Humanitext Reader

ルキアノス · 嘘好き人間 §17-19

夜間に動き回るペリコスの像とチュキアデスの反論

6 / 12 箇所 · ギリシア語

要旨

エウクラテスが、自宅にある彫刻家デメトリオス作のペリコスの像が夜間に動き回るという怪奇現象を語り、チュキアデスがそれを合理主義的な視点からからかう。

§17Τυχιάδης μόνος γὰρ Ἴων, ἔφη ὁ Εὐκράτης, τὰ τοιαῦτα εἶδεν, οὐχὶ δὲ καὶ ἄλλοι πολλοὶ δαίμοσιν ἐντετυχήκασιν οἱ μὲν νύκτωρ, οἱ δὲ μεθʼ ἡμέραν;
チュキアデス:「イオンだけが、」とエウクラテスが言った、「そのようなものを見たのだろうか。 他の多くの人々も、ある者は夜に、ある者は昼に、悪霊に出会っているではないか。
ἐγὼ δὲ οὐχ ἅπαξ ἀλλὰ μυριάκις ἤδη σχέδον τὰ τοιαῦτα τεθέαμαι·
私は一度ならず、すでに一万回もそのようなものを目撃している。
καὶ τὸ μὲν πρῶτον ἐταραττόμην πρὸς αὐτά, νῦν δὲ δὴ ὑπὸ τοῦ ἔθους οὐδέν τι παράλογον ὁρᾶν μοι δοκῶ, καὶ μάλιστα ἐξ οὗ μοι τὸν δακτύλιον ὁ Ἄραψ ἔδωκε σιδήρου τοῦ ἐκ τῶν σταυρῶν πεποιημένον καὶ τὴν ἐπῳδὴν ἐδίδαξεν τὴν πολυώνυμον, ἐκτὸς εἰ μὴ κἀμοὶ ἀπιστήσεις, ὦ Τυχιάδη.
最初はそれらにうろたえたものだが、今や慣れてしまって、何も異常なものを見ているとは思えない。 特にアラビア人が、磔刑の十字架の鉄で作られた指輪を私にくれ、多くの名前を持つ呪文を教えてくれてからはね。 もっとも、チュキアデスよ、君が私をも信じないというのでなければだが。
καὶ πῶς ἄν, ἦν δʼ ἐγώ, ἀπιστήσαιμι Εὐκράτει τῷ Δείνωνος, σοφῷ ἀνδρὶ καὶ μάλιστα ἐλευθερίῳ, τὰ δοκοῦντά οἱ λέγοντι οἴκοι παρʼ αὑτῷ ἐπʼ ἐξουσίας;
」「どうして私が、」と私は言った、「デイノンの子エウクラテス、賢明で何よりも自由人らしい人物が、自宅で何の遠慮もなく、自分がそう思うことを語っているのを信じないことができましょうか。
§18Τυχιάδης τὸ γοῦν περὶ τοῦ ἀνδριάντος, ἦ δʼ ὃς ὁ Εὐκράτης, ἅπασι τοῖς ἐπὶ τῆς οἰκίας ὅσαι νύκτες φαινόμενον καὶ παισὶ καὶ νεανίαις καὶ γέρουσι, τοῦτο οὐ παρʼ ἐμοῦ μόνον ἀκούσειας ἂν ἀλλὰ καὶ παρὰ τῶν ἡμετέρων ἁπάντων.
」チュキアデス:「ともかく、あの像については、」とエウクラテスは言った、「家中の者全員が、夜ごとにそれを見ており、子供も若者も老人もそうだが、これについては私からだけでなく、我々の家の者全員から聞くことができるだろう。
ποίου, ἦν δʼ ἐγώ, ἀνδριάντος;
」「どのような」と私は言った、「像のことですか。
οὐχ ἑώρακας, ἔφη, εἰσιὼν ἐν τῇ αὐλῇ ἀνεστηκότα πάγκαλον ἀνδριάντα, Δημητρίου ἔργον τοῦ ἀνθρωποποιοῦ;
」「入る時に」と彼は言った、「中庭に、人間を造る者デメトリオスの作品である、極めて見事な像が立っているのを見なかったかね。
μῶν τὸν δισκεύοντα, ἦν δʼ ἐγώ, φής, τὸν ἐπικεκυφότα κατὰ τὸ σχῆμα τῆς ἀφέσεως, ἀπεστραμμένον εἰς τὴν δισκοφόρον, ἠρέμα ὀκλάζοντα τῷ ἑτέρῳ, ἐοικότα συναναστησομένῳ μετὰ τῆς βολῆς;
」「まさか、あの円盤を投げる者のことですか、」と私は言った、「投げる姿勢に合わせて身をかがめ、円盤を持つ手に振り返り、片方の膝を少し曲げて、投擲とともに今にも立ち上がろうとしているかのように見える像のことですか。
οὐκ ἐκεῖνον, ἦ δʼ ὅς, ἐπεὶ τῶν Μύρωνος ἔργων ἓν καὶ τοῦτό ἐστιν, ὁ δισκοβόλος ὃν λέγεις·
」「その像ではない、」と彼は言った、「君が言っている円盤投げの像は、ミュロンの作品の一つなのだから。
οὐδὲ τὸν παρʼ αὐτόν φημι, τὸν διαδούμενον τὴν κεφαλὴν τῇ ταινίᾳ, τὸν καλόν, Πολυκλείτου γὰρ τοῦτο ἔργον.
その隣にある、頭に鉢巻きを結んでいる美しい像のことでもない。 それはポリュクレイトスの作品だから。
ἀλλὰ τοὺς μὲν ἐπὶ τὰ δεξιὰ εἰσιόντων ἄφες, ἐν οἷς καὶ τὰ Κριτίου καὶ Νησιώτου πλάσματα ἕστηκεν, οἱ τυραννοκτόνοι· σὺ δὲ εἴ τινα παρὰ τὸ ὕδωρ τὸ ἐπιρρέον εἶδες προγάστορα, φαλαντίαν, ἡμίγυμνον τὴν ἀναβολήν, ἠνεμωμένον τοῦ πώγωνος τὰς τρίχας ἐνίας, ἐπίσημον τὰς φλέβας, αὐτοανθρώπῳ ὅμοιον, ἐκεῖνον λέγω·
