Humanitext Reader

ルキアノス · 嘘好き人間 §37-40

ツキアデスの退席と嘘に対する解毒剤

12 / 12 箇所 · ギリシア語

要旨

ツキアデスは、エウクラテスたちの荒唐無稽な迷信話にこれ以上耐えられずに座を立ち去る。去り際に彼はフィロクレスと語り、嘘の害毒から心を守るためには「真実」と「正しい理性」こそが最も有効な解毒剤であることを確認する。

§37Τυχιάδης οὐ παύσεσθε, ἦν δʼ ἐγώ, τὰ τοιαῦτα τερατολογοῦντες γέροντες ἄνδρες;
ツキアデス「あなたがた年配の男たちが、そのように奇怪な話を連発するのをやめてくれませんか、」と私は言った。
εἰ δὲ μή, ἀλλὰ κἂν τούτων γε τῶν μειρακίων ἕνεκα εἰς ἄλλον τινὰ καιρὸν ὑπερβάλλεσθε τὰς παραδόξους ταύτας καὶ φοβερὰς διηγήσεις, μή πως λάθωσιν ἡμῖν ἐμπλησθέντες δειμάτων καὶ ἀλλοκότων μυθολογημάτων.
「さもなければ、せめてこちらの若者たちのためにも、そうした不思議で恐ろしいお話は別の機会に延期してください。 彼らがいつの間にか恐怖と奇妙な作り話で満たされてしまわないように。
φείδεσθαι οὖν χρὴ αὐτῶν μηδὲ τοιαῦτα ἐθίζειν ἀκούειν, ἃ διὰ παντὸς τοῦ βίου συνόντα ἐνοχλήσει καὶ ψοφοδεεῖς ποιήσει ποικίλης τῆς δεισιδαιμονίας ἐμπιπλάντα,
ですから、彼らをいたわり、生涯にわたってつきまとって彼らを悩ませ、多種多様な迷信で満たして臆病者にしてしまうような話を聞くことに慣れさせないようにしなければなりません。
§38Τυχιάδης εὖ γε ὑπέμνησας, ἦ δʼ ὃς ὁ Εὐκράτης, εἰπὼν τὴν δεισιδαιμονίαν.
」ツキアデス「『迷信を口にして、よくぞ注意を促してくれた、』とエウクラテスは言った。
τί γάρ σοι, ὦ Τυχιάδη, περὶ τῶν τοιούτων δοκεῖ, λέγω δὴ χρησμῶν καὶ θεσφάτων καὶ ὅσα θεοφορούμενοί τινες ἀναβοῶσιν ἢ ἐξ ἀδύτων ἀκούεται ἢ παρθένος ἔμμετρα φθεγγομένη προθεσπίζει τὰ μέλλοντα;
『ツキアデスよ、君はそうしたことについてどう思うかね。 つまり、神託や、神の告げる言葉、あるいは神憑りになった者たちが叫ぶこと、あるいは神殿の奥から聞こえるもの、あるいは処女が韻律にのせて語り未来を予言することなどだ。
ἢ δηλαδὴ καὶ τοῖς τοιούτοις ἀπιστήσεις;
君は当然、こうしたことにも不信を抱くのだろうね。
ἐγὼ δὲ ὅτι μὲν καὶ δακτύλιόν τινα ἱερὸν ἔχω Ἀπόλλωνος τοῦ Πυθίου εἰκόνα ἐκτυποῦντα τὴν σφραγῖδα καὶ οὗτος ὁ Ἀπόλλων φθέγγεται πρὸς ἐμέ, οὐ λέγω, μή σοι ἄπιστα δόξω περὶ ἐμαυτοῦ μεγαλαυχεῖσθαι·
私自身がピュティアのアポロンの像を刻印した印章を持つ、ある神聖な指輪を持っていて、このアポロンが私に話しかけてくるということについては、君に私が自分について信じられない自慢話をしていると思われないように言わないでおこう。
ἃ δὲ Ἀμφιλόχου τε ἤκουσα ἐν Μαλλῷ, τοῦ ἥρωος ὕπαρ διαλεχθέντος μοι καὶ συμβουλεύσαντος περὶ τῶν ἐμῶν, καὶ ἃ εἶδον αὐτός, ἐθέλω ὑμῖν εἰπεῖν, εἶτα ἑξῆς ἃ ἐν Περγάμῳ εἶδον καὶ ἃ ἤκουσα ἐν Πατάροις.
だが、私がマロスでアムピロコスから聞いたこと――その英雄が白昼堂々私に語りかけ、私の将来について助言してくれたこと――、そして私自身が見たこと、それを君たちに語りたい。 それから引き続いて、私がペルガモンで見たこと、そしてパタラで聞いたことも。
Ὁπότε γὰρ ἐξ Αἰγύπτου ἐπανῄειν οἴκαδε ἀκούων τὸ ἐν Μαλλῷ τοῦτο μαντεῖον ἐπιφανέστατόν τε καὶ ἀληθέστατον εἶναι καὶ χρᾶν ἐναργῶς πρὸς ἔπος ἀποκρινόμενον οἷς ἂν ἐγγράψας τις εἰς τὸ γραμματεῖον παραδῷ τῷ προφήτῃ, καλῶς ἔχειν ἡγησάμην ἐν παράπλῳ πειραθῆναι τοῦ χρηστηρίου καί τι περὶ τῶν μελλόντων συμβουλεύσασθαι τῷ θεῷ — §39Τυχιάδης ταῦτα ἔτι τοῦ Εὐκράτους λέγοντος ἰδὼν οἷ τὸ πρᾶγμα προχωρήσειν ἔμελλε καὶ ὡς οὐ μικρᾶς ἐνήρχετο τῆς περὶ τὰ χρηστήρια τραγῳδίας, οὐ δοκιμάσας μόνος ἀντιλέγειν ἅπασιν, ἀπολιπὼν αὐτὸν ἔτι διαπλέοντα ἐξ Αἰγύπτου εἰς τὴν Μαλλόν — καὶ γὰρ συνίειν ὅτι μοι ἄχθονται παρόντι καθάπερ ἀντισοφιστῇ τῶν ψευσμάτων — ἀλλʼ ἐγὼ ἄπειμι, ἔφην, Λεόντιχον ἀναζητήσων·
