Humanitext Reader

ルキアノス · アナカルシス §38-40

スパルタの過酷な教育と翌日への対話延期

12 / 12 箇所 · ギリシア語

要旨

ソロンはアテナイに続きスパルタの過酷な教育・身体訓練の効用を説くが、アナカルシスはそれに強い懐疑を示す。最後にソロンは次の機会にスキュティアの若者教育について説明するよう求め、対話を翌日に延期して二人は散会する。

§38Σόλων ἐπεὶ δὲ φής, ὦ Ἀνάχαρσι, καὶ τὴν ἄλλην Ἑλλάδα ἐπελεύσεσθαι, μέμνησο ἤν ποτε καὶ εἰς Λακεδαίμονα ἔλθῃς, μὴ καταγελάσαι μηδὲ ἐκείνων μηδὲ οἴεσθαι μάτην πονεῖν αὐτούς, ὁπόταν ἢ σφαίρας πέρι ἐν τῷ θεάτρῳ συμπεσόντες παίωσιν ἀλλήλους ἢ εἰς χωρίον εἰσελθόντες ὕδατι περιγεγραμμένον, εἰς φάλαγγα διαστάντες, τὰ πολεμίων ἀλλήλους ἐργάζωνται γυμνοὶ καὶ αὐτοί, ἄχρις ἂν ἐκβάλωσι τοῦ περιγράμματος τὸ ἕτερον σύνταγμα οἱ ἕτεροι, τοὺς κατὰ Λυκοῦργον οἱ καθʼ Ἡρακλέα ἢ ἔμπαλιν, συνωθοῦντες εἰς τὸ ὕδωρ·
Σόλων アナカルシスよ、お前がギリシアの他の土地をも巡るつもりだと言うのだから、もし万一ラケダイモン(スパルタ)へ行くことがあっても、彼らをあざ笑ったり、彼らが無駄に労苦していると考えたりしないよう、心に留めておきなさい。 彼らが、劇場でボールをめぐって衝突し合って殴り合っているとき、あるいは、水で囲まれた場所に侵入し、隊列に分かれて、彼ら自身も裸で互いに敵対的な行為をし合い、一方の陣営が他方の陣営(ヘラクレスの名を冠した者たちがリュクルゴスの名を冠した者たちを、あるいはその逆)を、水の中に押し込みながら、囲みの外へ追い出すまで。
τὸ γὰρ ἀπὸ τούτου εἰρήνη λοιπὸν καὶ οὐδεὶς ἂν ἔτι παίσειε.
なぜなら、これ以降は残りの時間は平和となり、もはや誰も殴ることはないからだ。
μάλιστα δὲ ἢν ὁρᾷς μαστιγουμένους αὐτοὺς ἐπὶ τῷ βωμῷ καὶ αἵματι ῥεομένους, πατέρας δὲ καὶ μητέρας παρεστώσας οὐχ ὅπως ἀνιωμένας ἐπὶ τοῖς γιγνομένοις ἀλλὰ καὶ ἀπειλούσας, εἰ μὴ ἀντέχοιεν πρὸς τὰς πληγάς, καὶ ἱκετευούσας ἐπὶ μήκιστον διαρκέσαι πρὸς τὸν πόνον καὶ ἐγκαρτερῆσαι τοῖς δεινοῖς.
そして特に、彼らが祭壇のところで鞭打たれ、血を流しているのを見るとき、また、父親や母親たちが傍らに立って、起こっていることに悲しむどころか、むしろ彼らが打撃に耐えかねるなら脅しさえし、その労苦にできるだけ長く耐え抜き、恐るべき苦痛に堪え忍ぶよう懇願しているのを見るとき。
πολλοὶ γοῦν καὶ ἐναπέθανον τῷ ἀγῶνι μὴ ἀξιώσαντες ἀπαγορεῦσαι ζῶντες ἔτι ἐν ὀφθαλμοῖς τῶν οἰκείων μηδὲ εἶξαι τοῖς σώμασιν·
実際、多くの者が、身内の目の前でまだ生きているうちに屈することをよしとせず、また肉体的に降伏することをよしとせずに、その闘いの中で死んでいったのだ。
ὧν καὶ τοὺς ἀνδριάντας ὄψει τιμωμένους δημοσίᾳ ὑπὸ τῆς Σπάρτης ἀνασταθέντας.
彼らの像が、スパルタによって公に栄誉を称えられて建てられているのを、お前も目にするだろう。
Ὅταν τοίνυν ὁρᾷς κἀκεῖνα, μήτε μαίνεσθαι ὑπολάβῃς αὐτοὺς μήτε εἴπῃς, ὡς οὐδεμιᾶς ἕνεκα αἰτίας ἀναγκαίας ταλαιπωροῦσι, μήτε τυράννου βιαζομένου μήτε πολεμίων διατιθέντων.