いや、右側から入る者にとっての右手にあるものは脇に置いておいて、その中にはクリティオスとネシオテスの彫刻である僭主誅殺者たちも立っているのだが、君はあの、流れ落ちる水のそばに立っている、太鼓腹で、禿頭で、上半身が半分裸で外套をまとい、髭の毛が何本か風になびいており、血管が浮き出ていて、本物の人間にそっくりな像を見たかね。 あれのことだよ。
Πέλλιχος ὁ Κορίνθιος στρατηγὸς εἶναι δοκεῖ.
コリントスの将軍ペリコスの像だと思われている。
§19Τυχιάδης νὴ Δίʼ, ἦν δʼ ἐγώ, εἶδόν τινα ἐπὶ δεξιὰ τοῦ κρουνοῦ, ταινίας καὶ στεφάνους ξηροὺς ἔχοντα, κατακεχρυσωμένον πετάλοις τὸ στῆθος.
」チュキアデス:「誓って、」と私は言った、「蛇口の右側に、紐や乾いた冠を身につけ、胸に金箔を貼られた像を見た覚えがあります。
ἐγὼ δέ, ὁ Εὐκράτης ἔφη, ἐκεῖνα ἐχρύσωσα, ὁπότε μʼ ἰάσατο διὰ τρίτης ὑπὸ τοῦ ἠπιάλου ἀπολλύμενον.
」「それを」とエウクラテスが言った、「私が金箔を貼ったのだ。 三日熱で死にかけていた私を、彼が治してくれた時にね。
ἦ γὰρ καὶ ἰατρός, ἦν δʼ ἐγώ, ὁ βέλτιστος ἡμῖν Πέλλιχος οὗτός ἐστιν;
」「では、あの優れたペリコス殿は、我々にとって医者でもあるのですか、」と私は言った。
μὴ σκῶπτε, ἦ δʼ ὃς ὁ Εὐκράτης, ἤ σε οὐκ εἰς μακρὰν μέτεισιν ὁ ἀνήρ·
「からかうな、」とエウクラテスは言った、「さもないと、そのうちあの男が君を襲いに来るぞ。
οἶδα ἐγὼ ὅσον δύναται οὗτος ὁ ὑπὸ σοῦ γελώμενος ἀνδριάς.
君に笑われているあの像が、どれほどの力を持っているか私は知っている。
ἢ οὐ νομίζεις τοῦ αὐτοῦ εἶναι καὶ ἐπιπέμπειν ἠπιάλους οἷς ἂν ἐθέλῃ, εἴ γε καὶ ἀποπέμπειν δυνατὸν αὐτῷ;
自分が望む者に三日熱を送り込むことも、それを退散させることができるのと同じく、彼の力のうちにあるとは思わないのかね。
ἵλεως, ἦν δʼ ἐγώ, ἔστω ὁ ἀνδριὰς καὶ ἤπιος οὕτως ἀνδρεῖος ὤν.
」「あの像が慈悲深く、」と私は言った、「これほど勇敢でありながら、穏やかでありますように。
τί δʼ οὖν καὶ ἄλλο ποιοῦντα ὁρᾶτε αὐτὸν ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ;
ところで、家の者みんなは、彼が他に何をしているのを見るのですか。
ἐπειδὰν τάχιστα, ἔφη, νὺξ γένηται, ὁ δὲ καταβὰς ἀπὸ τῆς βάσεως ἐφʼ ᾗ ἕστηκε περίεισιν ἐν κύκλῳ τὴν οἰκίαν, καὶ πάντες ἐντυγχάνομεν αὐτῷ ἐνίοτε καὶ ᾄδοντι, καὶ οὐκ ἔστιν ὅντινα ἠδίκησεν·
」「夜になるとすぐに、」と彼は言った、「彼は立っている台座から降りて、家の中をぐるりと歩き回り、私たちは皆、時折彼が出会ったり、歌を歌っていたりするのに遭遇するのだ。 彼は誰にも害を及ぼさない。
ἐκτρέπεσθαι γὰρ χρὴ μόνον· ὁ δὲ παρέρχεται μηδὲν ἐνοχλήσας τοὺς ἰδόντας.
ただ道を譲りさえすればよく、彼は見た者に何ら迷惑をかけることなく通り過ぎていく。
καὶ μὴν καὶ λούεται τὰ πολλὰ καὶ παίζει διʼ ὅλης τῆς νυκτός, ὥστε ἀκούειν τοῦ ὕδατος ψοφοῦντος.
さらに、彼はたいてい水浴びをし、一晩中遊んでいるので、水のはねる音が聞こえるほどだ。
ὅρα τοίνυν, ἦν δʼ ἐγώ, μὴ οὐχὶ Πέλλιχος ὁ ἀνδριάς, ἀλλὰ Τάλως ὁ Κρὴς ὁ τοῦ Μίνωος ᾖ·
」「それなら、」と私は言った、「その像はペリコスではなく、ミノスのクレータのタロースなのでのではないか、気をつけた方がいい。
καὶ γὰρ ἐκεῖνος χαλκοῦς τις ἦν τῆς Κρήτης περίπολος.
なぜなら彼もクレータを巡回する青銅の男だったから。
εἰ δὲ μὴ χαλκοῦ, ὦ Εὔκρατες, ἀλλὰ ξύλου πεποίητο, οὐδὲν αὐτὸν ἐκώλυεν οὐ Δημητρίου ἔργον εἶναι, ἀλλὰ τῶν Δαιδάλου τεχνημάτων·
もし青銅ではなく、エウクラテスよ、木でできていたなら、それがデメトリオスの作品ではなく、ダイダロスの仕掛けによるものであることを妨げるものは何もない。
δραπετεύει γοῦν, ὡς φής, ἀπὸ τῆς βάσεως καὶ οὗτος.
君が言うように、この像も台座から逃げ出しているのだからね。 」