私がエジプトから家路についていたときのこと、マロスのこの神託所が極めて有名で真実であり、質問を木札に書いて預言者に渡せば、それに対して一語一語明確に答えて神託を授けるということを聞いていたので、船旅の途中でこの神託所を試してみて、将来について何か神に相談するのが良いことだと思ったのだ――』」ツキアデスエウクラテスがまだこれらのことを語っている間に、私は事態がどこに向かおうとしているか、また彼が神託をめぐる少なからぬ大げさな話を始めようとしているのを見て、一人で全員に反対するのも得策ではないと考え、彼がまだエジプトからマロスへと航海している途中に彼を置いて去ることにした。 というのも、彼らが私を、彼らの嘘に対する異論を唱えるライバルのように嫌がっていることを察していたからだ。 「しかし、私は行きます、」と私は言った。 「レオンティコスを探し出すためです。
δέομαι γάρ τι αὐτῷ συγγενέσθαι.
彼に少し会う用事があるのです。
ὑμεῖς δὲ ἐπείπερ οὐχ ἱκανὰ ἡγεῖσθε τὰ ἀνθρώπινα εἶναι, καὶ αὐτοὺς ἤδη τοὺς θεοὺς καλεῖτε συνεπιληψομένους ὑμῖν τῶν μυθολογουμένων καὶ ἅμα λέγων ἐξῄειν.
あなたがたは人間の事柄だけでは不十分だと考え、今や神々自身をも、あなたがたの作り話に手を貸すように呼び出しているのですから。 」と言いながら私は出て行った。
οἱ δὲ ἄσμενοι ἐλευθερίας λαβόμενοι εἱστίων, ὡς τὸ εἰκός, αὑτοὺς καὶ ἐνεφοροῦντο τῶν ψευσμάτων.
彼らは喜んで解放され、予想通り、嘘のごちそうを自分たちに振る舞い、それを満喫していた。
τοιαῦτά σοι, ὦ Φιλόκλεις, παρὰ Εὐκράτει ἀκούσας περίειμι νὴ τὸν Δία ὥσπερ οἱ τοῦ γλεύκους πιόντες ἐμπεφυσημένος τὴν γαστέρα ἐμέτου δεόμενος.
フィロクレスよ、私はエウクラテスの家でこのような話を聞き、ゼウスにかけて、まるで新酒を飲んだ者のように腹を膨らませ、吐き気を催しながら歩き回っているのだ。
ἡδέως δʼ ἄν ποθεν ἐπὶ πολλῷ ἐπριάμην ληθεδανόν τι φάρμακον ὧν ἤκουσα, ὡς μή τι κακὸν ἐργάσηταί με ἡ μνήμη αὐτῶν ἐνοικουροῦσα·
聞いたことを忘れさせてくれる忘却の薬があれば、どこからか大金を払ってでも喜んで買いたいものだ。 それらの記憶が心に居座って、私に何か悪影響を及ぼさないように。
τέρατα γοῦν καὶ δαίμονας καὶ Ἑκάτας ὁρᾶν μοι δοκῶ.
現に、怪物や幽霊やヘカテたちが私の目に見えるような気がするのだから。
§40Φιλοκλῆς καὶ αὐτός, ὦ Τυχιάδη, τοιοῦτόν τι ἀπέλαυσα τῆς διηγήσεως.
フィロクレス「ツキアデスよ、私もその物語から同じような影響を受けた。
φασί γέ τοι μὴ μόνον λυττᾶν καὶ τὸ ὕδωρ φοβεῖσθαι ὁπόσους ἂν οἱ λυττῶντες κύνες δάκωσιν, ἀλλὰ κἄν τινα ὁ δηχθεὶς ἄνθρωπος δάκῃ, ἴσα τῷ κυνὶ δύναται τὸ δῆγμα, καὶ τὰ αὐτὰ κἀκεῖνος φοβεῖται.
実際、狂犬に噛まれた者たちが狂犬病になって水を恐れるようになるだけでなく、噛まれた人間が他の誰かを噛むと、その噛み傷は狂犬と同じ効力を持ち、その噛まれた者も同じように水を恐れるようになると言われている。
καὶ σὺ τοίνυν ἔοικας αὐτὸς ἐν Εὐκράτους δηχθεὶς ὑπὸ πολλῶν ψευσμάτων μεταδεδωκέναι κἀμοὶ τοῦ δήγματος·
君もまた、エウクラテスの家で多くの嘘に噛まれ、その噛み傷を私にもうつしてしまったようだ。
οὕτω δαιμόνων μοι τὴν ψυχὴν ἐνέπλησας.
そのように私の魂を幽霊で満たしてしまったのだから。
Τυχιάδης ἀλλὰ θαρρῶμεν, ὦ φιλότης, μέγα τῶν τοιούτων ἀλεξιφάρμακον ἔχοντες τὴν ἀλήθειαν καὶ τὸν ἐπὶ πᾶσι λόγον ὀρθόν, ᾧ χρωμένους ἡμᾶς μηδὲν μὴ ταράξῃ τῶν κενῶν καὶ ματαίων τούτων ψευσμάτων.
」ツキアデス「しかし、わが友よ、心強く持とう。 私たちはそうしたものに対する偉大な解毒剤、すなわち真実と、すべてにおいて正しい理性を持っているのだから。 それを用いている限り、これらの空しく無駄な嘘のどれひとつとして、私たちを乱すことはないだろう。 」

