§29Ῥητορική
πῶς οὖν οὐκ ἀχάριστος οὗτος καὶ ἔνοχος τοῖς περὶ τῆς κακώσεως νόμοις, ὃς τὴν μὲν νόμῳ γαμετὴν παρʼ ἧς τοσαῦτα εἴληφεν καὶ διʼ ἣν ἔνδοξός ἐστιν οὕτως ἀτίμως ἀπέλιπεν, καινῶν δὲ ὠρέχθη πραγμάτων, καὶ ταῦτα νῦν ὁπότε μόνην ἐμὲ θαυμάζουσιν καὶ ἐπιγράφονται ἅπαντες προστάτιν ἑαυτῶν;
弁論術:それゆえ、この者はどうして恩知らずでなく、また妻虐待に関する法に違反していないと言えようか。 彼は、法律上の妻を――彼女からこれほど多くのものを受け取り、また彼女のおかげでこれほど高名になったというのに――このように不名誉な形で捨て去り、新奇な事柄を追い求めたのである。 しかも、今や誰もが私だけを称賛し、自分たちの保護者として私を登録しているこの時に。
ἀλλʼ ἐγὼ μὲν ἀντέχω τοσούτων μνηστευόντων, καὶ κόπτουσιν αὐτοῖς τὴν θύραν καὶ τοὔνομα ἐπιβοωμένοις μεγάλῃ τῇ φωνῇ οὔτε ἀνοίγειν οὔτε ὑπακούειν βούλομαι·
しかし、私はこれほど多くの求婚者がいるにもかかわらず耐えており、彼らが門を叩き、私の名を大声で叫び求めても、門を開けることも応じることもしようとは思いません。
ὁρῶ γὰρ αὐτοὺς οὐδὲν πλέον τῆς βοῆς κομίζοντας.
彼らが叫び声以外には何一つ持参していないのを見ているからです。
οὗτος δὲ οὐδὲ οὕτως ἐπιστρέφεται πρὸς ἐμέ, ἀλλὰ πρὸς τὸν ἐρώμενον βλέπει, τί, ὦ θεοί, χρηστὸν παρʼ αὐτοῦ λήψεσθαι προσδοκῶν, ὃν οἶδε τοῦ τρίβωνος οὐδὲν πλέον ἔχοντα;
しかし、この者はこのような状況にあっても私に顔を向けようとせず、自らの愛人に目を向けているのです。 おお、神々よ、彼から何か良いものを得られると期待してのことでしょうか、その愛人が薄汚いマント以外には何一つ持っていないことを知っているというのに。
εἴρηκα, ὦ ἄνδρες δικασταί, ὑμεῖς δέ, ἢν εἰς τὸν ἐμὸν τρόπον τῶν λόγων ἀπολογεῖσθαι θέλῃ, τοῦτο μὲν μὴ ἐπιτρέπετε, — ἄγνωμον γὰρ ἐπʼ ἐμὲ τὴν ἐμὴν μάχαιραν ἀκονᾶν — κατὰ δὲ τὸν αὑτοῦ ἐρώμενον τὸν Διάλογον οὕτως ἀπολογείσθω, ἢν δύνηται.
裁判官の皆さん、私は語り終えました。 しかし諸君、もし彼が私のスタイルの言論で弁明しようと望むなら、それを許してはなりません――なぜなら、私自身に対して私の剣を研ぐことは道理に合わないからです――彼自身の愛人である『対話』の流儀に従って、可能ならばそのように弁明させなさい。
Ἑρμῆς
τοῦτο μὲν ἀπίθανον·
ヘルメス:それは無理な相談だ。
οὐ γὰρ οἷόν τε, ὦ Ῥητορική, μόνον αὐτὸν ἀπολογεῖσθαι κατὰ σχῆμα τοῦ Διαλόγου, ἀλλὰ ῥῆσιν καὶ αὐτὸς εἰπάτω.
