§26τὸ δʼ ἕτερον ῥᾴδιον, τὸ μηκέτι ὠνεῖσθαι βιβλία.
だがもう一方は容易だ、すなわち、もはや書物を買わないことだ。
ἱκανῶς πεπαίδευσαι, ἅλις σοι τῆς σοφίας.
お前は十分に教育されているし、お前には知恵は十分だ。
μόνον οὐκ ἐπʼ ἄκρου τοῦ χείλους ἔχεις τὰ παλαιὰ πάντα.
お前は昔のあらゆる事柄を、ほとんど唇の端に載せている。
πᾶσαν μὲν ἱστορίαν οἶσθα, πάσας δὲ λόγων τέχνας καὶ κάλλη αὐτῶν καὶ κακίας καὶ ὀνομάτων χρῆσιν τῶν Ἀττικῶν·
お前はあらゆる歴史を知っており、言葉のあらゆる技術とそれらの美点や欠点、そしてアッティカの言葉遣いを知っている。
πάνσοφόν τι χρῆμα καὶ ἄκρον ἐν παιδείᾳ γεγένησαι διὰ τὸ πλῆθος τῶν βιβλίων.
お前は書物の多さゆえに、万能の、教養において極致に達した存在になっているのだ。
κωλύει γὰρ οὐδὲν κἀμέ σοι ἐνδιατρίβειν, ἐπειδὴ χαίρεις ἐξαπατώμενος.
というのも、お前が騙されるのを喜ぶ以上、私もお前をからかって時間を過ごすのを妨げるものは何もないからだ。
§27ἡδέως δʼ ἂν καὶ ἐροίμην σε, τὰ τοσαῦτα βιβλία ἔχων τί μάλιστα ἀναγιγνώσκεις αὐτῶν;
また、これほど多くの書物を持ちながら、それらのうちで特にお前は何を読んでいるのか、喜んでお前に尋ねたいものだ。
τὰ Πλάτωνος;
プラトンの著作か。
τὰ Ἀντισθένους;
アンティステネスの著作か。
τὰ Ἀρχιλόχου;
アルキロコスの著作か。
τὰ Ἱππώνακτος;
ヒッポナクスの著作か。
ἢ τούτων μὲν ὑπερφρονεῖς, ῥήτορες δὲ μάλιστά σοι διὰ χειρός;
それとも、これらは軽蔑していて、弁論家たちが特にお前の手元にあるのか。
εἰπέ μοι, καὶ Αἰσχίνου τὸν κατὰ Τιμάρχου λόγον ἀναγιγνώσκεις;
私に言ってくれ、お前はエスキネスの『ティマルコス告発』の演説も読んでいるのか。
ἢ ἐκεῖνά γε πάντα οἶσθα καὶ γιγνώσκεις αὐτῶν ἕκαστον, τὸν δὲ Ἀριστοφάνην καὶ τὸν Εὔπολιν ὑποδέδυκας;
それとも、あのようなものはすべてお前は熟知しており、それらの一つ一つを理解していて、アリストファネスやエウポリスに入り込んでいるのか。
ἀνέγνως καὶ τοὺς Βάπτας, τὸ δρᾶμα ὅλον;
お前は『バプタイ』という戯曲も、その全体を読んだのか。
εἶτʼ οὐδέν σου τἀκεῖ καθίκετο, οὐδʼ ἠρυθρίασας γνωρίσας αὐτά;
そして、そこの内容でお前に応えたものは何もなかったのか、それらを認めて赤面もしなかったのか。
τοῦτο γοῦν καὶ μάλιστα θαυμάσειεν ἄν τις, τίνα ποτὲ ψυχὴν ἔχων ἅπτῃ τῶν βιβλίων, ὁποίαις αὐτὰ χερσὶν ἀνελίττεις.
これこそは、誰もが最も不思議に思うことだろう。 一体どのような魂を持ってお前は書物に触れ、どのような手でそれらを開いているのかと。
πότε δὲ ἀναγιγνώσκεις;
また、お前はいつ読んでいるのか。
μεθʼ ἡμέραν;
昼間にか。
ἀλλʼ οὐδεὶς ἑώρακε τοῦτο ποιοῦντα.
