- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg028.humanitext-grc2:26-30
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
語り手は、相手に対して書物の収集をやめ、本来の不道徳な生活にのみ専念すべきだと忠告する。さらに、贅沢な道具で無能さを隠そうとする医師や理髪師、あるいは飼い葉桶の犬の比喩を用いて、相手の無知と虚栄心を鋭く批判している。
τὸ δʼ ἕτερον ῥᾴδιον, τὸ μηκέτι ὠνεῖσθαι βιβλία. ἱκανῶς πεπαίδευσαι, ἅλις σοι τῆς σοφίας. μόνον οὐκ1 ἐπʼ ἄκρου τοῦ χείλους ἔχεις τὰ παλαιὰ πάντα. πᾶσαν μὲν ἱστορίαν οἶσθα, πάσας δὲ λόγων τέχνας καὶ κάλλη αὐτῶν καὶ κακίας καὶ ὀνομάτων χρῆσιν τῶν Ἀττικῶν· πάνσοφόν τι χρῆμα καὶ ἄκρον ἐν παιδείᾳ γεγένησαι διὰ τὸ πλῆθος τῶν βιβλίων. κωλύει γὰρ οὐδὲν κἀμέ σοι ἐνδιατρίβειν, ἐπειδὴ χαίρεις ἐξαπατώμενος.
だがもう一方は容易だ、すなわち、もはや書物を買わないことだ。お前は十分に教育されているし、お前には知恵は十分だ。お前は昔のあらゆる事柄を、ほとんど唇の端に載せている。お前はあらゆる歴史を知っており、言葉のあらゆる技術とそれらの美点や欠点、そしてアッティカの言葉遣いを知っている。お前は書物の多さゆえに、万能の、教養において極致に達した存在になっているのだ。というのも、お前が騙されるのを喜ぶ以上、私もお前をからかって時間を過ごすのを妨げるものは何もないからだ。
ἡδέως δʼ ἂν καὶ ἐροίμην σε, τὰ τοσαῦτα βιβλία ἔχων τί μάλιστα ἀναγιγνώσκεις αὐτῶν; τὰ Πλάτωνος; τὰ Ἀντισθένους; τὰ Ἀρχιλόχου; τὰ Ἱππώνακτος; ἢ τούτων μὲν ὑπερφρονεῖς, ῥήτορες δὲ μάλιστά σοι διὰ χειρός; εἰπέ μοι, καὶ Αἰσχίνου τὸν κατὰ Τιμάρχου λόγον ἀναγιγνώσκεις; ἢ ἐκεῖνά γε πάντα οἶσθα καὶ γιγνώσκεις αὐτῶν ἕκαστον, τὸν δὲ Ἀριστοφάνην καὶ τὸν Εὔπολιν ὑποδέδυκας; ἀνέγνως καὶ τοὺς Βάπτας, τὸ δρᾶμα ὅλον; εἶτʼ οὐδέν σου τἀκεῖ καθίκετο, οὐδʼ ἠρυθρίασας γνωρίσας αὐτά; τοῦτο γοῦν καὶ μάλιστα θαυμάσειεν ἄν τις, τίνα ποτὲ ψυχὴν ἔχων ἅπτῃ τῶν βιβλίων, ὁποίαις αὐτὰ χερσὶν ἀνελίττεις. πότε δὲ ἀναγιγνώσκεις; μεθʼ ἡμέραν; ἀλλʼ οὐδεὶς ἑώρακε τοῦτο ποιοῦντα. ἀλλὰ νύκτωρ; πότερον ἐπιτεταγμένος ἤδη ἐκείνοις ἢ πρὸ τῶν λόγων;2
また、これほど多くの書物を持ちながら、それらのうちで特にお前は何を読んでいるのか、喜んでお前に尋ねたいものだ。プラトンの著作か。アンティステネスの著作か。アルキロコスの著作か。ヒッポナクスの著作か。それとも、これらは軽蔑していて、弁論家たちが特にお前の手元にあるのか。私に言ってくれ、お前はエスキネスの『ティマルコス告発』の演説も読んでいるのか。それとも、あのようなものはすべてお前は熟知しており、それらの一つ一つを理解していて、アリストファネスやエウポリスに入り込んでいるのか。お前は『バプタイ』という戯曲も、その全体を読んだのか。そして、そこの内容でお前に応えたものは何もなかったのか、それらを認めて赤面もしなかったのか。これこそは、誰もが最も不思議に思うことだろう。一体どのような魂を持ってお前は書物に触れ、どのような手でそれらを開いているのかと。また、お前はいつ読んでいるのか。昼間にか。だが誰も、お前がそうしているのを見たことはない。それでは夜にか。すでにあの者たちに命じられているときか、それともその行為の前にか。