というのも、弁論術よ、彼が『対話』の形式に従って一人で弁明することは不可能だからであり、むしろ彼自身も弁論を述べるべきだ。
§30Σῦρος
ἐπεὶ καὶ τοῦτο, ὦ ἄνδρες δικασταί, ἡ ἀντίδικος ἠγανάκτησεν, εἰ μακρῷ χρήσομαι τῷ λόγῳ, καὶ ταῦτα τὸ δύνασθαι λέγειν παρʼ ἐκείνης λαβών, πολλὰ μὲν οὐκ ἐρῶ πρὸς ὑμᾶς, τὰ κεφάλαια δὲ αὐτὰ ἀπολυσάμενος τῶν κατηγορηθέντων ὑμῖν ἀπολείψω σκοπεῖν περὶ ἁπάντων.
シリア人:裁判官の皆さん、相手方は、私が長い演説を用いるかどうかということ自体にも腹を立てており、しかも私が語る能力を彼女から得たというのに、私は諸君に対して多くを語ることはせず、告発された事柄の要点そのものを晴らした上で、諸君にすべてについて検討するのを委ねましょう。
πάντα γὰρ ὁπόσα διηγήσατο περὶ ἐμοῦ ἀληθῆ ὄντα διηγήσατο·
というのも、彼女が私について語ったすべてのことは、真実として語られたからです。
καὶ γὰρ ἐπαίδευσεν καὶ συναπεδήμησεν καὶ εἰς τοὺς Ἕλληνας ἐνέγραψεν, καὶ κατά γε τοῦτο χάριν ἂν εἰδείην τῷ γάμῳ.
実際、彼女は私を教育し、共に旅をし、ギリシア人の中に登録してくれました。 そして少なくともこの点に関しては、私はその結婚に感謝しているでしょう。
διʼ ἃς δὲ αἰτίας ἀπολιπὼν αὐτὴν ἐπὶ τουτονὶ τὸν Διάλογον ἐτραπόμην, ἀκούσατε, ὦ ἄνδρες δικασταί, καί με μηδὲν τοῦ χρησίμου ἕνεκα ψεύδεσθαι ὑπολάβητε.
しかし、どのような理由で私が彼女を去り、この『対話』のもとへと向かったのか、裁判官の皆さん、お聞きください。 そして、私が何か利益のために少しでも嘘をついているなどとは、お考えにならないでください。
§31Σῦρος
ἐγὼ γὰρ ὁρῶν ταύτην οὐκέτι σωφρονοῦσαν οὐδὲ μένουσαν ἐπὶ τοῦ κοσμίου σχήματος οἷόν ποτε ἐσχηματισμένην αὐτὴν ὁ Παιανιεὺς ἐκεῖνος ἠγάγετο, κοσμουμένην δὲ καὶ τὰς τρίχας εὐθετίζουσαν εἰς τὸ ἑταιρικὸν καὶ φυκίον ἐντριβομένην καὶ τὠφθαλμὼ ὑπογραφομένην, ὑπώπτευον εὐθὺς καὶ παρεφύλαττον ὅποι τὸν ὀφθαλμὸν φέρει.
シリア人:というのも私は、彼女がもはや慎み深くなく、あのパイアニア出身の男がかつて彼女を妻として迎えたときの、あの端正な姿にとどまっていないのを見たからです。 それどころか、彼女が飾り立て、娼婦風に髪を整え、紅を塗り、両の目の周りにアイラインを引いているのを見て、私はすぐに怪しみ、彼女がどこに目を向けているかを警戒して見張っていました。
καὶ τὰ μὲν ἄλλα ἐῶ·
他の事柄は差し置きましょう。
καθʼ ἑκάστην δὲ τὴν νύκτα ὁ μὲν στενωπὸς ἡμῶν ἐνεπίμπλατο μεθυόντων ἐραστῶν κωμαζόντων ἐπʼ αὐτὴν καὶ κοπτόντων τὴν θύραν, ἐνίων δὲ καὶ εἰσβιάζεσθαι σὺν οὐδενὶ κόσμῳ τολμώντων.
