§17Τυχιάδης
μόνος γὰρ Ἴων,
ἔφη ὁ Εὐκράτης,
τὰ τοιαῦτα εἶδεν, οὐχὶ δὲ καὶ ἄλλοι πολλοὶ δαίμοσιν ἐντετυχήκασιν οἱ μὲν νύκτωρ, οἱ δὲ μεθʼ ἡμέραν;
提奇亚德: “难道只有伊翁,”埃乌克拉特斯说,“看到了这些,而其他许多人就没在夜里或白天遇到过恶灵吗?
ἐγὼ δὲ οὐχ ἅπαξ ἀλλὰ μυριάκις ἤδη σχέδον τὰ τοιαῦτα τεθέαμαι·
至于我,我已经不是一次,而是几乎见过上万次这样的事了。
καὶ τὸ μὲν πρῶτον ἐταραττόμην πρὸς αὐτά, νῦν δὲ δὴ ὑπὸ τοῦ ἔθους οὐδέν τι παράλογον ὁρᾶν μοι δοκῶ, καὶ μάλιστα ἐξ οὗ μοι τὸν δακτύλιον ὁ Ἄραψ ἔδωκε σιδήρου τοῦ ἐκ τῶν σταυρῶν πεποιημένον καὶ τὴν ἐπῳδὴν ἐδίδαξεν τὴν πολυώνυμον, ἐκτὸς εἰ μὴ κἀμοὶ ἀπιστήσεις, ὦ Τυχιάδη.
起初我对这些感到惊慌,但现在由于习惯了,我并不觉得自己看到了什么异常的事,尤其是自从那个阿拉伯人给了我用十字架上的铁做成的指环,并教给我那拥有许多名字的咒语之后。 除非你连我也信不过,提奇亚德。
καὶ πῶς ἄν,
ἦν δʼ ἐγώ,
ἀπιστήσαιμι Εὐκράτει τῷ Δείνωνος, σοφῷ ἀνδρὶ καὶ μάλιστα ἐλευθερίῳ, τὰ δοκοῦντά οἱ λέγοντι οἴκοι παρʼ αὑτῷ ἐπʼ ἐξουσίας;
” “我怎能,”我说道,“不相信德伊诺之子埃乌克拉特斯呢? 他是一位聪明且极慷慨的人,在自己家里享有充分自由,说着他认为真实的事。
§18Τυχιάδης
τὸ γοῦν περὶ τοῦ ἀνδριάντος,
ἦ δʼ ὃς ὁ Εὐκράτης,
ἅπασι τοῖς ἐπὶ τῆς οἰκίας ὅσαι νύκτες φαινόμενον καὶ παισὶ καὶ νεανίαις καὶ γέρουσι, τοῦτο οὐ παρʼ ἐμοῦ μόνον ἀκούσειας ἂν ἀλλὰ καὶ παρὰ τῶν ἡμετέρων ἁπάντων.
” 提奇亚德: “无论如何,关于那尊雕像,”埃乌克拉特斯说,“它每晚都在屋里显现给所有人看,包括孩子、青年和老人,这事你不仅能从我一个人这里听到,也能从我们家所有人那里听到。
ποίου,
ἦν δʼ ἐγώ,
ἀνδριάντος;
” “哪尊,”我问道,“雕像?
οὐχ ἑώρακας,
ἔφη,
εἰσιὼν ἐν τῇ αὐλῇ ἀνεστηκότα πάγκαλον ἀνδριάντα, Δημητρίου ἔργον τοῦ ἀνθρωποποιοῦ;
” “你进来时,”他说,“难道没看见中庭里立着一尊极美丽的雕像,是雕刻家德米特里乌斯的作品吗?
μῶν τὸν δισκεύοντα,
ἦν δʼ ἐγώ,
φής, τὸν ἐπικεκυφότα κατὰ τὸ σχῆμα τῆς ἀφέσεως, ἀπεστραμμένον εἰς τὴν δισκοφόρον, ἠρέμα ὀκλάζοντα τῷ ἑτέρῳ, ἐοικότα συναναστησομένῳ μετὰ τῆς βολῆς;
” “你说的莫非是,”我说道,“那个掷铁饼的人? 就是那个按照投掷姿势俯身、回头望着拿铁饼的手、一只膝盖微微弯曲、看起来像是要随着投掷而起身的雕像?
οὐκ ἐκεῖνον,
ἦ δʼ ὅς,
ἐπεὶ τῶν Μύρωνος ἔργων ἓν καὶ τοῦτό ἐστιν, ὁ δισκοβόλος ὃν λέγεις· οὐδὲ τὸν παρʼ αὐτόν φημι, τὸν διαδούμενον τὴν κεφαλὴν τῇ ταινίᾳ, τὸν καλόν, Πολυκλείτου γὰρ τοῦτο ἔργον.
” “不是那一尊,”他说,“因为你说的那个掷铁饼者是米隆的作品之一;我说的也不是它旁边那一尊用带子系着头的美丽雕像,因为那是波留克列特斯的作品。
ἀλλὰ τοὺς μὲν ἐπὶ τὰ δεξιὰ εἰσιόντων ἄφες, ἐν οἷς καὶ τὰ Κριτίου καὶ Νησιώτου πλάσματα ἕστηκεν, οἱ τυραννοκτόνοι· σὺ δὲ εἴ τινα παρὰ τὸ ὕδωρ τὸ ἐπιρρέον εἶδες προγάστορα, φαλαντίαν, ἡμίγυμνον τὴν ἀναβολήν, ἠνεμωμένον τοῦ πώγωνος τὰς τρίχας ἐνίας, ἐπίσημον τὰς φλέβας, αὐτοανθρώπῳ ὅμοιον, ἐκεῖνον λέγω·
但进来时右边那些就别管了,其中还立着克里提乌斯和内西奥特斯所雕刻的弑篡害者;但如果你在流出的水旁看到过一尊大肚子、秃顶、半裸着披着外套、胡须有几根在风中飘动、血管显露、极像真人的雕像,我说的就是那一尊。
Πέλλιχος ὁ Κορίνθιος στρατηγὸς εἶναι δοκεῖ.
