§13Ἀνάχαρσις
νὴ Δίʼ, ὦ Σόλων, καὶ ἐπιγελῶν γε προσέτι καὶ ἐπιχλευάζων·
アナーカルシス:「とんでもない、ソロンよ、それどころかさらに私は笑い、また嘲笑うことでしょう。
ἅπαντα γὰρ ὁπόσα κατηριθμήσω ἐκεῖνα, τὰς ἀρετὰς καὶ τὰς εὐεξίας καὶ τὰ κάλλη καὶ τόλμαν, ὁρῶ οὐδενὸς μεγάλου ἕνεκα παραπολλυμένας ὑμῖν, οὔτε πατρίδος κινδυνευούσης οὔτε χώρας πορθουμένης οὔτε φίλων ἢ οἰκείων πρὸς ὕβριν ἀπαγομένων.
というのも、あなたが列挙されたそれらのものすべて、すなわち美徳や強健さ、美しさや勇気が、何ら重大な目的のためでなく、あなたがたにおいて無駄に失われているのを私は見ているからです。 祖国が危険にさらされているわけでも、土地が荒らされているわけでも、友人や親族が非道にも連れ去られているわけでもないのに。
ὥστε τοσούτῳ γελοιότεροι ἂν εἶεν, ἄριστοι μέν, ὡς φής, ὄντες, μάτην δὲ τοσαῦτα πάσχοντες καὶ ταλαιπωρούμενοι καὶ αἰσχύνοντες τὰ κάλλη καὶ τὰ μεγέθη τῇ ψάμμῳ καὶ τοῖς ὑπωπίοις, ὡς μήλου καὶ κοτίνου ἐγκρατεῖς γένοιντο νικήσαντες.
したがって、彼らは、あなたが言うように最良の者たちでありながら、無駄にこれほどの苦痛を被り、苦難に耐え、砂や目の周りの青あざによってその美しさや体の大きさを損なっているのであるから、それだけいっそう滑稽であるに違いありません。 勝利して、りんごや野生オリーブを手に入れるために。
ἡδὺ γάρ μοι ἀεὶ μεμνῆσθαι τῶν ἄθλων τοιούτων ὄντων.
というのも、賞品がそのようなものであると常に記憶にとどめることは、私にとって愉快なことですから。
ἀτὰρ εἰπέ μοι, πάντες αὐτὰ λαμβάνουσιν οἱ ἀγωνισταί; Σόλων
οὐδαμῶς, ἀλλὰ εἷς ἐξ ἁπάντων, ὁ κρατήσας αὐτῶν. Ἀνάχαρσις
εἶτα, ὦ Σόλων, ἐπὶ τῷ ἀδήλῳ καὶ ἀμφιβόλῳ τῆς νίκης τοσοῦτοι πονοῦσι, καὶ ταῦτʼ εἰδότες ὅτι ὁ μὲν νικῶν εἷς ἔσται πάντως, οἱ δὲ ἡττώμενοι πάμπολλοι, μάτην ἄθλιοι πληγάς, οἱ δὲ καὶ τραύματα λαβόντες;
ところで教えてください、競技者全員がそれを手に入れるのですか」ソロン:「決してそうではない、彼らのうち勝利した一人、全員の中からただ一人だけだ」アナーカルシス:「それでは、ソロンよ、勝利という不確実で疑わしいもののために、これほど多くの者が苦労するのですか。 しかも、勝つ者は何としても一人だけであり、敗れる者は極めて多く、彼らは無駄に、哀れにも打撃を、あるいは傷さえも受けることになるのだと知りながら?
§14Σόλων
ἔοικας, ὦ Ἀνάχαρσι, μηδέπω ἐννενοηκέναι πολιτείας ὀρθῆς πέρι μηδέν·
」ソロン:「アナーカルシスよ、あなたは正しい国制についてまだ何も考えていないようですね。
οὐ γὰρ ἂν τὰ κάλλιστα τῶν ἐθῶν ἐν ψόγῳ ἐτίθεσο.
