Humanitext Reader

琉善 · 好谎言者或怀疑者 §10-13

驱蛇法师与凌空飞行异人的奇迹故事

第 4 段,共 12 段 · 希腊语

内容简介

戴诺马科斯因提奇亚德的怀疑态度而指责其不敬神。对此,伊翁讲述了一位巴比伦魔术师治愈蝰蛇咬伤并召集烧毁田地中所有毒蛇的奇迹,而克里奥德摩斯也通过分享自己亲眼看见极北之地男子在空中飞行、水面行走的经历来辩护此类超自然现象的可信度。

§10Τυχιάδης σύ μοι δοκεῖς, ἦ δʼ ὃς ὁ Δεινόμαχος, τὰ τοιαῦτα λέγων οὐδὲ θεοὺς εἶναι πιστεύειν εἴ γε μὴ οἴει τὰς ἰάσεις οἷόν τε εἶναι ὑπὸ ἱερῶν ὀνομάτων γίγνεσθαι.
提奇亚德: “在我看来,”戴诺马科斯说,“你既然说出这样的话,甚至连神明的存在都不相信了,如果你不认为通过神圣的名字能够带来治愈的话。
τοῦτο μέν, ἦν δʼ ἐγώ, μὴ λέγε, ὦ ἄριστε·
” “千万别这么说,”我说道,“我优秀的朋友。
κωλύει γὰρ οὐδὲν καὶ θεῶν ὄντων ὅμως τὰ τοιαῦτα ψευδῆ εἶναι.
因为没有什么能阻止即使在神明存在的前提下,这些事情依然是虚假的。
ἐγὼ δὲ καὶ θεοὺς σέβω καὶ ἰάσεις αὐτῶν ὁρῶ καὶ ἃ εὖ ποιοῦσι τοὺς κάμνοντας ὑπὸ φαρμάκων καὶ ἰατρικῆς ἀνιστάντες·
我既敬重神明,也看到了他们的治愈,以及他们通过药物和医术使病人康复、起死回生的善行。
ὁ γοῦν Ἀσκληπιὸς αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ ἤπια φάρμακα πάσσοντες ἐθεράπευον τοὺς νοσοῦντας, οὐ λεοντᾶς καὶ μυγαλᾶς περιάπτοντες.
无论如何,阿斯克勒庇俄斯本人和他的儿子们都是通过涂抹温和的药物来治疗病人的,而不是把狮子皮和鼩鼱绑在他们身上。
§11Τυχιάδης ἔα τοῦτον, ἔφη ὁ Ἴων, ἐγὼ δὲ ὑμῖν θαυμάσιόν τι διηγήσομαι.
” 提奇亚德: “别管他了,”伊翁说道,“我来给你们讲一个奇妙的故事。
ἦν μὲν ἐγὼ μειράκιον ἔτι ἀμφὶ τὰ τετταρακαίδεκα ἔτη σχεδόν· ἧκεν δέ τις ἀγγέλλων τῷ πατρὶ Μίδαν τὸν ἀμπελουργόν, ἐρρωμένον εἰς τὰ ἄλλα οἰκέτην καὶ ἐργατικόν, ἀμφὶ πλήθουσαν ἀγορὰν ὑπὸ ἐχίδνης δηχθέντα κεῖσθαι ἤδη σεσηπότα τὸ σκέλος·
当时我还是个大约十四岁的少年;有人跑来向我父亲报告,说果园里的花匠、在其他方面都很强壮且勤劳的奴隶米达斯,在集市繁忙的时候被蝰蛇咬伤,现在正躺着,他的腿已经开始腐烂。
ἀναδοῦντι γὰρ αὐτῷ τὰ κλήματα καὶ ταῖς χάραξι περιπλέκοντι προσερπύσαν τὸ θηρίον δακεῖν κατὰ τὸν μέγαν δάκτυλον, καὶ τὸ μὲν φθάσαι καὶ καταδῦναι αὖθις εἰς τὸν φωλεόν, τὸν δὲ οἰμώζειν ἀπολλύμενον ὑπʼ ἀλγηδόνων.
原来当他捆绑葡萄枝并将它们缠绕在支柱上时,那只野兽爬过来咬了他的大脚趾;那野兽得逞后迅速钻回了洞里,而他则因为剧痛而痛苦呻吟,生命垂危。
ταῦτά τε οὖν ἀπηγγέλλετο καὶ τὸν Μίδαν ἑωρῶμεν αὐτὸν ἐπὶ σκίμποδος ὑπὸ τῶν ὁμοδούλων προσκομιζόμενον, ὅλον ᾠδηκότα, πελιδνόν, μυδῶντα ἐπιπολῆς, ὀλίγον ἔτι ἐμπνέοντα.
这些消息传来后,我们看到米达斯本人被他的同伴奴隶用担架抬了过来,他全身肿胀、面色发青、皮肤表面流脓、仅剩一口气。
λελυπημένῳ δὴ τῷ πατρὶ τῶν φίλων τις παρών, θάρρει, ἔφη, ἐγὼ γάρ σοι ἄνδρα Βαβυλώνιον τῶν Χαλδαίων, ὥς φασιν, αὐτίκα μέτειμι, ὃς ἰάσεται τὸν ἄνθρωπον καὶ ἵνα μὴ διατρίβω λέγων, ἧκεν ὁ Βαβυλώνιος καὶ ἀνέστησε τὸν Μίδαν ἐπῳδῇ τινι ἐξελάσας τὸν ἰὸν ἐκ τοῦ σώματος, ἔτι καὶ προσαρτήσας τῷ ποδὶ νεκρᾶς παρθένου λίθον ἀπὸ τῆς στήλης ἐκκολάψας.
面对忧心忡忡的父亲,在场的一位朋友说道: ‘放心吧,我马上为你请来一位巴比伦人,据说他是迦勒底人之一,他会治好这个人的。 ’ 长话短说,那巴比伦人来了,他通过某种咒语将毒素排出体外,使米达斯站了起来,并且还把从一个死去的处女墓碑上凿下来的一块石头绑在他的脚上。
καὶ τοῦτο μὲν ἴσως μέτριον· καίτοι ὁ Μίδας αὐτὸς ἀράμενος τὸν σκίμποδα ἐφʼ οὗ ἐκεκόμιστο ᾤχετο εἰς τὸν ἀγρὸν ἀπιών· τοσοῦτον ἡ ἐπῳδὴ ἐδυνήθη καὶ ὁ στηλίτης ἐκεῖνος λίθος.
