Humanitext Reader

琉善 · 好谎言者或怀疑者 §14-16

爱情巫术仪式与驱魔之虚妄

第 5 段,共 12 段 · 希腊语

内容简介

提奇亚德详细叙述了魔术师在满月之夜为失恋青年施行的降灵术与招魂仪式的过程。随后,他通过指出为轻而易举得到的女人花费昂贵魔术的荒谬性,以及驱魔仪式的虚假本质,批判了谈话对象的盲信。

§14Τυχιάδης ἐγὼ γοῦν διηγήσομαι ὑμῖν ἃ εἶδον γιγνόμενα ὑπʼ αὐτοῦ ἐν Γλαυκίου τοῦ Ἀλεξικλέους.
提奇亚德:无论如何,我要向你们讲述我在阿莱克西克勒斯之子格劳基亚斯家里,亲眼目睹他所行的那些事。
ἄρτι γὰρ ὁ Γλαυκίας τοῦ πατρὸς ἀποθανόντος παραλαβὼν τὴν οὐσίαν ἠράσθη Χρυσίδος τῆς Δημέου γυναικός.
格劳基亚斯在其父亲去世并继承了家产之后,便爱上了德梅亚斯的妻子克律西斯。
ἐμοὶ δὲ διδασκάλῳ ἐχρῆτο πρὸς τοὺς λόγους, καὶ εἴ γε μὴ ὁ ἔρως ἐκεῖνος ἀπησχόλησεν αὐτόν, ἅπαντα ἂν ἤδη τὰ τοῦ Περιπάτου ἠπίστατο, ὃς καὶ ὀκτωκαιδεκαέτης ὢν ἀνέλυε καὶ τὴν φυσικὴν ἀκρόασιν μετεληλύθει εἰς τέλος.
他当时以我为修辞和哲学的教师,如果不是那场恋爱分了他的心,他现在就已经掌握了逍遥学派的全部学说,因为他年仅十八岁就已经开始分析并学完了《物理学》的全部内容。
ἀμηχανῶν δὲ ὅμως τῷ ἔρωτι μηνύει μοι τὸ πᾶν, ἐγὼ δὲ ὥσπερ εἰκὸς ἦν, διδάσκαλον ὄντα, τὸν Ὑπερβόρεον ἐκεῖνον μάγον ἄγω παρʼ αὐτὸν ἐπὶ μναῖς τέτταρσι μὲν τὸ παραυτίκα — ἔδει γὰρ προτελέσαι τι εἰς τὰς θυσίας — ἑκκαίδεκα δέ, εἰ τύχοι τῆς Χρυσίδος.
但他因恋爱而不知所措,便向我吐露了这一切。 我作为他的教师,自然而然地把那个极北之地的魔术师带到了他那里,条件是预先支付四明那——因为需要预先为祭祀支付一些费用——如果他能得到克律西斯,再支付十六明那。
ὁ δὲ αὐξομένην τηρήσας τὴν σελήνην — τότε γὰρ ὡς ἐπὶ τὸ πολὺ τὰ τοιαῦτα τελεσιουργεῖται — βόθρον τε ὀρυξάμενος ἐν ὑπαίθρῳ τινὶ τῆς οἰκίας περὶ μέσας νύκτας ἀνεκάλεσεν ἡμῖν πρῶτον μὲν τὸν Ἀλεξικλέα τὸν πατέρα τοῦ Γλαυκίου πρὸ ἑπτὰ μηνῶν τεθνεῶτα·
那魔术师等到月亮渐满的时候——因为此时这类仪式通常最易成功——并在半夜时分于屋子的一处露天地方挖了一个深坑,首先为我们召回了格劳基亚斯的父亲阿莱克西克勒斯,他已经去世七个月了。
ἠγανάκτει δὲ ὁ γέρων ἐπὶ τῷ ἔρωτι καὶ ὠργίζετο, τὰ τελευταῖα δὲ ὅμως ἐφῆκεν αὐτῷ ἐρᾶν.
老人对这桩恋爱感到愤慨和愤怒,但最终还是允许他去爱了。
μετὰ δὲ τὴν Ἑκάτην τε ἀνήγαγεν ἐπαγομένην τὸν Κέρβερον καὶ τὴν Σελήνην κατέσπασεν, πολύμορφόν τι θέαμα καὶ ἄλλοτε ἀλλοῖόν τι φανταζόμενον· τὸ μὲν γὰρ πρῶτον γυναικείαν μορφὴν ἐπεδείκνυτο, εἶτα βοῦς ἐγίγνετο πάγκαλος, εἶτα σκύλαξ ἐφαίνετο.
在这之后,他又召来了牵着刻耳柏洛斯的赫卡忒,并拉下了月亮,那是一个千变万化的景象,不时呈现出不同的形态:起初它显现为女性的形象,接着变成了一头极美丽的母牛,然后看起来像一只狗。
τέλος δʼ οὖν ὁ Ὑπερβόρεος ἐκ πηλοῦ ἐρώτιόν τι ἀναπλάσας, Ἄπιθι, ἔφη, καὶ ἄγε Χρυσίδα.
最后,那个极北之地的人用泥土塑了一个小爱神,说道:“去,把克律西斯带过来。
καὶ ὁ μὲν πηλὸς ἐξέπτατο, μετὰ μικρὸν δὲ ἐπέστη κόπτουσα τὴν θύραν ἐκείνη καὶ εἰσελθοῦσα περιβάλλει τὸν Γλαυκίαν ὡς ἂν ἐκμανέστατα ἐρῶσα καὶ συνῆν ἄχρι δὴ ἀλεκτρυόνων ἠκούσαμεν ᾀδόντων.
”那泥土便飞走了,过了一会儿,她便来敲门,走进来抱住格劳基亚斯,仿佛爱得发狂一般,并与他同在,直到我们听到了公鸡的啼鸣。
τότε δὴ ἥ τε Σελήνη ἀνέπτατο εἰς τὸν οὐρανὸν καὶ ἡ Ἑκάτη ἔδυ κατὰ τῆς γῆς καὶ τὰ ἄλλα φάσματα ἠφανίσθη καὶ τὴν Χρυσίδα ἐξεπέμψαμεν περὶ αὐτό που σχεδὸν τὸ λυκαυγές.
那时,月亮飞回了天空,赫卡忒钻入了地下,其他的幻影也消失了,我们大约在黎明时分送走了克律西斯。
§15Τυχιάδης εἰ ταῦτα εἶδες, ὦ Τυχιάδη, οὐκ ἂν ἔτι ἠπίστησας εἶναι πολλὰ ἐν ταῖς ἐπῳδαῖς χρήσιμα.