語釈・文法注

  1. 17ἐκτὸς εἰ μὴ — ἐκτός は本来「〜の外に」を示す副詞・前置詞であるが、εἰ μή「〜でなければ」と結合して「〜の場合を除いては」「ただし〜なら別だが」という例外規定の慣用表現を形成する。
  2. 17καὶ πῶς ἄν... ἀπιστήσαιμι — ἄν + 希求法(ἀπιστήσαιμι)を用いた修辞疑問文。潜在的な可能性を否定的に表現し、「どうして私が不信を抱くことができようか(不可能なはずだ)」という反語的確信を示す。
  3. 18τοὺς μὲν ἐπὶ τὰ δεξιὰ εἰσιόντων — εἰσιόντων は現在分詞の複数属格。方位(右側)を示す前置詞句 ἐπὶ τὰ δεξιὰ に係る。分詞の主語は一般の人々であり、中庭に入る人物の視点から見た方向を表す。
  4. 19μὴ οὐχὶ Πέλλιχος ὁ ἀνδριάς... ᾖ — 懸念や注意喚起を示す μή + 接続法(ᾖ)の構文に否定辞 οὐχί が加わったもの。「〜ではないかと気をつけよ」「〜なのではないか」という疑念を和らげて表現する。

この箇所を引用する

ルキアノス, 嘘好き人間 §17-19. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:17-19

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。