それゆえ、そういう光景を目にするときにも、彼らが狂っていると思ってはならないし、僭主が強制しているわけでもなく敵が苦痛を与えているわけでもないのに、何ら必要不可欠な理由なしに彼らが苦難に耐えているなどと言ってはならない。
εἴποι γὰρ ἄν σοι καὶ ὑπὲρ ἐκείνων Λυκοῦργος ὁ νομοθέτης αὐτῶν πολλὰ τὰ εὔλογα καὶ ἃ συνιδὼν κολάζει αὐτούς, οὐκ ἐχθρὸς ὢν οὐδὲ ὑπὸ μίσους αὐτὸ δρῶν οὐδὲ τὴν νεολαίαν τῆς πόλεως εἰκῆ παραναλίσκων, ἀλλὰ καρτερικωτάτους καὶ παντὸς δεινοῦ κρείττονας ἀξιῶν εἶναι τοὺς σώζειν μέλλοντας τὴν πατρίδα.
というのも、彼らの立法者リュクルゴスが、彼らのためにも、多くの説得力のある理由を、そして彼がそれらを考慮した上で彼らを懲らしめているのだという理由をお前に語るだろうからだ。 彼は敵としてではなく、また憎しみからそうしているのでもなく、また都市の若者たちを無駄に浪費しているのでもなく、祖国を救うべき者たちが最も忍耐強く、あらゆる苦難に打ち勝つ者であることを求めているからなのだ。
καίτοι κἂν μὴ ὁ Λυκοῦργος εἴπῃ, ἐννοεῖς, οἶμαι, καὶ αὐτὸς ὡς οὐκ ἄν ποτε ληφθεὶς ὁ τοιοῦτος ἐν πολέμῳ ἀπόρρητόν τι ἐξείποι τῆς Σπάρτης αἰκιζομένων τῶν ἐχθρῶν, ἀλλὰ καταγελῶν αὐτῶν μαστιγοῖτο ἂν ἁμιλλώμενος πρὸς τὸν παίοντα, ὁπότερος ἀπαγορεύσειεν.
それに、たとえリュクルゴスが言わなくとも、思うにお前自身も、このような者が戦争で捕らえられたとき、敵が拷問を加えてもスパルタの秘密を決して漏らすことはなく、むしろ敵をあざ笑いながら、打つ者とどちらが先に音を上げるか競い合って、鞭打たれ続けるだろうと推し量ることができるはずだ。
§39Ἀνάχαρσις ὁ Λυκοῦργος δὲ καὶ αὐτός, ὦ Σόλων, ἐμαστιγοῦτο ἐφʼ ἡλικίας, ἢ ἐκπρόθεσμος ὢν ἤδη τοῦ ἀγῶνος ἀσφαλῶς τὰ τοιαῦτα ἐνεανιεύσατο;
Ἀνάχαρσις ソロンよ、リュクルゴス自身も若い頃に鞭打たれたのですか、それとも、すでにそのような闘いの年齢を過ぎてから、安全な立場からそのような過酷なことを大胆に制定したのですか。
Σόλων πρεσβύτης ἤδη ὢν ἔγραψε τοὺς νόμους αὐτοῖς Κρήτηθεν ἀφικόμενος.
Σόλων 彼はすでに老人になってから、クレータから到着して彼らに法律を書き記したのだ。
ἀποδεδημήκει δὲ παρὰ τοὺς Κρῆτας, ὅτι ἤκουεν εὐνομωτάτους εἶναι, Μίνωος τοῦ Διὸς νομοθετήσαντος ἐν αὐτοῖς.
彼がクレータ人のもとへ旅立ったのは、ゼウスの子ミーノースが彼らに法律を制定したために、彼らが最もよく統治されていると聞いていたからだ。
Ἀνάχαρσις τί οὖν, ὦ Σόλων, οὐχὶ καὶ σὺ ἐμιμήσω Λυκοῦργον καὶ μαστιγοῖς τοὺς νέους;
Ἀνάχαρσις それならソロンよ、なぜお前もリュクルゴスを模倣して若者たちを鞭打たないのですか。
καλὰ γὰρ καὶ ταῦτα καὶ ἄξια ὑμῶν ἐστιν.
それらも美しく、お前たちにふさわしいことなのに。
Σόλων ὅτι ἡμῖν ἱκανά, ὦ Ἀνάχαρσι, ταῦτα τὰ γυμνάσια οἰκεῖα ὄντα·
Σόλων アナカルシスよ、我々にとっては、我々自身の習慣であるこれらの体育で十分だからだ。
ζηλοῦν δὲ τὰ ξενικὰ οὐ πάνυ ἀξιοῦμεν.
他国のものを模倣することはあまり望まないのだ。
Ἀνάχαρσις οὔκ;
Ἀνάχαρσις そうではないのですか。
ἀλλὰ συνίης, οἶμαι, οἷόν τί ἐστι μαστιγοῦσθαι γυμνὸν ἄνω τὰς χεῖρας ἐπαίροντα μηδενὸς ἕνεκα ὠφελίμου ἢ αὐτῷ ἑκάστῳ ἢ κοινῇ τῇ πόλει.