そうでなければ、最も優れた習慣を非難することはなかったでしょうから。
ἢν δέ σοι μελήσῃ ποτὲ εἰδέναι ὅπως ἂν τὰ κάλλιστα οἰκηθείη πόλις καὶ ὅπως ἂν ἄριστοι γένοιντο οἱ πολῖται αὐτῆς, ἐπαινέσῃ τότε καὶ τὰς ἀσκήσεις ταύτας καὶ τὴν φιλοτιμίαν ἣν φιλοτιμούμεθα περὶ αὐτάς, καὶ εἴσῃ ὅτι πολὺ τὸ χρήσιμον ἔχουσιν ἐγκαταμεμιγμένον τοῖς πόνοις, εἰ καὶ νῦν μάτην σπουδάζεσθαι δοκοῦσιν. Ἀνάχαρσις
καὶ μήν, ὦ Σόλων, κατʼ οὐδὲν ἄλλο ἀπὸ τῆς Σκυθίας ἥκω παρʼ ὑμᾶς τοσαύτην μὲν γῆν διοδεύσας, μέγαν δὲ τὸν Εὔξεινον καὶ δυσχείμερον περαιωθείς, ἢ ὅπως νόμους τε τοὺς Ἑλλήνων ἐκμάθοιμι καὶ ἔθη τὰ παρʼ ὑμῖν κατανοήσαιμι καὶ πολιτείαν τὴν ἀρίστην ἐκμελετήσαιμι.
しかし、もしあなたが、国家がどのようにして最もよく治められ、その市民がどのようにして最良になりうるかを知ることを、いつか気にかけるようになるならば、そのときにはあなたもこれらの鍛錬をも、また私たちがそれらに関して抱く名誉欲をも称賛するようになるでしょうし、たとえ今はこれらが無駄に熱中されているように思われるとしても、それらの苦労には多くの有用なものが混ざり合っていることを知るようになるでしょう」アナーカルシス:「まさにそれゆえ、ソロンよ、私がこれほど広大な土地を旅し、荒れていて嵐の多い大いなる黒海を渡って、スキティアからあなたがたのもとにやって来たのは、ギリシア人の法律を学び、あなたがたの習慣を理解し、最善の国制を深く研究するため、これ以外の目的のためではありません。
διὸ καὶ σὲ μάλιστα φίλον ἐξ ἁπάντων Ἀθηναίων καὶ ξένον προειλόμην κατὰ κλέος, ἐπείπερ ἤκουον νόμων τε συγγραφέα τινὰ εἶναι σε καὶ ἐθῶν τῶν ἀρίστων εὑρετὴν καὶ ἐπιτηδευμάτων ὠφελίμων εἰσηγητήν, καὶ ὅλως πολιτείας τινὸς συναρμοστήν.
それゆえ私は、アテナイ人全員の中からあなたを、その名声によって、最も大切な友であり賓客としてあらかじめ選んだのです。 あなたが法律の制定者であり、最も優れた習慣の創始者であり、有益な活動の導入者であり、総じてある国制の組織者であると聞いていましたから。
ὥστε οὐκ ἂν φθάνοις διδάσκων με καὶ μαθητὴν ποιούμενος·
したがって、あなたは私に教え、私を弟子にすることを、およそ一刻も早く始めてください。
ὡς ἔγωγε ἡδέως ἂν ἄσιτός σοι καὶ ἄποτος παρακαθεζόμενος, εἰς ὅσον ἂν αὐτὸς διαρκοίης λέγων, κεχηνὼς ἐπακούοιμι περὶ πολιτείας τε καὶ νόμων διεξιόντος.
というのも、あなたが語り続ける限り、私は食べず飲まずであなたの傍らに座り、あなたが国制や法律について論じるのを、口を開けて熱心に聴き入るでしょうから」ソロン:「友よ、そのすべてを短時間で論じるのは容易なことではありません。
§15Σόλων
τὰ μὲν πάντα οὐ ῥᾴδιον, ὦ ἑταῖρε, διελθεῖν ἐν βραχεῖ, ἀλλὰ κατὰ μέρη ἐπιὼν εἴσῃ ἕκαστα, οἷα μὲν περὶ θεῶν, οἷα δὲ περὶ γονέων ἢ περὶ γάμων ἢ τῶν ἄλλων δοκεῖ ἡμῖν.
