§10Τυχιάδης
σύ μοι δοκεῖς,
ἦ δʼ ὃς ὁ Δεινόμαχος,
τὰ τοιαῦτα λέγων οὐδὲ θεοὺς εἶναι πιστεύειν εἴ γε μὴ οἴει τὰς ἰάσεις οἷόν τε εἶναι ὑπὸ ἱερῶν ὀνομάτων γίγνεσθαι.
チュキアデス:「君は、」とデイノマコスが言った、「そのようなことを言うのを見ると、神々が存在することさえ信じていないように思える。 神聖な名前によって治癒が起こり得るとは思わないというのならね。
τοῦτο μέν,
ἦν δʼ ἐγώ,
μὴ λέγε, ὦ ἄριστε·
」「それだけは、」と私は言った、「言わないでくれたまえ、我が友よ。
κωλύει γὰρ οὐδὲν καὶ θεῶν ὄντων ὅμως τὰ τοιαῦτα ψευδῆ εἶναι.
というのも、神々が存在するとしても、なおそのようなことが偽りであるのを妨げるものは何もないからだ。
ἐγὼ δὲ καὶ θεοὺς σέβω καὶ ἰάσεις αὐτῶν ὁρῶ καὶ ἃ εὖ ποιοῦσι τοὺς κάμνοντας ὑπὸ φαρμάκων καὶ ἰατρικῆς ἀνιστάντες·
私は神々を崇めているし、彼らの治癒も、また彼らが薬や医術によって病人を立ち上がらせ、元気づけてくださることも目にしている。
ὁ γοῦν Ἀσκληπιὸς αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ ἤπια φάρμακα πάσσοντες ἐθεράπευον τοὺς νοσοῦντας, οὐ λεοντᾶς καὶ μυγαλᾶς περιάπτοντες.
ともかく、アスクレピオス自身やその子供たちは、穏やかな薬を塗ることで病人を治療したのであって、ライオンの皮やトガリネズミを体に巻きつけたりはしなかった。
§11Τυχιάδης
ἔα τοῦτον,
ἔφη ὁ Ἴων,
ἐγὼ δὲ ὑμῖν θαυμάσιόν τι διηγήσομαι.
」チュキアデス:「この人のことは放っておきなさい、」とイオンが言った、「私はあなた方にある驚くべき話を語りましょう。
ἦν μὲν ἐγὼ μειράκιον ἔτι ἀμφὶ τὰ τετταρακαίδεκα ἔτη σχεδόν·
私はまだ十四歳くらいの少年だった時のことです。
ἧκεν δέ τις ἀγγέλλων τῷ πατρὶ Μίδαν τὸν ἀμπελουργόν, ἐρρωμένον εἰς τὰ ἄλλα οἰκέτην καὶ ἐργατικόν, ἀμφὶ πλήθουσαν ἀγορὰν ὑπὸ ἐχίδνης δηχθέντα κεῖσθαι ἤδη σεσηπότα τὸ σκέλος·
ある者が私の父のところにやってきて、他の点では頑健で働き者の奴隷である葡萄作りのミダスが、広場が賑わう時間帯にクサリヘビに噛まれ、脚がすでに腐りかけた状態で横たわっていると知らせてきました。
ἀναδοῦντι γὰρ αὐτῷ τὰ κλήματα καὶ ταῖς χάραξι περιπλέκοντι προσερπύσαν τὸ θηρίον δακεῖν κατὰ τὸν μέγαν δάκτυλον, καὶ τὸ μὲν φθάσαι καὶ καταδῦναι αὖθις εἰς τὸν φωλεόν, τὸν δὲ οἰμώζειν ἀπολλύμενον ὑπʼ ἀλγηδόνων.
彼が葡萄の枝を縛り、支柱に巻きつけていたところ、這い寄ってきた野獣が彼の足の親指を噛み、その獣は素早く再び巣穴に逃げ込んだものの、彼は痛みのために死にそうになりながら呻いているというのです。
ταῦτά τε οὖν ἀπηγγέλλετο καὶ τὸν Μίδαν ἑωρῶμεν αὐτὸν ἐπὶ σκίμποδος ὑπὸ τῶν ὁμοδούλων προσκομιζόμενον, ὅλον ᾠδηκότα, πελιδνόν, μυδῶντα ἐπιπολῆς, ὀλίγον ἔτι ἐμπνέοντα.