だが思うにお前も、裸で両手を上に挙げたまま、個々の者にとっても都市の共同体にとっても何の役にも立たないのに、鞭打たれるということがいかなることか理解しているはずだ。
ὡς ἔγωγε ἤν ποτε ἐπιδημήσω τῇ Σπάρτῃ καθʼ ὃν καιρὸν ταῦτα δρῶσι, δοκῶ μοι τάχιστα καταλευσθήσεσθαι δημοσίᾳ πρὸς αὐτῶν, ἐπιγελῶν ἑκάστοις, ὁπόταν ὁρῶ τυπτομένους καθάπερ κλέπτας ἢ λωποδύτας ἤ τι ἄλλο τοιοῦτον ἐργασαμένους.
なぜなら、もし私が、彼らがこれを行う時期にスパルタに滞在することがあれば、泥棒や追いはぎ、あるいはその他の悪事を働いた者のように打たれている彼らの各々を見てあざ笑い、彼らによって公に即座に石打ちにされるだろうと思うからだ。
ἀτεχνῶς γὰρ ἐλλεβόρου δεῖσθαί μοι δοκεῖ ἡ πόλις αὐτῶν καταγέλαστα ὑφʼ αὑτῆς πάσχουσα.
実のところ、彼らの都市は、自ら進んで滑稽な苦痛を受けており、まったくヘレボルスを必要としているように思われる。
§40Σόλων μὴ ἐρήμην, ὦ γενναῖε, μηδὲ τῶν ἀνδρῶν ἀπόντων μόνος αὐτὸς λέγων οἴου κρατεῖν·
Σόλων 友よ、彼らが不在のところで、自分一人で語るだけで勝利を収めたと思ってはならない。
ἔσται γάρ τις ὁ καὶ ὑπὲρ ἐκείνων σοι τὰ εἰκότα ἐν Σπάρτῃ ἀντερῶν.
スパルタには、彼らのためにも理にかなった反論をお前にする者がいるだろうから。
πλὴν ἀλλὰ ἐπείπερ ἐγὼ τὰ ἡμέτερά σοι διεξελήλυθα, σὺ δὲ οὐ πάνυ ἀρεσκομένῳ αὐτοῖς ἔοικας, οὐκ ἄδικα αἰτήσειν ἔοικα παρὰ σοῦ ὡς καὶ αὐτὸς ἐν τῷ μέρει διεξέλθῃς πρός με ὃν τρόπον ὑμεῖς οἱ Σκύθαι διασκεῖτε τοὺς νέους τοὺς παρʼ ὑμῖν καὶ οἷστισι γυμνασίοις ἀνατρέφετε καὶ ὅπως ὑμῖν ἄνδρες ἀγαθοὶ γίγνονται.
しかし、私が我々の制度についてお前に語り終え、お前はそれらに全く納得していないようだから、今度はお前が自分の番として、我々スキュティア人がどのように自分たちの若者を鍛え、どのような訓練によって育て、どのように彼らが優れた男たちになるのかを私に詳しく説明するよう求めても、不当ではあるまい。
Ἀνάχαρσις δικαιότατα μὲν οὖν, ὦ Σόλων, καὶ ἔγωγε διηγήσομαι τὰ Σκυθῶν νόμιμα, οὐ σεμνὰ ἴσως οὐδὲ καθʼ ὑμᾶς, οἵ γε οὐδὲ κατὰ κόρρης παταχθῆναι τολμήσαιμεν ἂν μίαν πληγήν·
Ἀνάχαρσις その通り、きわめて正当だ、ソロンよ。 私もスキュティア人の習慣について語ろう。
δειλοὶ γάρ ἐσμεν·
それはおそらく、お前たちの基準からすれば尊いものではなく、ただの一撃さえも頬に受ける勇気のない我々(というのも我々は臆病だからな)にふさわしいものだろう。
ἀλλὰ εἰρήσεταί γε ὁποῖα ἂν ᾖ.
だが、それがどのようなものであれ語ることにしよう。
εἰς αὔριον μέντοι, εἰ δοκεῖ, ὑπερβαλώμεθα τὴν συνουσίαν, ὡς ἅ τε αὐτὸς ἔφης ἔτι μᾶλλον ἐννοήσαιμι καθʼ ἡσυχίαν ἅ τε χρὴ εἰπεῖν συναγάγοιμι τῇ μνήμῃ ἐπελθών.
しかし、もしよければ、対話を明日まで延期しよう。 お前が言ったことを落ち着いてさらに深く考え、私が語るべきことを記憶をたどって整理できるように。
τὸ δὲ νῦν ἔχον ἀπίωμεν ἐπὶ τούτοις·
さしあたっては、これで終りにして立ち去ろう。
ἑσπέρα γὰρ ἤδη.
もう夕方なのだから。