这或许还算平常;然而米达斯本人竟然扛起抬他来的担架,回到了田里;那咒语和那块墓碑上的石头竟有如此大的威力。
§12Τυχιάδης ὁ δὲ καὶ ἄλλα ἐποίησε θεσπέσια ὡς ἀληθῶς·
” 提奇亚德: “而且他还做了其他真正神奇的事情。
εἰς γὰρ τὸν ἀγρὸν ἐλθὼν ἕωθεν, ἐπειπὼν ἱερατικά τινα ἐκ βίβλου παλαιᾶς ὀνόματα ἑπτὰ καὶ θείῳ καὶ δᾳδὶ καθαγνίσας τὸν τόπον περιελθὼν ἐς τρίς, ἐξεκάλεσεν ὅσα ἦν ἑρπετὰ ἐντὸς τῶν ὅρων.
天亮时他来到田里,从一本古书上念了七个神圣的名字,并用硫黄和火把将该地环绕三圈进行净化,召集了边界内所有的爬行动物。
ἧκον οὖν ὥσπερ ἑλκόμενοι πρὸς τὴν ἐπῳδὴν ὄφεις πολλοὶ καὶ ἀσπίδες καὶ ἔχιδναι καὶ κεράσται καὶ ἀκοντίαι φρῦνοί τε καὶ φύσαλοι, ἐλείπετο δὲ εἷς δράκων παλαιός, ὑπὸ γήρως, οἶμαι, ἐξερπύσαι μὴ δυνάμενος ἢ παρακούσας τοῦ προστάγματος·
于是,仿佛被那咒语吸引一般,来了许多蛇、眼镜蛇、角蝰、飞蛇、蟾蜍和毒蛙,只剩下一只古老的大蛇,我想是因为年老无法爬出来,或者是没有听见命令。
ὁ δὲ μάγος οὐκ ἔφη παρεῖναι ἅπαντας, ἀλλʼ ἕνα τινὰ τῶν ὄφεων τὸν νεώτατον χειροτονήσας πρεσβευτὴν ἔπεμψεν ἐπὶ τὸν δράκοντα, καὶ μετὰ μικρὸν ἧκε κἀκεῖνος.
但魔术师说并不是所有的都在场,他指派了蛇群中最年轻的一只作为使者送去大蛇那里,不久后那大蛇也来了。
ἐπεὶ δὲ συνηλίσθησαν, ἐνεφύσησε μὲν αὐτοῖς ὁ Βαβυλώνιος, τὰ δὲ αὐτίκα μάλα κατεκαύθη ἅπαντα ὑπὸ τῷ φυσήματι, ἡμεῖς δὲ ἐθαυμάζομεν.
当它们聚集在一起时,巴比伦人朝它们吹了一口气,它们立刻在这一吹之下全被烧毁了,而我们大为惊奇。
§13Τυχιάδης εἰπέ μοι, ὦ Ἴων, ἦν δʼ ἐγώ, ὁ ὄφις δὲ ὁ πρεσβευτὴς ὁ νέος ἄρα καὶ ἐχειραγώγει τὸν δράκοντα ἤδη, ὡς φής, γεγηρακότα, ἢ σκίπωνα ἔχων ἐκεῖνος ἐπεστηρίζετο;
” 提奇亚德: “告诉我,伊翁,”我说道,“那只年轻的使者蛇,真的像你所说的那样,用手牵着那只已经衰老的大蛇吗? 还是那大蛇拄着拐杖支撑着身体呢?
σὺ μὲν παίζεις, ἔφη ὁ Κλεόδημος, ἐγὼ δὲ καὶ αὐτὸς ἀπιστότερος ὤν σου πάλαι τὰ τοιαῦτα — ᾤμην γὰρ οὐδενὶ λόγῳ δυνατὸν γίγνεσθαι ἂν αὐτὰ — ὅμως ὅτε τὸ πρῶτον εἶδον πετόμενον τὸν ξένον τὸν βάρβαρον — ἐξ Ὑπερβορέων δὲ ἦν, ὡς ἔφασκεν — ἐπίστευσα καὶ ἐνικήθην ἐπὶ πολὺ ἀντισχών.
” “你是在开玩笑,”克里奥德摩斯说,“但我自己以前甚至比你更不相信这些事情——因为我认为它们无论如何都不可能发生。 然而,当我第一次看到那个外邦蛮族在天空中飞行时——据他自己说,他是从极北之地来的——我便相信了,并在长期抗拒之后被说服了。
τί γὰρ ἔδει ποιεῖν αὐτὸν ὁρῶντα διὰ τοῦ ἀέρος φερόμενον ἡμέρας οὔσης καὶ ἐφʼ ὕδατος βαδίζοντα καὶ διὰ πυρὸς διεξιόντα σχολῇ καὶ βάδην;
因为在光天化日之下,亲眼看见他被运送到空中,在水面上行走,并安详地、迈着步子穿过烈火,一个人还能怎么办呢?
σὺ ταῦτα εἶδες, ἦν δʼ ἐγώ, τὸν Ὑπερβόρεον ἄνδρα πετόμενον ἢ ἐπὶ τοῦ ὕδατος βεβηκότα;
” “你真的看到了这些吗,”我说道,“那个极北之地的男子在飞,或者在水面上站着?
καὶ μάλα, ἦ δʼ ὅς, “ὑποδεδεμένον γε καρβατίνας, οἷα μάλιστα ἐκεῖνοι ὑποδοῦνται.
” “确实看到了,”他说,“而且他还穿着皮便鞋,正是他们最常穿的那种。
τὰ μὲν γὰρ σμικρὰ ταῦτα τί χρὴ καὶ λέγειν ὅσα ἐπεδείκνυτο, ἔρωτας ἐπιπέμπων καὶ δαίμονας ἀνάγων καὶ νεκροὺς ἑώλους ἀνακαλῶν καὶ τὴν Ἑκάτην αὐτὴν ἐναργῆ παριστὰς καὶ τὴν Σελήνην καθαιρῶν;
因为那些微小的演示,又何必多提呢? 比如送去爱神、召回亡灵、唤醒干瘪的死尸、让赫卡忒本人显现,以及把月亮拉下来? ”