しかし毎夜、私たちの路地は、彼女を求めて乱痴気騒ぎをし、戸を叩く酔っ払った愛人たちで満ちあふれ、彼らのうちの数人は見苦しくも力ずくで押し入ろうとさえ企てていました。
αὐτὴ δὲ ἐγέλα καὶ ἥδετο τοῖς δρωμένοις καὶ τὰ πολλὰ ἢ παρέκυπτεν ἀπὸ τοῦ τέγους ᾀδόντων ἀκούουσα τραχείᾳ τῇ φωνῇ ᾠδάς τινας ἐρωτικὰς ἢ καὶ παρανοίγουσα τὰς θυρίδας ἐμὲ οἰομένη λανθάνειν ἠσέλγαινε καὶ ἐμοιχεύετο πρὸς αὐτῶν.
そして彼女自身は笑い、その行われに悦に入っていました。 そして、しばしば屋根から身を乗り出して、彼らが荒い声で歌ういくつかの恋の歌を聴き、あるいは、私に気づかれていないと思い込んで、小窓を少し開けては淫らな振る舞いをし、彼らと姦通していたのです。
ὅπερ ἐγὼ μὴ φέρων γράψασθαι μὲν αὐτὴν μοιχείας οὐκ ἐδοκίμαζον, ἐν γειτόνων δὲ οἰκοῦντι τῷ Διαλόγῳ προσελθὼν ἠξίουν καταδεχθῆναι ὑπʼ αὐτοῦ.
私はこれに耐えかねて、彼女を姦通罪で訴えることは好ましくないと考え、隣に住んでいる『対話』のもとへ行って、彼に受け入れてもらうよう求めたのです。
§32Σῦρος
ταῦτά ἐστιν ἃ τὴν Ῥητορικὴν ἐγὼ μεγάλα ἠδίκηκα.
シリア人:これが、私が弁論術に対して行ったという重大な不正のすべてです。
καίτοι εἰ καὶ μηδὲν αὐτῇ τοιοῦτο ἐπέπρακτο, καλῶς εἶχέ μοι ἀνδρὶ ἤδη τετταράκοντα ἔτη σχεδὸν γεγονότι θορύβων μὲν ἐκείνων καὶ δικῶν ἀπηλλάχθαι καὶ τοὺς ἄνδρας τοὺς δικαστὰς ἀτρεμεῖν ἐᾶν, τυράννων κατηγορίας καὶ ἀριστέων ἐπαίνους ἐκφυγόντα, εἰς δὲ τὴν Ἀκαδήμειαν ἢ εἰς τὸ Λύκειον ἐλθόντα τῷ βελτίστῳ τούτῳ Διαλόγῳ συμπεριπατεῖν ἠρέμα διαλεγομένους, τῶν ἐπαίνων καὶ κρότων οὐ δεομένους.
とはいえ、もし彼女がそのようなことを一切行っていなかったとしても、すでにほぼ四十歳になった男である私にとっては、あの数々の騒がしさや裁判から解放され、裁判官の方々を平穏にしておき、僭主たちへの告発や、勇敢な者たちへの称賛から逃れて、アカデメイアやリュケイオンへと赴き、この最も優れた『対話』と共に散策し、称賛や拍手を必要とせずに静かに語り合うことがふさわしかったのです。
πολλὰ ἔχων εἰπεῖν ἤδη παύσομαι.
語るべきことは多くありますが、もうやめましょう。
ὑμεῖς δὲ εὔορκον τὴν ψῆφον ἐνέγκατε.
諸君は誓いに従った一票を投じてください。
Δίκη
τίς κρατεῖ;
正義の女神:誰が勝っているのか?
Ἑρμῆς
πάσαις ὁ Σύρος πλὴν μιᾶς.
ヘルメス:一票を除いて、すべてシリア人が。
Δίκη
ῥήτωρ τις ἔοικεν εἶναι ὁ τὴν ἐναντίαν θέμενος.
正義の女神:反対の票を投じた者は、どうやら弁論家のようです。