このようなことが報告され、私たちはミダス自身が仲間の奴隷たちに担架で運ばれてくるのを見ましたが、全身が腫れ上がり、青黒く、表面は膿んで崩れかけ、かろうじて息をしている状態でした。
λελυπημένῳ δὴ τῷ πατρὶ τῶν φίλων τις παρών,
θάρρει,
ἔφη,
ἐγὼ γάρ σοι ἄνδρα Βαβυλώνιον τῶν Χαλδαίων, ὥς φασιν, αὐτίκα μέτειμι, ὃς ἰάσεται τὸν ἄνθρωπον
καὶ ἵνα μὴ διατρίβω λέγων, ἧκεν ὁ Βαβυλώνιος καὶ ἀνέστησε τὸν Μίδαν ἐπῳδῇ τινι ἐξελάσας τὸν ἰὸν ἐκ τοῦ σώματος, ἔτι καὶ προσαρτήσας τῷ ποδὶ νεκρᾶς παρθένου λίθον ἀπὸ τῆς στήλης ἐκκολάψας.
悲しむ父に対して、居合わせた友人の一人が言いました。 『元気を出しなさい。 というのも、私はあなたのところに、カルデア人の一人だというバビロニア人の男をすぐに連れてきて、その男が彼を治療してくれるからだ。 』話を長引かせないように言えば、そのバビロニア人がやってきて、ある呪文によって体から毒を追い出し、ミダスを立ち上がらせました。 さらに、死んだ処女の墓碑から削り取った石を彼の足に結びつけました。
καὶ τοῦτο μὲν ἴσως μέτριον·
これだけでも大したことでしょう。
καίτοι ὁ Μίδας αὐτὸς ἀράμενος τὸν σκίμποδα ἐφʼ οὗ ἐκεκόμιστο ᾤχετο εἰς τὸν ἀγρὸν ἀπιών·
しかし、ミダス自身は自分が運ばれてきた担架を担いで、畑へと立ち去って行ったのです。
τοσοῦτον ἡ ἐπῳδὴ ἐδυνήθη καὶ ὁ στηλίτης ἐκεῖνος λίθος.
あの呪文と墓石の石はそれほどの効力を持っていたのです。
§12Τυχιάδης
ὁ δὲ καὶ ἄλλα ἐποίησε θεσπέσια ὡς ἀληθῶς·
」チュキアデス:「また彼は、他にも本当に神がかり的なことを行いました。
εἰς γὰρ τὸν ἀγρὸν ἐλθὼν ἕωθεν, ἐπειπὼν ἱερατικά τινα ἐκ βίβλου παλαιᾶς ὀνόματα ἑπτὰ καὶ θείῳ καὶ δᾳδὶ καθαγνίσας τὸν τόπον περιελθὼν ἐς τρίς, ἐξεκάλεσεν ὅσα ἦν ἑρπετὰ ἐντὸς τῶν ὅρων.
夜明けに畑へ行き、古い本からいくつかの神聖な名前を七つ唱え、硫黄と松明でその場所を三度回りながらお祓いをして清めた後、その土地の境界の内側にいるすべての這う虫を呼び出しました。
ἧκον οὖν ὥσπερ ἑλκόμενοι πρὸς τὴν ἐπῳδὴν ὄφεις πολλοὶ καὶ ἀσπίδες καὶ ἔχιδναι καὶ κεράσται καὶ ἀκοντίαι φρῦνοί τε καὶ φύσαλοι, ἐλείπετο δὲ εἷς δράκων παλαιός, ὑπὸ γήρως, οἶμαι, ἐξερπύσαι μὴ δυνάμενος ἢ παρακούσας τοῦ προστάγματος·
すると、まるでその呪文に引き寄せられるかのように、多くの蛇やコブラ、クサリヘビ、角蛇、矢蛇、ヒキガエル、それに毒蛙がやってきましたが、ただ一匹、古い大蛇だけが残されていました。 思うに、老齢のために這い出ることができなかったか、あるいは命令を聞き漏らしたのでしょう。
ὁ δὲ μάγος οὐκ ἔφη παρεῖναι ἅπαντας, ἀλλʼ ἕνα τινὰ τῶν ὄφεων τὸν νεώτατον χειροτονήσας πρεσβευτὴν ἔπεμψεν ἐπὶ τὸν δράκοντα, καὶ μετὰ μικρὸν ἧκε κἀκεῖνος.
