§17Τυχιάδης
μόνος γὰρ Ἴων,
ἔφη ὁ Εὐκράτης,
τὰ τοιαῦτα εἶδεν, οὐχὶ δὲ καὶ ἄλλοι πολλοὶ δαίμοσιν ἐντετυχήκασιν οἱ μὲν νύκτωρ, οἱ δὲ μεθʼ ἡμέραν;
티키아데스: “이온만이,” 에우크라테스가 말했네, “그런 것을 보았겠는가? 다른 많은 이들도 어떤 이는 밤에, 어떤 이는 낮에 악령을 마주치지 않았던가?
ἐγὼ δὲ οὐχ ἅπαξ ἀλλὰ μυριάκις ἤδη σχέδον τὰ τοιαῦτα τεθέαμαι·
나로 말하자면, 한두 번이 아니라 이미 거의 만 번은 그런 일을 목격했네.
καὶ τὸ μὲν πρῶτον ἐταραττόμην πρὸς αὐτά, νῦν δὲ δὴ ὑπὸ τοῦ ἔθους οὐδέν τι παράλογον ὁρᾶν μοι δοκῶ, καὶ μάλιστα ἐξ οὗ μοι τὸν δακτύλιον ὁ Ἄραψ ἔδωκε σιδήρου τοῦ ἐκ τῶν σταυρῶν πεποιημένον καὶ τὴν ἐπῳδὴν ἐδίδαξεν τὴν πολυώνυμον, ἐκτὸς εἰ μὴ κἀμοὶ ἀπιστήσεις, ὦ Τυχιάδη. καὶ πῶς ἄν,
ἦν δʼ ἐγώ,
ἀπιστήσαιμι Εὐκράτει τῷ Δείνωνος, σοφῷ ἀνδρὶ καὶ μάλιστα ἐλευθερίῳ, τὰ δοκοῦντά οἱ λέγοντι οἴκοι παρʼ αὑτῷ ἐπʼ ἐξουσίας; §18Τυχιάδης
τὸ γοῦν περὶ τοῦ ἀνδριάντος,
ἦ δʼ ὃς ὁ Εὐκράτης,
ἅπασι τοῖς ἐπὶ τῆς οἰκίας ὅσαι νύκτες φαινόμενον καὶ παισὶ καὶ νεανίαις καὶ γέρουσι, τοῦτο οὐ παρʼ ἐμοῦ μόνον ἀκούσειας ἂν ἀλλὰ καὶ παρὰ τῶν ἡμετέρων ἁπάντων.
처음에는 그것들 때문에 두려워했지만, 이제는 습관이 되어 아무런 이상한 것도 보고 있지 않다고 생각하네. 특히 그 아라비아인이 내게 십자가의 철로 만든 반지를 주고 많은 이름을 가진 주문을 가르쳐준 뒤로는 더욱 그렇다네. 자네가 나마저도 믿지 않는다면 모를까, 티키아데스여.” “내가 어떻게,” 하고 내가 말했네, “데이논의 아들 에우크라테스, 현명하고 무엇보다 자유인다운 이가, 자기 집에서 자유롭게 자기 생각대로 말하는 것을 믿지 않을 수 있겠는가?” 티키아데스: “어쨌든 그 조각상에 관해서는,” 에우크라테스가 말했네, “집에 있는 모든 사람, 아이나 젊은이나 노인 할 것 없이 밤마다 나타나는 것을, 내게서뿐만 아니라 우리 집안 모든 이들에게서 들을 수 있을 것이네.” “어떤 조각상 말인가?” 하고 내가 물었네.
ποίου,
ἦν δʼ ἐγώ,
ἀνδριάντος; οὐχ ἑώρακας,
ἔφη,
εἰσιὼν ἐν τῇ αὐλῇ ἀνεστηκότα πάγκαλον ἀνδριάντα, Δημητρίου ἔργον τοῦ ἀνθρωποποιοῦ;
“들어올 때,” 그가 말했네, “중정에 서 있는 아주 아름다운 조각상, 조각가 데메트리오스의 작품을 보지 못했는가?” “설마 원반 던지는 조각상을,” 하고 내가 말했네, “말하는 것인가?