ἀλλὰ πρὸς Κότυος3 μηκέτι μὴ τολμήσῃς τοιοῦτο μηδέν, ἄφες δὲ τὰ βιβλία καὶ μόνα ἐργάζου τὰ σαυτοῦ. καίτοι ἐχρῆν μηκέτι μηδὲ ἐκεῖνα„ αἰδεσθῆναι δὲ τὴν τοῦ Εὐριπίδου Φαίδραν καὶ ὑπὲρ τῶν γυναικῶν ἀγανακτοῦσαν καὶ λέγουσαν, "οὐδὲ σκότον φρίσσουσι τὸν συνεργάτην τέρεμνά τʼ οἴκων μή ποτε φθογγὴν ἀφῇ." εἰ δὲ πάντως ἐμμένειν τῇ ὁμοίᾳ νόσῳ διέγνωσται, ἴθι, ὠνοῦ μὲν βιβλία καὶ οἴκοι κατακλείσας ἔχε καὶ καρποῦ τὴν δόξαν τῶν κτημάτων. ἱκανόν σοι καὶ τοῦτο. προσάψῃ δὲ μηδέποτε μηδὲ ἀναγνῷς μηδὲ ὑπαγάγῃς τῇ γλώττῃ παλαιῶν ἀνδρῶν λόγους καὶ ποιήματα μηδὲν δεινόν σε εἰργασμένα. οἶδα ὡς μάτην ταῦτά μοι λελήρηται καὶ κατὰ τὴν παροιμίαν Αἰθίοπα σμήχειν ἐπιχειρῶ· σὺ γὰρ ὠνήσῃ καὶ χρήσῃ εἰς οὐδὲν καὶ καταγελασθήσῃ πρὸς τῶν πεπαιδευμένων, οἷς ἀπόχρη ὠφελεῖσθαι οὐκ ἐκ τοῦ κάλλους τῶν βιβλίων οὐδʼ ἐκ τῆς πολυτελείας αὐτῶν, ἀλλʼ ἐκ τῆς φωνῆς καὶ τῆς γνώμης τῶν γεγραφότων.
しかし、コテュスに免じて、もはやそのようなことを一切企ててはならない。書物を手放し、お前自身の仕事だけに専念するがよい。もっとも、あの行為さえも、もはやなすべきではないのだ。エウリピデスのファイドラが、女性たちのために憤慨して次のように語る言葉に、恥じ入るべきなのだ。 「共犯者である暗闇を恐れることもなく、家の梁がいつか声を上げることも恐れない」だが、もしどうしても同じ病にとどまり続けると決めているのなら、さあ、書物を買い、家に閉じ込めておき、その所有の評判を享受するがよい。お前にはそれだけでも十分だ。だが、お前に対して何のひどいこともしていない昔の人々の言葉や詩を、決して手にとることも、読むことも、舌に載せることもしてはならない。 私には分かっている、これらの私の言葉は無駄な戯言であり、諺にある通り「エチオピア人を洗い清めよう」と企てているのだと。というのも、お前はやはり書物を買い、それを何にも役立てず、教養ある人々から嘲笑されるだろうからだ。彼らにとっては、書物の美しさやその高価さからではなく、それを書いた人々の声や思想から恩恵を受けることで十分なのだから。
σὺ δὲ οἴει θεραπεύσειν τὴν ἀπαιδευσίαν καὶ ἐπικαλύψειν τῇ δόξῃ ταύτῃ καὶ ἐκπλήξειν τῷ πλήθει τῶν βιβλίων, οὐκ εἰδὼς ὅτι καὶ οἱ ἀμαθέστατοι τῶν ἰατρῶν τὸ αὐτὸ σοὶ ποιοῦσιν, ἐλεφαντίνους νάρθηκας καὶ σικύας ἀργυρᾶς ποιούμενοι καὶ σμίλας χρυσοκολλήτους· ὁπόταν δὲ καὶ χρήσασθαι τούτοις δέῃ, οἱ μὲν οὐδὲ ὅπως χρὴ μεταχειρίσασθαι αὐτὰ ἴσασιν· παρελθὼν δέ τις εἰς τὸ μέσον τῶν μεμαθηκότων φλεβότομον εὖ μάλα ἠκονημένον ἔχων ἰοῦ τἄλλα μεστὸν4 ἀπήλλαξε τῆς ὀδύνης τὸν νοσοῦντα. ἵνα δὲ καὶ γελοιοτέρῳ τινὶ τὰ σὰ εἰκάσω, τοὺς κουρέας τούτους ἐπίσκεψαι, καὶ ὄψει τοὺς μὲν τεχνίτας αὐτῶν ξυρὸν καὶ μαχαιρίδας καὶ κάτοπτρον σύμμετρον ἔχοντας, τοὺς δὲ ἀμαθεῖς καὶ ἰδιώτας πλῆθος μαχαιρίδων προτιθέντας καὶ κάτοπτρα μεγάλα, οὐ μὴν λήσειν γε διὰ ταῦτα οὐδὲν εἰδότας. ἀλλὰ τὸ γελοιότατον ἐκεῖνο πάσχουσιν, ὅτι κείρονται μὲν οἱ πολλοὶ παρὰ τοῖς γείτοσιν αὐτῶν, πρὸς δὲ τὰ ἐκείνων κάτοπτρα προσελθόντες τὰς κόμας εὐθετίζουσιν.
