς ὀδόντας ἔοικεν ἀποπτύσειν ὁ κακοδαίμων, οὕτως αἵματος αὐτῷ καὶ ψάμμου ἀναπέπλησται τὸ στόμα, πύξ, ὡς ὁρᾷς, παταχθέντος εἰς τὴν γνάθον.
ほら、あそこの不運な男は歯を吐き出しそうですよ。 ご覧のように、顎を拳で殴られたため、口の中が血と砂でいっぱいになっています。
ἀλλʼ οὐδὲ ὁ ἄρχων οὑτοσὶ διίστησιν αὐτοὺς καὶ λύει τὴν μάχην — τεκμαίρομαι γὰρ τῇ πορφυρίδι τῶν ἀρχόντων τινὰ τοῦτον εἶναι — ὁ δὲ καὶ ἐποτρύνει καὶ τὸν πατάξαντα ἐπαινεῖ.
それなのに、こちらの監督官――紫の衣を着ていることから監督官の一人だと推測するのですが――は彼らを引き離して喧嘩をやめさせようともせず、それどころか励まして、殴った方を褒め称えています。
§4Ἀνάχαρσις
ἄλλοι δὲ ἀλλαχόθι πάντες ἐγκονοῦσι καὶ ἀναπηδῶσιν ὥσπερ θέοντες ἐπὶ τοῦ αὐτοῦ μένοντες καὶ εἰς τὸ ἄνω συναλλόμενοι λακτίζουσιν τὸν ἀέρα.
アナカルシス:さらに他の者たちは、あちこちで誰もがせわしく動き回り、同じ場所にとどまりながら走るかのように跳びはね、上空に向かって跳び上がっては空気を蹴っています。
§5Ἀνάχαρσις
ταῦτα οὖν ἐθέλω εἰδέναι τίνος ἀγαθοῦ ἂν εἴη ποιεῖν·
アナカルシス:ですから、このようなことを行うのが、いったいどのような善いことのためになるのかを知りたいのです。
ὡς ἔμοιγε μανίᾳ μᾶλλον ἐοικέναι δοκεῖ τὸ πρᾶγμα, καὶ οὐκ ἔστιν ὅστις ἂν ῥᾳδίως μεταπείσειέ με ὡς οὐ παραπαίουσιν οἱ ταῦτα δρῶντες.
私には、この行いは狂気の沙汰にしか見えませんし、これを行っている者たちが正気を失っていないと、私を容易に説得できる者など誰もいないでしょう。
§6Σόλων
καὶ εἰκότως, ὦ Ἀνάχαρσι, τοιαῦτά σοι τὰ γιγνόμενα φαίνεται, ξένα γε ὄντα καὶ πάμπολυ τῶν Σκυθικῶν ἐθῶν ἀπᾴδοντα, καθάπερ καὶ ὑμῖν πολλὰ εἰκὸς εἶναι μαθήματα καὶ ἐπιτηδεύματα τοῖς Ἕλλησιν ἡμῖν ἀλλόκοτα εἶναι δόξαντα ἄν, εἴ τις ἡμῶν ὥσπερ σὺ νῦν ἐπισταίη αὐτοῖς.
ソロン:アナカルシスよ、あなたにその光景がそのように見えるのも当然のことです。 それらはあなたにとって見慣れぬものであり、スキタイの習俗とは大いにかけ離れているのですから。 同様に、もし私たちギリシア人の誰かが、現在のあなたのようにそちらの習俗を観察したなら、あなた方の多くの学びや習慣が奇妙に思えるに違いないのと同じことです。
πλὴν ἀλλὰ θάρρει, ὦγαθέ·
しかし、心配なさるな、友よ。
οὐ γὰρ μανία τὰ γιγνόμενά ἐστιν οὐδʼ ἐφʼ ὕβρει οὗτοι παίουσιν ἀλλήλους καὶ κυλίουσιν ἐν τῷ πηλῷ ἢ ἐπιπάττουσιν τὴν κόνιν, ἀλλʼ ἔχει τινὰ χρείαν οὐκ ἀτερπῆ τὸ πρᾶγμα καὶ ἀκμὴν οὐ μικρὰν ἐπάγει τοῖς σώμασιν·
この光景は狂気ではありません。 彼らは乱暴を働くために互いに殴り合い、泥の中で転げ回り、埃を掛け合っているのではありません。 この行いには不快ならぬ効用があり、身体に少なからぬ活力を与えるのです。
ἢν γοῦν ἐνδιατρίψῃς, ὥσπερ οἶμαί σε ποιήσειν, τῇ Ἑλλάδι, οὐκ εἰς μακρὰν εἷς καὶ αὐτὸς ἔσῃ τῶν πεπηλωμένων ἢ κεκονιμένων·
もしあなたが、そうするだろうと私が思うように、ギリシアにしばらく滞在するなら、遠からずあなた自身も泥や埃にまみれた者たちの一人になることでしょう。
οὕτω σοι τὸ πρᾶγμα ἡδύ τε ἅμα καὶ λυσιτελὲς εἶναι δόξει.
それほど、この行いはあなたにとって愉快であり、かつ有益であると思われるようになるはずです。
Ἀνάχαρσις
ἄπαγε, ὦ Σόλων, ὑμῖν ταῦτα γένοιτο τὰ ὠφέλιμα καὶ τερπνά, ἐμὲ δὲ εἴ τις ὑμῶν τοιοῦτό τι διαθείη, εἴσεται ὡς οὐ μάτην παρεζώσμεθα τὸν ἀκινάκην.
アナカルシス:とんでもない、ソロンよ。 そのような有益で愉快なことはあなた方にこそ起こればよいのです。 もしあなた方の誰かが私にそのようなことをしようものなら、私たちが腰に短剣を帯びているのが無駄ではないことを思い知るでしょう。
§7Ἀνάχαρσις
ἀτὰρ εἰπέ μοι, τί ὄνομα ἔθεσθε τοῖς γιγνομένοις, ἢ τί φῶμεν ποιεῖν αὐτούς;
アナカルシス:ところで教えてください、あなた方はこの行いに何という名前をつけたのですか。 あるいは、彼らは何をしていると言えばよいのでしょうか。
Σόλων
ὁ μὲν χῶρος αὐτός, ὦ Ἀνάχαρσι, γυμνάσιον ὑφʼ ἡμῶν ὀνομάζεται καὶ ἔστιν ἱερὸν Ἀπόλλωνος τοῦ Λυκείου.
ソロン:アナカルシスよ、この場所自体は、私たちによってギュムナシオンと呼ばれており、アポロン・リュケイオスの神域です。
καὶ τὸ ἄγαλμα δὲ αὐτοῦ ὁρᾷς, τὸν ἐπὶ τῇ στήλῃ κεκλιμένον, τῇ ἀριστερᾷ μὲν τὸ τόξον ἔχοντα, ἡ δεξιὰ δὲ ὑπὲρ τῆς κεφαλῆς ἀνακεκλασμένη ὥσπερ ἐκ καμάτου μακροῦ ἀναπαυόμενον δείκνυσι τὸν θεόν.
彼の彫像も見えますね。 記念柱に寄りかかり、左手には弓を持ち、右手は頭の上に曲げて置かれ、まるで長い疲労から休息しているかのように神の姿を示しています。