提奇亚德: “如果你看到了这些,提奇亚德,你便不会再不相信咒语中有许多有用的东西了。
εὖ λέγεις, ἦν δ' ἐγώ· ἐπίστευον γὰρ ἄν, εἴ γε εἶδον αὐτά, νῦν δὲ συγγνώμη, οἶμαι, εἰ μὴ τὰ ὅμοια ὑμῖν ὀξυδορκεῖν ἔχω.
” “你说得对,”我说道,“因为如果我真的看见了,我就会相信;但现在请原谅,我想,如果我不能像你们那样看得那么清楚。
πλὴν ἀλλʼ οἶδα γὰρ τὴν Χρυσίδα ἣν λέγεις, ἐραστὴν γυναῖκα καὶ πρόχειρον, οὐχ ὁρῶ δὲ τίνος ἕνεκα ἐδεήθητε ἐπʼ αὐτὴν τοῦ πηλίνου πρεσβευτοῦ καὶ μάγου τοῦ ἐξ Ὑπερβορέων καὶ Σελήνης αὐτῆς, ἣν εἴκοσι δραχμῶν ἀγαγεῖν εἰς Ὑπερβορέους δυνατὸν ἦν.
不过,我知道你说的那个克律西斯,是一个多情且容易得手的女人,我看不出你们为什么为了她需要那个泥土使者、来自极北之地的魔术师以及月亮本身,其实用二十德拉克马就足以把她带到极北之地去。
πάνυ γὰρ ἐνδίδωσιν πρὸς ταύτην τὴν ἐπῳδὴν ἡ γυνὴ καὶ τὸ ἐναντίον τοῖς φάσμασιν πέπονθεν· ἐκεῖνα μὲν γὰρ ἢν ψόφον ἀκούσῃ χαλκοῦ ἢ σιδήρου, πέφευγε — καὶ ταῦτα γὰρ ὑμεῖς φατε — αὕτη δὲ ἂν ἀργύριόν που ψοφῇ, ἔρχεται πρὸς τὸν ἦχον.
因为这女人完全屈服于这种咒语,而且她的反应与那些幻影恰好相反:因为那些幻影如果听到青铜或铁的声音就会逃跑——你们也是这么说的——而她如果听到哪里有银币作响,就会朝着那声音走来。
ἄλλως τε καὶ αὐτοῦ θαυμάζω τοῦ μάγου, εἰ δυνάμενος αὐτὸς ἐρᾶσθαι πρὸς τῶν πλουσιωτάτων γυναικῶν καὶ τάλαντα ὅλα παρʼ αὐτῶν λαμβάνειν, ὁ δὲ τεττάρων μνῶν πάνυ σμικρολόγος ὢν Γλαυκίαν ἐπέραστον ἐργάζεται.
尤其是,我十分好奇那个魔术师本人,如果他自己能被最富有的女人爱慕,并从她们那里得到好几个塔兰同,他却为了区区四明那而斤斤计较,去让格劳基亚斯变得讨人喜欢。
Γελοῖα ποιεῖς, ἔφη ὁ Ἴων, ἀπιστῶν ἅπασιν.
” “你真是太荒谬了,”伊翁说,“什么都不信。
§16Τυχιάδης ἐγὼ γοῦν ἡδέως ἂν ἐροίμην σε, τί περὶ τούτων φὴς ὅσοι τοὺς δαιμονῶντας ἀπαλλάττουσι τῶν δειμάτων οὕτω σαφῶς ἐξᾴδοντες τὰ φάσματα.
” 提奇亚德: “无论如何,我很想问你,你对那些通过念咒驱散幻影、使附魔者免于恐惧的人有什么看法?
καὶ ταῦτα οὐκ ἐμὲ χρὴ λέγειν, ἀλλὰ πάντες ἴσασι τὸν Σύρον τὸν ἐκ τῆς Παλαιστίνης, τὸν ἐπὶ τούτῳ σοφιστήν, ὅσους παραλαβὼν καταπίπτοντας πρὸς τὴν σελήνην καὶ τὼ ὀφθαλμὼ διαστρέφοντας καὶ ἀφροῦ πιμπλαμένους τὸ στόμα ὅμως ἀνίστησι καὶ ἀποπέμπει ἀρτίους τὴν γνώμην, ἐπὶ μισθῷ μεγάλῳ ἀπαλλάξας τῶν δεινῶν.
这些事不需要我来说,所有人都知道那个来自巴勒斯坦的叙利亚人,他是这方面的专家,有多少人在月圆时倒下、转动双眼、口吐白沫,他却能让他们站起来,并让他们神志清醒地回去,以高额的报酬将他们从可怕的痛苦中解救出来。
ἐπειδὰν γὰρ ἐπιστὰς κειμένοις ἔρηται ὅθεν εἰσεληλύθασιν εἰς τὸ σῶμα, ὁ μὲν νοσῶν αὐτὸς σιωπᾷ, ὁ δαίμων δὲ ἀποκρίνεται, ἑλληνίζων ἢ βαρβαρίζων ὁπόθεν ἂν αὐτὸς ᾖ, ὅπως τε καὶ ὅθεν εἰσῆλθεν εἰς τὸν ἄνθρωπον· ὁ δὲ ὅρκους ἐπάγων, εἰ δὲ μὴ πεισθείη, καὶ ἀπειλῶν ἐξελαύνει τὸν δαίμονα.
因为当他站在躺着的病人身边,询问他们从哪里进入身体时,病人本人保持沉默,而恶灵则用希腊语或蛮族语言(取决于它自己来自哪里)回答它是如何以及从哪里进入那个人体内的;而他通过施加誓言,如果不从就施以威胁,从而将恶灵驱逐出去。
ἐγὼ γοῦν καὶ εἶδον ἐξιόντα μέλανα καὶ καπνώδη τὴν χρόαν.
我甚至亲眼看到过一个恶灵出来,皮肤呈黑色且多烟。
οὐ μέγα, ἦν δʼ ἐγώ, τὰ τοιαῦτά σε ὁρᾶν, ὦ Ἴων, ᾧ γε καὶ αἱ ἰδέαι αὐταὶ φαίνονται ἃ ὁ πατὴρ ὑμῶν Πλάτων δείκνυσιν, ἀμαυρόν τι θέαμα ὡς πρὸς ἡμᾶς τοὺς ἀμβλυώττοντας.
” “这没什么大不了的,”我说道,“对你来说看到这些,伊翁,因为连你们的父亲柏拉图所展示的理念本身都在你面前显现,而这对于我们这些视力模糊的人来说,只是模糊的幻影。 ”