しかしお前は、自らの無教養を治療し、その評判で覆い隠し、書物の多さで圧倒できると思っている。最も無知な医者たちも、お前と同じことをし、象牙の添え木、銀の吸角、金を嵌め込んだ小刀をあつらえているのを知らずに。そして、これらを使う必要が生じたとき、彼らはそれらをどう扱ったらよいのかさえ知らない。他方で、学んだ者たちの誰かが進み出て、錆だらけではあるが極めて鋭く研がれた瀉血刀を持ち、病人を苦痛から解放するのだ。お前のことをもっと滑稽な何かに例えるために、あそこにいる理髪師たちを見てみるがよい。そうすれば、彼らのうち腕の良い職人は剃刀とハサミ、そして手頃な鏡を持っているのに対し、無能で素人の者は多くのハサミを並べ立て、巨大な鏡を置いているのを見るだろう。だが、彼らが何も知らないということは、これらによって隠せるわけではない。それどころか、彼らはあの最も滑稽な目にあうのだ。すなわち、多くの人々は彼らの隣人の店で髪を刈ってもらいながら、彼らの鏡の前にやって来て髪を整えるのだから。
καὶ σὺ τοίνυν ἄλλῳ μὲν δεηθέντι χρήσειας ἂν τὰ βιβλία, χρήσασθαι δὲ αὐτὸς οὐκ ἂν δύναιο. καίτοι οὐδὲ ἔχρησάς τινι βιβλίον πώποτε, ἀλλὰ τὸ τῆς κυνὸς ποιεῖς τῆς ἐν τῇ φάτνῃ κατακειμένης,5 ἣ οὔτε αὐτὴ τῶν κριθῶν ἐσθίει οὔτε τῷ ἵππῳ δυναμένῳ φαγεῖν ἐπιτρέπει. ταῦτα τό γε νῦν εἶναι ὑπὲρ μόνων τῶν βιβλίων παρρησιάζομαι πρὸς σέ, περὶ δὲ τῶν ἄλλων ὅσα κατάπτυστα καὶ ἐπονείδιστα ποιεῖς, αὖθις ἀκούσῃ πολλάκις.
それゆえお前も、必要とする他の人には書物を貸してやれるかもしれないが、お前自身がそれらを使うことはできないだろう。もっとも、お前はこれまで誰にも一度も書物を貸したことがなく、むしろ飼い葉桶の中に横たわっているあの犬の真似をしているのだ。その犬は、自らは大麦を食べず、食べることのできる馬にもそれを許さないのだ。 これらは、少なくとも現時点では、書物のことについてだけ、私はお前に対して率直に語っているのだ。お前が行っているその他の卑劣で恥ずべきすべての事柄については、お前は今後何度も耳にすることになるだろう。
- 26μόνον οὐκ
μόνον οὐκ は副詞的に「ほとんど」「〜も同然」を意味する(英語の almost, all but に相当)。
- 27πρὸ τῶν λόγων
τῶν λόγων の解釈。λόγος には「言葉、対話」のほかに、この文脈(男娼との猥雑な生活)においては性的な戯れや交渉を暗示する多義性があり、ここでは肉体関係を持つ前の語らいを遠回しに指している。
- 28πρὸς Κότυος
前置詞 πρὸς +属格は、誓いや嘆願の表現において「〜に免じて」を意味する。Κότυς はトラキアの淫蕩な女神(コテュス)。
- 29ἰοῦ τἄλλα μεστὸν
τἄλλα(τὰ ἄλλα)は「その他の点では」という関係対格(観点の対格)として機能し、形容詞 μεστόν にかかっている。直訳すると「その他の点では錆で満ちている」。
- 30τὸ τῆς κυνὸς ποιεῖς τῆς ἐν τῇ φάτνῃ κατακειμένης
指示代名詞(冠詞) τὸ と属格 τῆς κυνὸς の結合は「〜の行いをする(〜の真似をする)」という意味の表現。有名なイソップ寓話「飼い葉桶の犬」を指している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-30 表記の統一 — 訳文 1 件