μῶν τὸν δισκεύοντα,
ἦν δʼ ἐγώ,
φής, τὸν ἐπικεκυφότα κατὰ τὸ σχῆμα τῆς ἀφέσεως, ἀπεστραμμένον εἰς τὴν δισκοφόρον, ἠρέμα ὀκλάζοντα τῷ ἑτέρῳ, ἐοικότα συναναστησομένῳ μετὰ τῆς βολῆς; οὐκ ἐκεῖνον,
ἦ δʼ ὅς,
ἐπεὶ τῶν Μύρωνος ἔργων ἓν καὶ τοῦτό ἐστιν, ὁ δισκοβόλος ὃν λέγεις·
던지려는 자세로 몸을 굽히고, 원반을 쥔 손 쪽을 돌아보며, 한쪽 무릎을 살짝 구부린 채 던지는 동작과 함께 금방이라도 일어설 것처럼 보이는 조각상 말인가?” “그 조각상이 아니네,” 하고 그가 말했네. “자네가 말하는 그 원반 던지는 조각상은 미론의 작품 중 하나이니까 말이네.
οὐδὲ τὸν παρʼ αὐτόν φημι, τὸν διαδούμενον τὴν κεφαλὴν τῇ ταινίᾳ, τὸν καλόν, Πολυκλείτου γὰρ τοῦτο ἔργον.
그 옆에 있는 머리에 띠를 두른 아름다운 조각상도 아니네. 그것은 폴리클레이토스의 작품이라네.
ἀλλὰ τοὺς μὲν ἐπὶ τὰ δεξιὰ εἰσιόντων ἄφες, ἐν οἷς καὶ τὰ Κριτίου καὶ Νησιώτου πλάσματα ἕστηκεν, οἱ τυραννοκτόνοι·
그러니 들어올 때 오른편에 있는 것들은 놓아두게나. 그중에는 크리티오스와 네시오테스의 조각인 참주 저격자들도 서 있지.
σὺ δὲ εἴ τινα παρὰ τὸ ὕδωρ τὸ ἐπιρρέον εἶδες προγάστορα, φαλαντίαν, ἡμίγυμνον τὴν ἀναβολήν, ἠνεμωμένον τοῦ πώγωνος τὰς τρίχας ἐνίας, ἐπίσημον τὰς φλέβας, αὐτοανθρώπῳ ὅμοιον, ἐκεῖνον λέγω· Πέλλιχος ὁ Κορίνθιος στρατηγὸς εἶναι δοκεῖ.
하지만 자네가 흘러내리는 물가에서 배가 불룩하고, 대머리이며, 외투를 반쯤 걸쳐 몸이 드러나고, 수염의 몇 가닥이 바람에 날리며, 혈관이 도드라져 진짜 사람과 똑같이 생긴 조각상을 보았다면, 내가 말하는 것은 바로 그것이라네.
§19Τυχιάδης
νὴ Δίʼ,
ἦν δʼ ἐγώ,
εἶδόν τινα ἐπὶ δεξιὰ τοῦ κρουνοῦ, ταινίας καὶ στεφάνους ξηροὺς ἔχοντα, κατακεχρυσωμένον πετάλοις τὸ στῆθος. ἐγὼ δέ,
ὁ Εὐκράτης ἔφη,
ἐκεῖνα ἐχρύσωσα, ὁπότε μʼ ἰάσατο διὰ τρίτης ὑπὸ τοῦ ἠπιάλου ἀπολλύμενον.
코린토스의 장군 펠리코스의 상으로 여겨지지.” 티키아데스: “제우스에 맹세코,” 하고 내가 말했네, “수도꼭지 오른쪽에 띠와 마른 화관을 두르고, 가슴에 금박을 입힌 조각상을 본 적이 있네.” “그것은 내가,” 에우크라테스가 말했네, “그 가슴에 금을 입힌 것이라네.
ἦ γὰρ καὶ ἰατρός,
ἦν δʼ ἐγώ,
ὁ βέλτιστος ἡμῖν Πέλλιχος οὗτός ἐστιν;
삼일열에 걸려 죽어가던 나를 그가 치료해 주었을 때 말일세.” “그 훌륭한 펠리코스 님이 우리에게 의사이기도 하단 말인가?” 하고 내가 물었네.
μὴ σκῶπτε,
ἦ δʼ ὃς ὁ Εὐκράτης,
ἤ σε οὐκ εἰς μακρὰν μέτεισιν ὁ ἀνήρ·
“비웃지 말게,” 하고 에우크라테스가 말했네. “그렇지 않으면 머지않아 그 자가 자네를 덮치러 갈 것이네.
