§8φέρε δὲ ἤδη τούτων ἀφέμενοι τῶν λόγων εἰς αὐτὸν ἀνέλθωμεν τὸν οὐρανὸν ποιητικῶς ἀναπτάμενοι κατὰ τὴν αὐτὴν Ὁμήρῳ καὶ Ἡσιόδῳ ὁδὸν καὶ θεασώμεθα ὅπως διακεκόσμηται τὰ ἄνω.
さあ、今はこれらの話から離れて、ホメロスやヘシオドスと同じ道を詩的に飛び上りつつ、天そのものへと上り、上界がどのように秩序づけられているかを観てみよう。
καὶ ὅτι μὲν χαλκοῦς ἐστιν τὰ ἔξω, καὶ πρὸ ἡμῶν τοῦ Ὁμήρου λέγοντος ἠκούσαμεν·
その外面が青銅製であることは、我々以前にホメロスが語るのを耳にしている。
ὑπερβάντι δὲ καὶ ἀνακύψαντι μικρὸν εἰς τὸ ἄνω καὶ ἀτεχνῶς ἐπὶ τοῦ νώτου γενομένῳ φῶς τε λαμπρότερον φαίνεται καὶ ἥλιος καθαρώτερος καὶ ἄστρα διαυγέστερα καὶ τὸ πᾶν ἡμέρα καὶ χρυσοῦν τὸ δάπεδον.
しかし、それを越えて上界へと少し頭を突き出し、文字通りその背の上に達した者にとっては、より輝かしい光が現れ、より澄んだ太陽、より透き通った星々が見え、万物が昼であり、床は黄金である。
εἰσιόντων δὲ πρῶτα μὲν οἰκοῦσιν αἱ Ὧραι·
入っていくと、まず最初にホーラたちが住んでいる。
πυλωροῦσι γάρ·
彼女たちが門番をしているからである。
ἔπειτα δʼ ἡ Ἶρις καὶ ὁ Ἑρμῆς ὄντες ὑπηρέται καὶ ἀγγελιαφόροι τοῦ Διός, ἑξῆς δὲ τοῦ Ἡφαίστου τὸ χαλκεῖον ἀνάμεστον ἁπάσης τέχνης, μετὰ δὲ αἱ τῶν θεῶν οἰκίαι καὶ τοῦ Διὸς τὰ βασίλεια, ταῦτα πάντα περικαλλῆ τοῦ Ἡφαίστου κατασκευάσαντος.
次に、ゼウスの召使いであり伝令であるイリスとヘルメスがおり、その次には、あらゆる技術で満ちたヘパイストスの鍛冶場があり、その後に、神々の邸宅とゼウスの宮殿がある。 これらすべてはヘパイストスが極めて美しく造り上げたものである。
§9οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι —
πρέπει γάρ, οἶμαι, ἄνω ὄντα μεγαληγορεῖν — ἀποσκοποῦσιν εἰς τὴν γῆν καὶ πάντῃ περιβλέπουσιν ἐπικύπτοντες εἴ ποθεν ὄψονται πῦρ ἀναπτόμενον ἢ ἀναφερομένην κνῖσαν
ἑλισσομένην περὶ καπνῷ.
\n 神々はゼウスの傍らに座して――思うに、上界にいるときには大言壮語するのがふさわしいからだが――身をかがめて地を見下ろし、どこかから火が燃え上がるのや、煙に巻かれて立ち上る脂の香りを視線に捉えることができないかと、あたりをくまなく見回している。
κἂν μὲν θύῃ τις, εὐωχοῦνται πάντες ἐπικεχηνότες τῷ καπνῷ καὶ τὸ αἷμα πίνοντες τοῖς βωμοῖς προσχεόμενον ὥσπερ αἱ μυῖαι·
そして、もし誰かが犠牲を捧げれば、彼らは皆、煙に対して口を開けてごちそうにあずかり、祭壇に注がれる血をハエのように飲む。
ἢν δὲ οἰκοσιτῶσιν, νέκταρ καὶ ἀμβροσία τὸ δεῖπνον.
しかし、もし自家用の食事をするなら、ネクタルとアンブロシアが彼らの食事となる。
πάλαι μὲν οὖν καὶ ἄνθρωποι συνειστιῶντο καὶ συνέπινον αὐτοῖς, ὁ Ἰξίων καὶ ὁ Τάνταλος·
かつては、人間たち、すなわちイクシオンやタンタロスも彼らと共に食事をし、共に飲んでいた。
ἐπεὶ δὲ ἦσαν ὑβρισταὶ καὶ λάλοι, ἐκεῖνοι μὲν ἔτι καὶ νῦν κολάζονται, ἄβατος δὲ τῷ θνητῷ γένει καὶ ἀπόρρητος ὁ οὐρανός.
しかし、彼らが傲慢でおしゃべりであったため、彼らは今なお罰せられており、天は死すべき種族にとって立ち入り禁止であり、神聖不可侵なものとなった。
§10τοιοῦτος ὁ βίος τῶν θεῶν.
\n 神々の暮らしはこのようである。
τοιγαροῦν καὶ οἱ ἄνθρωποι συνῳδὰ τούτοις καὶ ἀκόλουθα περὶ τὰς θρησκείας ἐπιτηδεύουσιν.