しかし魔術師は、全員が揃っているわけではないと言い、蛇たちの中の最も若い一匹を代弁者に指名して、その大蛇のもとへと送り出しました。 するとしばらくして、その大蛇もやってきました。
ἐπεὶ δὲ συνηλίσθησαν, ἐνεφύσησε μὲν αὐτοῖς ὁ Βαβυλώνιος, τὰ δὲ αὐτίκα μάλα κατεκαύθη ἅπαντα ὑπὸ τῷ φυσήματι, ἡμεῖς δὲ ἐθαυμάζομεν.
彼らが集まると、バビロニア人は彼らに息を吹きかけ、すると彼らはその息によってたちまち一瞬にしてすべて焼き尽くされ、私たちは驚嘆しました。
§13Τυχιάδης
εἰπέ μοι, ὦ Ἴων,
ἦν δʼ ἐγώ,
ὁ ὄφις δὲ ὁ πρεσβευτὴς ὁ νέος ἄρα καὶ ἐχειραγώγει τὸν δράκοντα ἤδη, ὡς φής, γεγηρακότα, ἢ σκίπωνα ἔχων ἐκεῖνος ἐπεστηρίζετο;
」チュキアデス:「教えておくれ、イオンよ、」と私は言った、「その若い使者の蛇は、君の言うように、すでに老いさらばえた大蛇の手を引いて案内したのかね、それともあの大蛇の方が杖を持って体を支えていたのかね。
σὺ μὲν παίζεις,
ἔφη ὁ Κλεόδημος,
ἐγὼ δὲ καὶ αὐτὸς ἀπιστότερος ὤν σου πάλαι τὰ τοιαῦτα — ᾤμην γὰρ οὐδενὶ λόγῳ δυνατὸν γίγνεσθαι ἂν αὐτὰ — ὅμως ὅτε τὸ πρῶτον εἶδον πετόμενον τὸν ξένον τὸν βάρβαρον — ἐξ Ὑπερβορέων δὲ ἦν, ὡς ἔφασκεν — ἐπίστευσα καὶ ἐνικήθην ἐπὶ πολὺ ἀντισχών.
」「君はおどけているが、」とクレオデモスが言った、「私自身も、かつては君以上にそのようなことを信じていなかった。 そのようなことがいかなる理屈によっても起こり得るとは思っていなかったからだ。 しかし、あの異邦人の蛮族が空を飛んでいるのを初めて見た時――彼はみずから、ヒュペルボレオスの出身だと言っていたが――私は信じるようになり、長い間抵抗した末に屈服したのだ。
τί γὰρ ἔδει ποιεῖν αὐτὸν ὁρῶντα διὰ τοῦ ἀέρος φερόμενον ἡμέρας οὔσης καὶ ἐφʼ ὕδατος βαδίζοντα καὶ διὰ πυρὸς διεξιόντα σχολῇ καὶ βάδην;
昼間の明るい中、彼が空中を運ばれていき、水の上を歩き、炎の中をゆっくりと歩調を揃えて通り抜けていくのを目にして、一体どうすることができたというのだ。
σὺ ταῦτα εἶδες,
ἦν δʼ ἐγώ,
τὸν Ὑπερβόρεον ἄνδρα πετόμενον ἢ ἐπὶ τοῦ ὕδατος βεβηκότα;
」「君はそれを本当に見たのかね、」と私は言った、「そのヒュペルボレオスの男が空を飛んだり、水の上に立ったりしているのを。
καὶ μάλα,
ἦ δʼ ὅς, “ὑποδεδεμένον γε καρβατίνας, οἷα μάλιστα ἐκεῖνοι ὑποδοῦνται.
」「まさに見ましたとも、」と彼は言った、「しかも、まさしく彼らが好んで履くような、粗末な皮靴を履いてね。
τὰ μὲν γὰρ σμικρὰ ταῦτα τί χρὴ καὶ λέγειν ὅσα ἐπεδείκνυτο, ἔρωτας ἐπιπέμπων καὶ δαίμονας ἀνάγων καὶ νεκροὺς ἑώλους ἀνακαλῶν καὶ τὴν Ἑκάτην αὐτὴν ἐναργῆ παριστὰς καὶ τὴν Σελήνην καθαιρῶν;
それに、彼が実演して見せたあの些細な事柄など、何をわざわざ言う必要があろうか。 愛を送り込み、悪霊を呼び出し、干からびた死者を呼び覚まし、ヘカテ自身をはっきりと目の前に出現させ、月を引きずり下ろしたりしたのだから。 」