οἶδα ἐγὼ ὅσον δύναται οὗτος ὁ ὑπὸ σοῦ γελώμενος ἀνδριάς.
자네에게 조롱받는 이 조각상이 얼마나 큰 힘을 가지고 있는지 나는 알고 있네.
ἢ οὐ νομίζεις τοῦ αὐτοῦ εἶναι καὶ ἐπιπέμπειν ἠπιάλους οἷς ἂν ἐθέλῃ, εἴ γε καὶ ἀποπέμπειν δυνατὸν αὐτῷ; ἵλεως,
ἦν δʼ ἐγώ,
ἔστω ὁ ἀνδριὰς καὶ ἤπιος οὕτως ἀνδρεῖος ὤν.
자기가 원하는 이에게 열병을 보낼 수 있는 것 또한, 열병을 쫓아버릴 수 있는 것과 같은 힘에 속한다고 생각하지 않는가?” “그 조각상이 자비롭고,” 하고 내가 말했네, “그토록 용맹하면서도 온화하기를 바라네.
τί δʼ οὖν καὶ ἄλλο ποιοῦντα ὁρᾶτε αὐτὸν ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ; ἐπειδὰν τάχιστα,
ἔφη,
νὺξ γένηται, ὁ δὲ καταβὰς ἀπὸ τῆς βάσεως ἐφʼ ᾗ ἕστηκε περίεισιν ἐν κύκλῳ τὴν οἰκίαν, καὶ πάντες ἐντυγχάνομεν αὐτῷ ἐνίοτε καὶ ᾄδοντι, καὶ οὐκ ἔστιν ὅντινα ἠδίκησεν·
그런데 집안사람들 모두는 그가 그 밖에 무슨 행동을 하는 것을 보는가?” “밤이 되자마자,” 그가 말했네, “그는 서 있는 받침대에서 내려와 집안을 둥글게 돌아다닌다네. 우리 모두는 때때로 그를 마주치는데, 가끔은 노래를 부르고 있기도 하지. 그는 누구에게도 피해를 주지 않네.
ἐκτρέπεσθαι γὰρ χρὴ μόνον·
그저 길을 비켜서기만 하면 되네.
ὁ δὲ παρέρχεται μηδὲν ἐνοχλήσας τοὺς ἰδόντας. καὶ μὴν καὶ λούεται τὰ πολλὰ καὶ παίζει διʼ ὅλης τῆς νυκτός, ὥστε ἀκούειν τοῦ ὕδατος ψοφοῦντος.
그는 보는 이들에게 아무런 폐를 끼치지 않고 지나쳐 가니까 말이네.
ὅρα τοίνυν,
ἦν δʼ ἐγώ,
μὴ οὐχὶ Πέλλιχος ὁ ἀνδριάς, ἀλλὰ Τάλως ὁ Κρὴς ὁ τοῦ Μίνωος ᾖ· καὶ γὰρ ἐκεῖνος χαλκοῦς τις ἦν τῆς Κρήτης περίπολος.
그리고 대개는 목욕을 하고 밤새도록 노는데, 물이 출렁이는 소리가 들릴 정도라네.” “그렇다면,” 하고 내가 말했네, “그 조각상이 펠리코스가 아니라 미노스의 크레타인 탈로스가 아닌지 주의하게나. 그 또한 크레타를 순찰하던 청동 인간이었으니 말이네.
εἰ δὲ μὴ χαλκοῦ, ὦ Εὔκρατες, ἀλλὰ ξύλου πεποίητο, οὐδὲν αὐτὸν ἐκώλυεν οὐ Δημητρίου ἔργον εἶναι, ἀλλὰ τῶν Δαιδάλου τεχνημάτων·
만약 청동이 아니라, 에우크라테스여, 나무로 만들어졌더라도, 그것이 데메트리오스의 작품이 아니라 다이달로스의 기계 장치 중 하나가 되는 것을 막을 수 있는 것은 아무것도 없었을 것이네.
δραπετεύει γοῦν, ὡς φής, ἀπὸ τῆς βάσεως καὶ οὗτος.
자네 말대로 이 조각상 역시 받침대에서 탈출하고 있으니 말이네.”