だが誰も、お前がそうしているのを見たことはない。
ἀλλὰ νύκτωρ;
それでは夜にか。
πότερον ἐπιτεταγμένος ἤδη ἐκείνοις ἢ πρὸ τῶν λόγων;
すでにあの者たちに命じられているときか、それともその行為の前にか。
§28ἀλλὰ πρὸς Κότυος μηκέτι μὴ τολμήσῃς τοιοῦτο μηδέν, ἄφες δὲ τὰ βιβλία καὶ μόνα ἐργάζου τὰ σαυτοῦ.
しかし、コテュスに免じて、もはやそのようなことを一切企ててはならない。 書物を手放し、お前自身の仕事だけに専念するがよい。
καίτοι ἐχρῆν μηκέτι μηδὲ ἐκεῖνα„ αἰδεσθῆναι δὲ τὴν τοῦ Εὐριπίδου Φαίδραν καὶ ὑπὲρ τῶν γυναικῶν ἀγανακτοῦσαν καὶ λέγουσαν,
"
οὐδὲ σκότον φρίσσουσι τὸν συνεργάτην
τέρεμνά τʼ οἴκων μή ποτε φθογγὴν ἀφῇ. "
εἰ δὲ πάντως ἐμμένειν τῇ ὁμοίᾳ νόσῳ διέγνωσται, ἴθι, ὠνοῦ μὲν βιβλία καὶ οἴκοι κατακλείσας ἔχε καὶ καρποῦ τὴν δόξαν τῶν κτημάτων.
もっとも、あの行為さえも、もはやなすべきではないのだ。 エウリピデスの『ファイドラ』が、女性たちのために憤慨して次のように語る言葉に、恥じ入るべきなのだ。 「共犯者である暗闇を恐れることもなく、家の梁がいつか声を上げることも恐れない」だが、もしどうしても同じ病にとどまり続けると決めているのなら、さあ、書物を買い、家に閉じ込めておき、その所有の評判を享受するがよい。
ἱκανόν σοι καὶ τοῦτο.
お前にはそれだけでも十分だ。
προσάψῃ δὲ μηδέποτε μηδὲ ἀναγνῷς μηδὲ ὑπαγάγῃς τῇ γλώττῃ παλαιῶν ἀνδρῶν λόγους καὶ ποιήματα μηδὲν δεινόν σε εἰργασμένα.
だが、お前に対して何のひどいこともしていない昔の人々の言葉や詩を、決して手にとることも、読むことも、舌に載せることもしてはならない。
οἶδα ὡς μάτην ταῦτά μοι λελήρηται καὶ κατὰ τὴν παροιμίαν Αἰθίοπα σμήχειν ἐπιχειρῶ·
私には分かっている、これらの私の言葉は無駄な戯言であり、諺にある通り『エチオピア人を洗い清めよう』と企てているのだと。
σὺ γὰρ ὠνήσῃ καὶ χρήσῃ εἰς οὐδὲν καὶ καταγελασθήσῃ πρὸς τῶν πεπαιδευμένων, οἷς ἀπόχρη ὠφελεῖσθαι οὐκ ἐκ τοῦ κάλλους τῶν βιβλίων οὐδʼ ἐκ τῆς πολυτελείας αὐτῶν, ἀλλʼ ἐκ τῆς φωνῆς καὶ τῆς γνώμης τῶν γεγραφότων.
というのも、お前はやはり書物を買い、それを何にも役立てず、教養ある人々から嘲笑されるだろうからだ。 彼らにとっては、書物の美しさやその高価さからではなく、それを書いた人々の声や思想から恩恵を受けることで十分なのだから。
§29σὺ δὲ οἴει θεραπεύσειν τὴν ἀπαιδευσίαν καὶ ἐπικαλύψειν τῇ δόξῃ ταύτῃ καὶ ἐκπλήξειν τῷ πλήθει τῶν βιβλίων, οὐκ εἰδὼς ὅτι καὶ οἱ ἀμαθέστατοι τῶν ἰατρῶν τὸ αὐτὸ σοὶ ποιοῦσιν, ἐλεφαντίνους νάρθηκας καὶ σικύας ἀργυρᾶς ποιούμενοι καὶ σμίλας χρυσοκολλήτους·
しかしお前は、自らの無教養を治療し、その評判で覆い隠し、書物の多さで圧倒できると思っている。 最も無知な医者たちも、お前と同じことをし、象牙の添え木、銀の吸角、金を嵌め込んだ小刀をあつらえているのを知らずに。
ὁπόταν δὲ καὶ χρήσασθαι τούτοις δέῃ, οἱ μὲν οὐδὲ ὅπως χρὴ μεταχειρίσασθαι αὐτὰ ἴσασιν·
そして、これらを使う必要が生じたとき、彼らはそれらをどう扱ったらよいのかさえ知らない。
παρελθὼν δέ τις εἰς τὸ μέσον τῶν μεμαθηκότων φλεβότομον εὖ μάλα ἠκονημένον ἔχων ἰοῦ τἄλλα μεστὸν ἀπήλλαξε τῆς ὀδύνης τὸν νοσοῦντα.
