Humanitext Reader

ルキアノス · 嘘好き人間 §14-16

愛の魔術儀式と悪霊払いの欺瞞

5 / 12 箇所 · ギリシア語

要旨

チュキアデスは、愛に悩む青年のために魔術師が満月の夜に行い、恋人を連れてこさせた降霊術と儀式の詳細を語る。さらに彼は、金で解決できる恋愛に魔術を用いることの滑稽さや、悪霊払いにおける偽善的な実態を指摘して、対話相手の盲信を批判する。

§14Τυχιάδης ἐγὼ γοῦν διηγήσομαι ὑμῖν ἃ εἶδον γιγνόμενα ὑπʼ αὐτοῦ ἐν Γλαυκίου τοῦ Ἀλεξικλέους.
チュキアデス:ともかく私は、アレクシクレスの子グラウキアスの家で、あの男によって起こった、私が実際に目撃したことをあなた方に語りましょう。
ἄρτι γὰρ ὁ Γλαυκίας τοῦ πατρὸς ἀποθανόντος παραλαβὼν τὴν οὐσίαν ἠράσθη Χρυσίδος τῆς Δημέου γυναικός.
グラウキアスは、父が亡くなって遺産を相続したばかりの時に、デメアスの妻クリュシスに恋をしました。
ἐμοὶ δὲ διδασκάλῳ ἐχρῆτο πρὸς τοὺς λόγους, καὶ εἴ γε μὴ ὁ ἔρως ἐκεῖνος ἀπησχόλησεν αὐτόν, ἅπαντα ἂν ἤδη τὰ τοῦ Περιπάτου ἠπίστατο, ὃς καὶ ὀκτωκαιδεκαέτης ὢν ἀνέλυε καὶ τὴν φυσικὴν ἀκρόασιν μετεληλύθει εἰς τέλος.
彼は私を言論の教師としていましたが、もしあの恋が彼の気をそらさなかったなら、彼はすでにペリパトス派の学説をすべて習得していたことでしょう。 彼は十八歳でありながら分析し、自然学講義を最後まで終えていたのです。
ἀμηχανῶν δὲ ὅμως τῷ ἔρωτι μηνύει μοι τὸ πᾶν, ἐγὼ δὲ ὥσπερ εἰκὸς ἦν, διδάσκαλον ὄντα, τὸν Ὑπερβόρεον ἐκεῖνον μάγον ἄγω παρʼ αὐτὸν ἐπὶ μναῖς τέτταρσι μὲν τὸ παραυτίκα — ἔδει γὰρ προτελέσαι τι εἰς τὰς θυσίας — ἑκκαίδεκα δέ, εἰ τύχοι τῆς Χρυσίδος.
しかし、彼は恋の病にどうしてよいか分からず、私にすべてを打ち明けました。 そこで私は、教師として当然のことながら、あのヒュペルボレオス人の魔術師を彼のところに連れていきました。 手付金としてまず四ムナ(生贄のために前払いする必要があったからです)、そしてクリュシスを手に入れた暁には十六ムナを支払うという条件でした。
ὁ δὲ αὐξομένην τηρήσας τὴν σελήνην — τότε γὰρ ὡς ἐπὶ τὸ πολὺ τὰ τοιαῦτα τελεσιουργεῖται — βόθρον τε ὀρυξάμενος ἐν ὑπαίθρῳ τινὶ τῆς οἰκίας περὶ μέσας νύκτας ἀνεκάλεσεν ἡμῖν πρῶτον μὲν τὸν Ἀλεξικλέα τὸν πατέρα τοῦ Γλαυκίου πρὸ ἑπτὰ μηνῶν τεθνεῶτα·
彼は月が満ちていくのを待ち――そうした儀式はたいていその時期に執り行われるからです――真夜中頃に家の屋外スペースに穴を掘り、最初に、七か月前に亡くなったグラウキアスの父アレクシクレスを私たちの前に呼び出しました。
ἠγανάκτει δὲ ὁ γέρων ἐπὶ τῷ ἔρωτι καὶ ὠργίζετο, τὰ τελευταῖα δὲ ὅμως ἐφῆκεν αὐτῷ ἐρᾶν.
老人はその恋に憤慨し、腹を立てていましたが、最後には彼が恋することを許しました。
μετὰ δὲ τὴν Ἑκάτην τε ἀνήγαγεν ἐπαγομένην τὸν Κέρβερον καὶ τὴν Σελήνην κατέσπασεν, πολύμορφόν τι θέαμα καὶ ἄλλοτε ἀλλοῖόν τι φανταζόμενον·
その後、彼はケルベロスを引き連れたヘカテを呼び出し、月を引きずり下ろしました。