それゆえ、人間たちもこれらと調和し、一致するような事柄を崇拝に関して実践している。
καὶ πρῶτον μὲν ὕλας ἀπετέμοντο καὶ ὄρη ἀνέθεσαν καὶ ὄρνεα καθιέρωσαν καὶ φυτὰ ἐπεφήμισαν ἑκάστῳ θεῷ.
そして、まず最初に彼らは神聖な森を区画し、山を捧げ、鳥を神聖なものとし、植物をそれぞれの神に奉献した。
μετὰ δὲ νειμάμενοι κατὰ ἔθνη σέβουσι καὶ πολίτας αὐτῶν ἀποφαίνουσιν, ὁ μὲν Δελφὸς τὸν Ἀπόλλω καὶ ὁ Δήλιος, ὁ δὲ Ἀθηναῖος τὴν Ἀθηνᾶν — μαρτυρεῖται γοῦν τὴν οἰκειότητα τῷ ὀνόματι — καὶ τὴν Ἥραν ὁ Ἀργεῖος καὶ ὁ Μυγδόνιος τὴν Ῥέαν καὶ τὴν Ἀφροδίτην ὁ Πάφιος.
その後に、神々を民族ごとに割り当てて崇拝し、神々を自分たちの市民であると宣言する。 デルポイの人やデロス人はアポロンを、アテナイ人はアテナを(市民とする)――少なくとも、その親密さはその名前によって証明されているが――、アルゴス人はヘラを、ミュグドニア人はレアを、パポス人はアプロディテを(市民とする)。
οἱ δʼ αὖ Κρῆτες οὐ γενέσθαι παρʼ αὐτοῖς οὐδὲ τραφῆναι μόνον τὸν Δία λέγουσιν, ἀλλὰ καὶ τάφον αὐτοῦ δεικνύουσιν·
しかし他方で、クレタ人たちは、ゼウスが自分たちのところで生まれ、育てられたとだけ言うのではなく、彼の墓さえも指し示す。
καὶ ἡμεῖς ἄρα τοσοῦτον ἠπατήμεθα χρόνον οἰόμενοι τὸν Δία βροντᾶν τε καὶ ὕειν καὶ τὰ ἄλλα πάντα ἐπιτελεῖν, ὁ δὲ ἐλελήθει πάλαι τεθνεὼς παρὰ Κρησὶ τεθαμμένος.
そうすると、我々はこれまでずっと騙されていたのだ。 ゼウスが雷を鳴らし、雨を降らせ、その他すべてのことを行っていると思っていたのに、彼はとっくの昔に死んでクレタ人のもとに葬られていたのを、我々は知らずにいたのだから。
§11ἔπειτα δὲ ναοὺς ἐγείραντες ἵνα αὐτοῖς μὴ ἄοικοι μηδὲ ἀνέστιοι δῆθεν ὦσιν, εἰκόνας αὐτοῖς ἀπεικάζουσιν παρακαλέσαντες ἢ Πραξιτέλην ἢ Πολύκλειτον ἢ Φειδίαν, οἱ δὲ οὐκ οἶδʼ ὅπου ἰδόντες ἀναπλάττουσι γενειήτην μὲν τὸν Δία, παῖδα δὲ εἰς ἀεὶ τὸν Ἀπόλλωνα καὶ τὸν Ἑρμῆν ὑπηνήτην καὶ τὸν Ποσειδῶνα κυανοχαίτην καὶ γλαυκῶπιν τὴν Ἀθηνᾶν.
\n それから、神々が家もなく炉もない状態にならないようにと(いわば)、神殿を建て、プラクシテレスやポリュクレイトス、あるいはペイディアスを招いて、神々の像を彼らに似せて作り出す。 そして芸術家たちは、どこで見たのかは知らないが、ゼウスを髭を生やした姿に、アポロンを永遠の少年の姿に、ヘルメスをうっすら髭の生えかけた姿に、ポセイドンを黒髪の姿に、アテナを輝く眼の姿に形作る。
ὅμως δʼ οὖν οἱ παριόντες εἰς τὸν νεὼν οὔτε τὸν ἐξ Ἰνδῶν ἐλέφαντα ἔτι οἴονται ὁρᾶν οὔτε τὸ ἐκ τῆς Θρᾴκης μεταλλευθὲν χρυσίον ἀλλʼ αὐτὸν τὸν Κρόνου καὶ Ῥέας, εἰς τὴν γῆν ὑπὸ Φειδίου μετῳκισμένον καὶ τὴν Πισαίων ἐρημίαν ἐπισκοπεῖν κεκελευσμένον, ἀγαπῶντα εἰ διὰ πέντε ὅλων ἐτῶν θύσει τις αὐτῷ πάρεργον Ὀλυμπίων.
だがそれにもかかわらず、神殿に入る人々は、もはやインド産の象牙を見ているとも、トラキアで採掘された黄金を見ているとも思わず、むしろ、ペイディアスによって地上へと移住させられ、ピサの荒野を見守るように命じられた、クロノスとレアの息子自身を見ていると思うのである。 そして彼は、丸5年ごとに、オリンピア祭のついでに誰かが自分に犠牲を捧げてくれれば満足なのである。