語釈・文法注

  1. §37εἰ δὲ μή, ἀλλὰ κἂν — 条件節の帰結が省略された慣用表現。εἰ δὲ μή(さもなければ)の後に、強い譲歩や懇願を表す ἀλλὰ κἂν(せめて〜だけでも)が続き、命令法(ここでは ὑπερβάλλεσθε)に係る。
  2. §37λάθωσιν ἡμῖν ἐμπλησθέντες — λανθάνω + 分詞(ἐμπλησθέντες)で「気づかぬうちに〜する」を意味する構文。与格の ἡμῖν は倫理与格(dativus ethicus)で、「私たちの不利益になるように」「私たちの心配の対象として」といった関心の度合いを強調する役割を果たしている。
  3. §39ἀπολιπὼν αὐτὸν ἔτι διαπλέοντα — 分詞 διαπλέοντα(現在分詞・対格)は αὐτόν(エウクラテス)に係り、「彼がまだ(話の中でエジプトからマロスへ)航海している最中に」を意味する。ツキアデスが現実の部屋を出て行ったのに対し、エウクラテスは頭の中(話の中)でまだ旅行を続けているという対比をコミカルに描くための二重の意味を伴う構文。
  4. §40μέγα τῶν τοιούτων ἀλεξιφάρμακον ἔχοντες τὴν ἀλήθειαν — 分詞 ἔχοντες(主格・複数)は主語の「私たち」にかかる付帯状況または理由の分詞。τὴν ἀλήθειαν が直接目的語であり、μέγα τῶν τοιούτων ἀλεξιφάρμακον は目的格補語(「真実を、これらに対する大いなる解毒剤として持ちながら」)。

この箇所を引用する

ルキアノス, 嘘好き人間 §37-40. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:37-40

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。