τὸ μὲν γὰρ πρῶτον γυναικείαν μορφὴν ἐπεδείκνυτο, εἶτα βοῦς ἐγίγνετο πάγκαλος, εἶτα σκύλαξ ἐφαίνετο.
月は様々に姿を変える変化に富んだ光景を見せ、最初は女の姿を現し、次に美しい牛になり、それから犬のように見えました。
τέλος δʼ οὖν ὁ Ὑπερβόρεος ἐκ πηλοῦ ἐρώτιόν τι ἀναπλάσας, Ἄπιθι, ἔφη, καὶ ἄγε Χρυσίδα.
最後に、そのヒュペルボレオス人は粘土から小さな愛の神を形作ると、「去って、クリュシスを連れてこい」と言いました。
καὶ ὁ μὲν πηλὸς ἐξέπτατο, μετὰ μικρὸν δὲ ἐπέστη κόπτουσα τὴν θύραν ἐκείνη καὶ εἰσελθοῦσα περιβάλλει τὸν Γλαυκίαν ὡς ἂν ἐκμανέστατα ἐρῶσα καὶ συνῆν ἄχρι δὴ ἀλεκτρυόνων ἠκούσαμεν ᾀδόντων.
すると粘土は飛び去り、しばらくすると、彼女が扉を叩いて現れ、中に入ると、狂おしいほどに恋しているかのようにグラウキアスを抱きしめ、私たちは鶏の鳴き声が聞こえるまで共に過ごしました。
τότε δὴ ἥ τε Σελήνη ἀνέπτατο εἰς τὸν οὐρανὸν καὶ ἡ Ἑκάτη ἔδυ κατὰ τῆς γῆς καὶ τὰ ἄλλα φάσματα ἠφανίσθη καὶ τὴν Χρυσίδα ἐξεπέμψαμεν περὶ αὐτό που σχεδὸν τὸ λυκαυγές.
その時、月は空へと飛び去り、ヘカテは地中へと潜り、他の幻影も消え去り、私たちは夜明け頃にクリュシスを送り出しました。
§15Τυχιάδης εἰ ταῦτα εἶδες, ὦ Τυχιάδη, οὐκ ἂν ἔτι ἠπίστησας εἶναι πολλὰ ἐν ταῖς ἐπῳδαῖς χρήσιμα.
チュキアデス:「もしこれを見たなら、チュキアデスよ、君は呪文の中に多くの有用なものがあると、もう疑いはしなかったろうに。
εὖ λέγεις, ἦν δ' ἐγώ·
」「もっともなことだ、」と私は言った。
ἐπίστευον γὰρ ἄν, εἴ γε εἶδον αὐτά, νῦν δὲ συγγνώμη, οἶμαι, εἰ μὴ τὰ ὅμοια ὑμῖν ὀξυδορκεῖν ἔχω.
「もし見たなら信じたろう。 しかし今は許してほしい、私はあなたたちのように物事を鋭く見ることができないのだから。
πλὴν ἀλλʼ οἶδα γὰρ τὴν Χρυσίδα ἣν λέγεις, ἐραστὴν γυναῖκα καὶ πρόχειρον, οὐχ ὁρῶ δὲ τίνος ἕνεκα ἐδεήθητε ἐπʼ αὐτὴν τοῦ πηλίνου πρεσβευτοῦ καὶ μάγου τοῦ ἐξ Ὑπερβορέων καὶ Σελήνης αὐτῆς, ἣν εἴκοσι δραχμῶν ἀγαγεῖν εἰς Ὑπερβορέους δυνατὸν ἦν.
ところで、君の言うあのクリュシスなら私は知っている。 恋に奔放で、手頃な女だ。 そんな彼女に対して、なぜ粘土の使者だの、ヒュペルボレオスから来た魔術師だの、月そのものだのが必要だったのか、私には理解できない。 彼女なら、二十ドラクマもあればヒュペルボレオスにさえ連れていくことができたろうに。
πάνυ γὰρ ἐνδίδωσιν πρὸς ταύτην τὴν ἐπῳδὴν ἡ γυνὴ καὶ τὸ ἐναντίον τοῖς φάσμασιν πέπονθεν·
その女はそうした呪文には極めて素直に従うし、幽霊とはあべこべな性質を持っている。
ἐκεῖνα μὲν γὰρ ἢν ψόφον ἀκούσῃ χαλκοῦ ἢ σιδήρου, πέφευγε — καὶ ταῦτα γὰρ ὑμεῖς φατε — αὕτη δὲ ἂν ἀργύριόν που ψοφῇ, ἔρχεται πρὸς τὸν ἦχον.
なぜなら、幽霊は青銅や鉄の響きを聞けば逃げ去るが(あなたたちもそう言っている)、彼女の方は銀貨の音がどこかで鳴れば、その音に向かってやって来るのだから。