词汇与语法注释

  1. §14ἐν Γλαυκίου τοῦ Ἀλεξικλέους — 前置词 ἐν 后面接属格(Γλαυκίου τοῦ Ἀλεξικλέους),表示“在格劳基亚斯的家中”。这是一种省略了名词 οἴκῳ(房屋)的习惯用法。
  2. §14εἴ γε μὴ ὁ ἔρως ἐκεῖνος ἀπησχόλησεν αὐτόν, ἅπαντα ἂν ἤδη τὰ τοῦ Περιπάτου ἠπίστατο — 条件从句使用 εἰ +直说过去不定过去时(ἀπησχόλησεν,过去事实的否定),主句使用 ἂν +直说未完成过去时(ἠπίστατο,现在状态的持续),构成了混合型的违反事实条件句(如果当时那个恋爱没有分散他的注意力,他现在就已经掌握了……)。
  3. §14ὡς ἂν ἐκμανέστατα ἐρῶσα — 分词 ἐρῶσα(爱着)加上 ὡς ἂν,表示假设性的比较,“仿佛以最疯狂的方式爱着”。ἐκμανέστατα 是副词的最高级。
  4. §15εἴ γε εἶδον αὐτά — 表示与过去事实相反的虚拟条件从句(如果我真的看见了它们)。主句动词被省略,但可结合前文的 ἐπίστευον ἂν(我就会相信)来理解。
  5. §15εἴκοσι δραχμῶν — 表示价格或价值的属格,意思是“花二十德拉克马”或“以二十德拉克马的价格”。
  6. §16ὅσους παραλαβὼν καταπίπτοντας ... ὅμως ἀνίστησι — 关系代词 ὅσους(凡是……的人)作主句主动词 ἀνίστησι 的直接宾语,并被多个分词(καταπίπτοντας, διαστρέφοντας, πιμπλαμένους)修饰,用以描绘被附身者的症状。

引用这一段

琉善, 好谎言者或怀疑者 §14-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:14-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。