词汇与语法注释

  1. 10κωλύει γὰρ οὐδὲν καὶ θεῶν ὄντων ὅμως τὰ τοιαῦτα ψευδῆ εἶναι — 无人称动词 `κωλύει`(妨碍)带有一个“对格+不定式”结构 `τὰ τοιαῦτα ψευδῆ εἶναι`(此类事物是虚假的)作为逻辑上的主语或补语,意为“没有什么能阻止此类事物是虚假的(即神明的存在与这些事物的虚假并不矛盾)”。`καὶ θεῶν ὄντων` 是表示让步的属格绝对结构(“即使神明存在”),分词前的 `καί` 增强了让步语气,并与主句中的 `ὅμως`(尽管如此)相呼应。
  2. 11ἀμφὶ πλήθουσαν ἀγοράν — 直译为“在集市挤满人的时候”,是古希腊用于指代一天中特定时间(通常是集市最繁忙的上午,约上午9点至中午)的传统惯用语。
  3. 11ἵνα μὴ διατρίβω λέγων — 由目的连词 `ἵνα` 接虚拟语气 `διατρίβω`(消磨时间)组成的目的从句,伴随现在分词 `λέγων`(说话)。这是一个插入性的程式化表达,意为“为了不因说话而浪费时间”,用于加快叙事节奏。
  4. 13ἄπιστότερος ὤν σου — 比较级形容词 `ἄπιστότερος`(更不相信的)接表示比较对象的属格 `σου`(比你)。结合其后的副词 `πάλαι`(以前)及上下文,强调了说话者自己以前对这些超自然事物的怀疑态度甚至超过了主角提奇亚德。

引用这一段

琉善, 好谎言者或怀疑者 §10-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:10-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。