ἄλλως τε καὶ αὐτοῦ θαυμάζω τοῦ μάγου, εἰ δυνάμενος αὐτὸς ἐρᾶσθαι πρὸς τῶν πλουσιωτάτων γυναικῶν καὶ τάλαντα ὅλα παρʼ αὐτῶν λαμβάνειν, ὁ δὲ τεττάρων μνῶν πάνυ σμικρολόγος ὢν Γλαυκίαν ἐπέραστον ἐργάζεται.
何よりも、私はその魔術師自身が不思議でならない。 もし彼自身が極めて裕福な女たちに愛され、彼女たちから何タラントンもの金を受け取ることができるなら、なぜ四ムナという極めてわずかな金にこだわり、グラウキアスを愛される男にしてやったのか。
Γελοῖα ποιεῖς, ἔφη ὁ Ἴων, ἀπιστῶν ἅπασιν.
」「君はすべてを疑って、おかしなことをする、」とイオンが言った。
§16Τυχιάδης ἐγὼ γοῦν ἡδέως ἂν ἐροίμην σε, τί περὶ τούτων φὴς ὅσοι τοὺς δαιμονῶντας ἀπαλλάττουσι τῶν δειμάτων οὕτω σαφῶς ἐξᾴδοντες τὰ φάσματα.
チュキアデス:「それなら喜んで尋ねたいのだが、悪霊に取り憑かれた者たちを、呪文を唱えて幽霊を追い払い、恐怖からこれほど鮮やかに救い出す人々について君はどう言うかね。
καὶ ταῦτα οὐκ ἐμὲ χρὴ λέγειν, ἀλλὰ πάντες ἴσασι τὸν Σύρον τὸν ἐκ τῆς Παλαιστίνης, τὸν ἐπὶ τούτῳ σοφιστήν, ὅσους παραλαβὼν καταπίπτοντας πρὸς τὴν σελήνην καὶ τὼ ὀφθαλμὼ διαστρέφοντας καὶ ἀφροῦ πιμπλαμένους τὸ στόμα ὅμως ἀνίστησι καὶ ἀποπέμπει ἀρτίους τὴν γνώμην, ἐπὶ μισθῷ μεγάλῳ ἀπαλλάξας τῶν δεινῶν.
このようなことは私などが言うまでもなく、パレスチナ出身のシリア人、この分野の専門家を誰もが知っている。 彼は、月に向かって倒れ、目をむき、口から泡を吹いている人々を引き受け、高額の報酬と引き換えにその恐ろしい病から解放し、彼らを立ち上がらせて正気に戻して送り出すのだ。
ἐπειδὰν γὰρ ἐπιστὰς κειμένοις ἔρηται ὅθεν εἰσεληλύθασιν εἰς τὸ σῶμα, ὁ μὲν νοσῶν αὐτὸς σιωπᾷ, ὁ δαίμων δὲ ἀποκρίνεται, ἑλληνίζων ἢ βαρβαρίζων ὁπόθεν ἂν αὐτὸς ᾖ, ὅπως τε καὶ ὅθεν εἰσῆλθεν εἰς τὸν ἄνθρωπον·
彼が、倒れている患者たちのそばに立って、彼らの体にどこから入り込んだのかと尋ねると、病人自身は黙っているが、悪霊が、それ自身の出身地に応じてギリシア語なり外国語なりで、どのように、またどこからその人間に入り込んだのかを答える。
ὁ δὲ ὅρκους ἐπάγων, εἰ δὲ μὴ πεισθείη, καὶ ἀπειλῶν ἐξελαύνει τὸν δαίμονα.
彼は誓いを立てさせ、もし従わなければ脅し、悪霊を追い出すのだ。
ἐγὼ γοῦν καὶ εἶδον ἐξιόντα μέλανα καὶ καπνώδη τὴν χρόαν.
私自身、黒く、煙のような色をした悪霊が出ていくのを見たことがある。
οὐ μέγα, ἦν δʼ ἐγώ, τὰ τοιαῦτά σε ὁρᾶν, ὦ Ἴων, ᾧ γε καὶ αἱ ἰδέαι αὐταὶ φαίνονται ἃ ὁ πατὴρ ὑμῶν Πλάτων δείκνυσιν, ἀμαυρόν τι θέαμα ὡς πρὸς ἡμᾶς τοὺς ἀμβλυώττοντας.
」「イオンよ、」と私は言った、「そのようなものを見るのは、君にとっては大したことではないだろう。 君たちの父プラトンが示すイデアそのものでさえ、我々のような目の霞んだ者たちに比べれば、かすかな幻のように見えているのだろうから。 」