しかし、部分ごとに進んでいけば、神々について、親について、婚姻について、あるいは他の事柄について、私たちがどのように考えているか、それぞれ知るようになるでしょう。
ἃ δὲ περὶ τῶν νέων γιγνώσκομεν καὶ ὅπως αὐτοῖς χρώμεθα, ἐπειδὰν πρῶτον ἄρξωνται συνιέναι τε τοῦ βελτίονος καὶ τῷ σώματι ἀνδρίζεσθαι καὶ ὑφίστασθαι τοὺς πόνους, ταῦτα ἤδη σοι διέξειμι, ὡς μάθοις οὗτινος χάριν τὰς ἀσκήσεις ταύτας προτεθείκαμεν αὐτοῖς καὶ διαπονεῖν τὸ σῶμα καταναγκάζομεν, οὐ μόνον ἕνεκα τῶν ἀγώνων, ὅπως τὰ ἆθλα δύναιντο ἀναιρεῖσθαι — ἐπʼ ἐκεῖνα μὲν γὰρ ὀλίγοι πάνυ ἐξ ἁπάντων χωροῦσιν — ἀλλὰ μεῖζόν τι ἁπάσῃ τῇ πόλει ἀγαθὸν ἐκ τούτου καὶ αὐτοῖς ἐκείνοις προσκτώμενοι.
しかし、若者たちについて私たちが考えていること、そして彼らがより優れたものを理解し始め、肉体において一人前になり、労苦に耐えうるようになる最初期に、私たちが彼らをどのように扱うかについては、今すぐあなたに詳しく説明しましょう。 それによって、私たちがどのような目的のためにこれらの鍛錬を彼らに課し、肉体を鍛え抜くよう強いるのかをあなたが知るように。 単に競技のため、彼らが賞品を獲得できるようにするためだけではなく――そのようなことには全員のうち極めて少数の者しか向かいませんから――それによって国家全体、そして彼ら自身にとっても、より大きな利益をここから獲得するためなのです。
κοινὸς γάρ τις ἀγὼν ἄλλος ἅπασι τοῖς ἀγαθοῖς πολίταις πρόκειται καὶ στέφανος οὐ πίτυος οὐδὲ κοτίνου ἢ σελίνων, ἀλλʼ ὃς ἐν αὑτῷ συλλαβὼν ἔχει τὴν ἀνθρώπου εὐδαιμονίαν, οἷον ἐλευθερίαν λέγω αὐτοῦ τε ἑκάστου ἰδίᾳ καὶ κοινῇ τῆς πατρίδος καὶ πλοῦτον καὶ δόξαν καὶ ἑορτῶν πατρίων ἀπόλαυσιν καὶ οἰκείων σωτηρίαν, καὶ συνόλως τὰ κάλλιστα ὧν ἄν τις εὔξαιτο γενέσθαι οἱ παρὰ τῶν θεῶν.
なぜなら、すべての善良な市民には、別の共通の競技が用意されており、その冠は松でも野生オリーブでもセロリでもなく、人間の幸福をその中にすべて包み込んでいるものだからです。 例えば、各個人の私的な自由および祖国共通の自由、富、名声、祖先伝来の祝祭を楽しむこと、親族の安全、そして総じて、神々から与えられるよう人が祈り求めるであろう最も美しいものすべてです。
ταῦτα πάντα τῷ στεφάνῳ ὅν φημι συναναπέπλεκται καὶ ἐκ τοῦ ἀγῶνος ἐκείνου περιγίγνεται ἐφʼ ὃν αἱ ἀσκήσεις αὗται καὶ οἱ πόνοι ἄγουσιν.
これらすべてが、私の言うあの冠にともに編み込まれており、これらの鍛錬と労苦が導くあの競技から得られるのです」