他方で、学んだ者たちの誰かが進み出て、錆だらけではあるが極めて鋭く研がれた瀉血刀を持ち、病人を苦痛から解放するのだ。
ἵνα δὲ καὶ γελοιοτέρῳ τινὶ τὰ σὰ εἰκάσω, τοὺς κουρέας τούτους ἐπίσκεψαι, καὶ ὄψει τοὺς μὲν τεχνίτας αὐτῶν ξυρὸν καὶ μαχαιρίδας καὶ κάτοπτρον σύμμετρον ἔχοντας, τοὺς δὲ ἀμαθεῖς καὶ ἰδιώτας πλῆθος μαχαιρίδων προτιθέντας καὶ κάτοπτρα μεγάλα, οὐ μὴν λήσειν γε διὰ ταῦτα οὐδὲν εἰδότας.
お前のことをもっと滑稽な何かに例えるために、あそこにいる理髪師たちを見てみるがよい。 そうすれば、彼らのうち腕の良い職人は剃刀とハサミ、そして手頃な鏡を持っているのに対し、無能で素人の者は多くのハサミを並べ立て、巨大な鏡を置いているのを見るだろう。 だが、彼らが何も知らないということは、これらによって隠せるわけではない。
ἀλλὰ τὸ γελοιότατον ἐκεῖνο πάσχουσιν, ὅτι κείρονται μὲν οἱ πολλοὶ παρὰ τοῖς γείτοσιν αὐτῶν, πρὸς δὲ τὰ ἐκείνων κάτοπτρα προσελθόντες τὰς κόμας εὐθετίζουσιν.
それどころか、彼らはあの最も滑稽な目にあうのだ。 すなわち、多くの人々は彼らの隣人の店で髪を刈ってもらいながら、彼らの鏡の前にやって来て髪を整えるのだから。
§30καὶ σὺ τοίνυν ἄλλῳ μὲν δεηθέντι χρήσειας ἂν τὰ βιβλία, χρήσασθαι δὲ αὐτὸς οὐκ ἂν δύναιο.
それゆえお前も、必要とする他の人には書物を貸してやれるかもしれないが、お前自身がそれらを使うことはできないだろう。
καίτοι οὐδὲ ἔχρησάς τινι βιβλίον πώποτε, ἀλλὰ τὸ τῆς κυνὸς ποιεῖς τῆς ἐν τῇ φάτνῃ κατακειμένης, ἣ οὔτε αὐτὴ τῶν κριθῶν ἐσθίει οὔτε τῷ ἵππῳ δυναμένῳ φαγεῖν ἐπιτρέπει.
もっとも、お前はこれまで誰にも一度も書物を貸したことがなく、むしろ飼い葉桶の中に横たわっているあの犬の真似をしているのだ。 その犬は、自らは大麦を食べず、食べることのできる馬にもそれを許さないのだ。
ταῦτα τό γε νῦν εἶναι ὑπὲρ μόνων τῶν βιβλίων παρρησιάζομαι πρὸς σέ, περὶ δὲ τῶν ἄλλων ὅσα κατάπτυστα καὶ ἐπονείδιστα ποιεῖς, αὖθις ἀκούσῃ πολλάκις.
これらは、少なくとも現時点では、書物のことについてだけ、私はお前に対して率直に語っているのだ。 お前が行っているその他の卑劣で恥ずべきすべての事柄については、お前は今後何度も耳にすることになるだろう。