語釈・文法注

  1. §38μέμνησο ... μὴ καταγελάσαι — 完了命令法である `μέμνησο`(`μιμνῄσκω` の2人称単数)が、否定辞 `μή` を伴う不定詞 `καταγελάσαι`(および `οἴεσθαι`)を導き、「〜しないよう心に留めておく」「〜するのを忘れない」という強い忠告を表している。
  2. §38οὐχ ὅπως ... ἀλλὰ καὶ — 「〜するどころか、むしろ〜」を表す相関構文 `οὐχ ὅπως ... ἀλλὰ καί` が用いられている。また、対格分詞 `ἀνιωμένας`、`ἀπειλούσας`、`ἱκετευούσας` はいずれも `πατέρας δὲ καὶ μητέρας`(主節の知覚動詞 `ὁρᾷς` の対格補語)にかかる補語的分詞である。
  3. §38ὧν — 関係代名詞 `ὧν` は属格で、先行する文の主語 `πολλοὶ` を先行詞とし、後続する `τοὺς ἀνδριάντας`(彫像)に対する所有の属格として機能している。
  4. §40μὴ ἐρήμην ... οἴου κρατεῖν — 裁判用語である `ἐρήμην δίκην`(被告不在の欠席裁判、不戦勝)の名詞が省略された表現。ここでは「当事者(スパルタ人)が不在のところで、自分一人で弁論するだけで勝訴した(議論に勝った)と思うな」という比喩的な意味になる。

この箇所を引用する

ルキアノス, アナカルシス §38-40. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:38-40

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。