語釈・文法注

  1. §14ἐν Γλαυκίου τοῦ Ἀλεξικλέους — 前置詞 ἐν に属格(Γλαυκίου τοῦ Ἀλεξικλέους)が続くことで、「グラウキアスの家で」という場所を表している。名詞 οἴκῳ(家)が省略された慣用表現。
  2. §14εἴ γε μὴ ὁ ἔρως ἐκεῖνος ἀπησχόλησεν αὐτόν, ἅπαντα ἂν ἤδη τὰ τοῦ Περιπάτου ἠπίστατο — 条件節が εἰ + 直説法アオリスト(ἀπησχόλησεν、過去の否定)、帰結節が ἂν + 直説法未完了過去(ἠπίστατο、現在の状態の継続)となっており、過去の事実に基づき現在の反実仮想(もしあの時〜でなかったなら、今頃は〜しているだろうに)を表している。
  3. §14ὡς ἂν ἐκμανέστατα ἐρῶσα — 分詞 ἐρῶσα(恋している)に ὡς ἂν が付くことで、「まるで〜しているかのように」という仮定的な比較を表す。ἐκμανέστατα は副詞の最上級。
  4. §15εἴ γε εἶδον αὐτά — 過去の事実に反する仮定を表す条件節(もし私がそれらを見たのであったなら)。主節の動詞は省略されているが、前文の ἐπίστευον ἂν(信じたであろう)を補って解釈する。
  5. §15εἴκοσι δραχμῶν — 価格や価値を表す属格。「20ドラクマで、20ドラクマの価値で」という意味になる。
  6. §16ὅσους παραλαβὼν καταπίπτοντας ... ὅμως ἀνίστησι — 関係代名詞 ὅσους(〜する人々は誰でも)を先行詞を含んだ形で対格として置き、複数の分詞(καταπίπτοντας, διαστρέφοντας, πιμπλαμένους)がこれを修飾している。主節の主動詞 ἀνίστησι の直接目的語となる。

この箇所を引用する

ルキアノス, 嘘好き人間 §14-16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:14-16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。