他被认为是科林斯的将军佩里科斯。
§19Τυχιάδης
νὴ Δίʼ,
ἦν δʼ ἐγώ,
εἶδόν τινα ἐπὶ δεξιὰ τοῦ κρουνοῦ, ταινίας καὶ στεφάνους ξηροὺς ἔχοντα, κατακεχρυσωμένον πετάλοις τὸ στῆθος.
” 提奇亚德: “指着宙斯起誓,”我说道,“我确实在水龙头右边看到过一尊,上面系着带子和干枯的花冠,胸部用金箔贴金。
ἐγὼ δέ,
ὁ Εὐκράτης ἔφη,
ἐκεῖνα ἐχρύσωσα, ὁπότε μʼ ἰάσατο διὰ τρίτης ὑπὸ τοῦ ἠπιάλου ἀπολλύμενον.
” “而我,”埃乌克拉特斯说,“正是由于他在我因间日热快要死掉时治好了我,我才给那些地方贴金的。
ἦ γὰρ καὶ ἰατρός,
ἦν δʼ ἐγώ,
ὁ βέλτιστος ἡμῖν Πέλλιχος οὗτός ἐστιν;
” “难道,”我说道,“我们这位高尚的佩里科斯真的也是个医生吗?
μὴ σκῶπτε,
ἦ δʼ ὃς ὁ Εὐκράτης,
ἤ σε οὐκ εἰς μακρὰν μέτεισιν ὁ ἀνήρ·
” “别开玩笑,”埃乌克拉特斯说,“否则那人不久就会来找你。
οἶδα ἐγὼ ὅσον δύναται οὗτος ὁ ὑπὸ σοῦ γελώμενος ἀνδριάς.
我知道这尊被你嘲笑的雕像有多大力量。
ἢ οὐ νομίζεις τοῦ αὐτοῦ εἶναι καὶ ἐπιπέμπειν ἠπιάλους οἷς ἂν ἐθέλῃ, εἴ γε καὶ ἀποπέμπειν δυνατὸν αὐτῷ;
难道你不认为,既然他能够退散热病,那么向他所希望的任何人降下热病,也是属于同一种力量吗?
ἵλεως,
ἦν δʼ ἐγώ,
ἔστω ὁ ἀνδριὰς καὶ ἤπιος οὕτως ἀνδρεῖος ὤν.
” “愿这尊雕像宽仁,”我说道,“既然他如此勇敢,愿他也是温和的。
τί δʼ οὖν καὶ ἄλλο ποιοῦντα ὁρᾶτε αὐτὸν ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ;
但是,你们屋里的所有人还看到他做了些什么别的事吗?
ἐπειδὰν τάχιστα,
ἔφη,
νὺξ γένηται, ὁ δὲ καταβὰς ἀπὸ τῆς βάσεως ἐφʼ ᾗ ἕστηκε περίεισιν ἐν κύκλῳ τὴν οἰκίαν, καὶ πάντες ἐντυγχάνομεν αὐτῷ ἐνίοτε καὶ ᾄδοντι, καὶ οὐκ ἔστιν ὅντινα ἠδίκησεν·
” “每当夜幕,”他说,“一降临,他就会从他立着的台座上走下来,在屋里绕行,我们所有人有时都会遇到他,有时他甚至还唱着歌。
ἐκτρέπεσθαι γὰρ χρὴ μόνον· ὁ δὲ παρέρχεται μηδὲν ἐνοχλήσας τοὺς ἰδόντας.
他从未伤害过任何人,因为人们只要避开就行了,他走过去,绝不打扰看到他的人。
καὶ μὴν καὶ λούεται τὰ πολλὰ καὶ παίζει διʼ ὅλης τῆς νυκτός, ὥστε ἀκούειν τοῦ ὕδατος ψοφοῦντος.
而且,他大部分时间还会洗澡,整夜玩耍,以至于能听到水响的声音。
ὅρα τοίνυν,
ἦν δʼ ἐγώ,
μὴ οὐχὶ Πέλλιχος ὁ ἀνδριάς, ἀλλὰ Τάλως ὁ Κρὴς ὁ τοῦ Μίνωος ᾖ·
” “那么,你可得小心,”我说道,“这尊雕像别不是佩里科斯,而是米诺斯的克里特人塔罗斯。
καὶ γὰρ ἐκεῖνος χαλκοῦς τις ἦν τῆς Κρήτης περίπολος.
因为那人也是一个巡视克里特的青铜人。
εἰ δὲ μὴ χαλκοῦ, ὦ Εὔκρατες, ἀλλὰ ξύλου πεποίητο, οὐδὲν αὐτὸν ἐκώλυεν οὐ Δημητρίου ἔργον εἶναι, ἀλλὰ τῶν Δαιδάλου τεχνημάτων·
如果他不是用青铜,埃乌克拉特斯,而是用木头做成的,那也没什么能阻止他不是德米特里乌斯的作品,而是代达罗斯的机关之一。
δραπετεύει γοῦν, ὡς φής, ἀπὸ τῆς βάσεως καὶ οὗτος.
无论如何,正如你所说,这一尊也从台座上逃跑了。 ”