§29Ῥητορική
πῶς οὖν οὐκ ἀχάριστος οὗτος καὶ ἔνοχος τοῖς περὶ τῆς κακώσεως νόμοις, ὃς τὴν μὲν νόμῳ γαμετὴν παρʼ ἧς τοσαῦτα εἴληφεν καὶ διʼ ἣν ἔνδοξός ἐστιν οὕτως ἀτίμως ἀπέλιπεν, καινῶν δὲ ὠρέχθη πραγμάτων, καὶ ταῦτα νῦν ὁπότε μόνην ἐμὲ θαυμάζουσιν καὶ ἐπιγράφονται ἅπαντες προστάτιν ἑαυτῶν;
辩论术:那么,这个人怎么会不是忘恩负义、且触犯了关于虐待配偶的法律呢? 他竟然将依法娶进的妻子——他从她那里得到了如此多的好处,并且因她而如此享有盛名——以这样不体面的方式抛弃,转而追求新奇的事物,而且这还是在如今人人都只崇拜我、并纷纷注册我为他们保护者的时刻?
ἀλλʼ ἐγὼ μὲν ἀντέχω τοσούτων μνηστευόντων, καὶ κόπτουσιν αὐτοῖς τὴν θύραν καὶ τοὔνομα ἐπιβοωμένοις μεγάλῃ τῇ φωνῇ οὔτε ἀνοίγειν οὔτε ὑπακούειν βούλομαι· ὁρῶ γὰρ αὐτοὺς οὐδὲν πλέον τῆς βοῆς κομίζοντας.
然而,尽管有如此多的求婚者,我依然坚守着,当他们敲门并大声呼喊我的名字时,我既不想开门,也不想理会;因为我看到他们除了喧闹之外什么也没带来。
οὗτος δὲ οὐδὲ οὕτως ἐπιστρέφεται πρὸς ἐμέ, ἀλλὰ πρὸς τὸν ἐρώμενον βλέπει, τί, ὦ θεοί, χρηστὸν παρʼ αὐτοῦ λήψεσθαι προσδοκῶν, ὃν οἶδε τοῦ τρίβωνος οὐδὲν πλέον ἔχοντα;
可他即使在这样的情况下也不回头看我,反而注视着他的爱人,噢,诸神啊,他指望从那个人那里得到什么好处呢? 他明明知道那人除了那件旧斗篷之外一无所有。
εἴρηκα, ὦ ἄνδρες δικασταί, ὑμεῖς δέ, ἢν εἰς τὸν ἐμὸν τρόπον τῶν λόγων ἀπολογεῖσθαι θέλῃ, τοῦτο μὲν μὴ ἐπιτρέπετε, — ἄγνωμον γὰρ ἐπʼ ἐμὲ τὴν ἐμὴν μάχαιραν ἀκονᾶν — κατὰ δὲ τὸν αὑτοῦ ἐρώμενον τὸν Διάλογον οὕτως ἀπολογείσθω, ἢν δύνηται.
裁判官们,我已经说完了;至于你们,如果他想用我的言论风格来为自己辩护,请千万不要允许——因为用我自己的剑来磨快对付我是不合情理的——而是让他按照他的爱人“对话”的方式去辩护吧,如果他能做到的话。
Ἑρμῆς
τοῦτο μὲν ἀπίθανον·
赫尔墨斯:这确实是不大可能的。
οὐ γὰρ οἷόν τε, ὦ Ῥητορική, μόνον αὐτὸν ἀπολογεῖσθαι κατὰ σχῆμα τοῦ Διαλόγου, ἀλλὰ ῥῆσιν καὶ αὐτὸς εἰπάτω.
因为,辩论术啊,他是不可能仅靠“对话”的形式来独自为自己辩护的,还是让他自己也发表一段演说吧。
§30Σῦρος
ἐπεὶ καὶ τοῦτο, ὦ ἄνδρες δικασταί, ἡ ἀντίδικος ἠγανάκτησεν, εἰ μακρῷ χρήσομαι τῷ λόγῳ, καὶ ταῦτα τὸ δύνασθαι λέγειν παρʼ ἐκείνης λαβών, πολλὰ μὲν οὐκ ἐρῶ πρὸς ὑμᾶς, τὰ κεφάλαια δὲ αὐτὰ ἀπολυσάμενος τῶν κατηγορηθέντων ὑμῖν ἀπολείψω σκοπεῖν περὶ ἁπάντων.
叙利亚人:裁判官们,既然对手甚至连我是否会使用长篇大论都要生气,而且这还是在我从她那里获得了说话能力的情况下,那么我不会对你们说太多,而是在澄清了指控的核心要点之后,留给你们去权衡一切。
πάντα γὰρ ὁπόσα διηγήσατο περὶ ἐμοῦ ἀληθῆ ὄντα διηγήσατο· καὶ γὰρ ἐπαίδευσεν καὶ συναπεδήμησεν καὶ εἰς τοὺς Ἕλληνας ἐνέγραψεν, καὶ κατά γε τοῦτο χάριν ἂν εἰδείην τῷ γάμῳ.
因为她所讲述的关于我的一切,都是作为事实来讲述的;因为她确实教育了我,与我一同旅行,并将我登记在希腊人之中,至少在这一点上,我是应该感激这桩婚姻的。
διʼ ἃς δὲ αἰτίας ἀπολιπὼν αὐτὴν ἐπὶ τουτονὶ τὸν Διάλογον ἐτραπόμην, ἀκούσατε, ὦ ἄνδρες δικασταί, καί με μηδὲν τοῦ χρησίμου ἕνεκα ψεύδεσθαι ὑπολάβητε.
但是,我是出于什么原因离开她而转向这个“对话”的,请裁判官们听我说明,并请绝不要认为我是为了自己的利益而撒谎。
§31Σῦρος
ἐγὼ γὰρ ὁρῶν ταύτην οὐκέτι σωφρονοῦσαν οὐδὲ μένουσαν ἐπὶ τοῦ κοσμίου σχήματος οἷόν ποτε ἐσχηματισμένην αὐτὴν ὁ Παιανιεὺς ἐκεῖνος ἠγάγετο, κοσμουμένην δὲ καὶ τὰς τρίχας εὐθετίζουσαν εἰς τὸ ἑταιρικὸν καὶ φυκίον ἐντριβομένην καὶ τὠφθαλμὼ ὑπογραφομένην, ὑπώπτευον εὐθὺς καὶ παρεφύλαττον ὅποι τὸν ὀφθαλμὸν φέρει.
叙利亚人:因为我看到她不再端庄,也不再保持那位派亚尼亚人当初娶她时的庄重打扮,反而浓妆艳抹,像娼妓一样梳理头发,涂抹脂粉,描画双眼,我立刻起了疑心,并密切监视着她把目光投向何处。
καὶ τὰ μὲν ἄλλα ἐῶ· καθʼ ἑκάστην δὲ τὴν νύκτα ὁ μὲν στενωπὸς ἡμῶν ἐνεπίμπλατο μεθυόντων ἐραστῶν κωμαζόντων ἐπʼ αὐτὴν καὶ κοπτόντων τὴν θύραν, ἐνίων δὲ καὶ εἰσβιάζεσθαι σὺν οὐδενὶ κόσμῳ τολμώντων.
其他的事我就不提了;但每天夜里,我们的胡同里都挤满了为她而狂欢的醉酒情人,他们敲打着门,有些人甚至毫无规矩地企图强行闯入。
αὐτὴ δὲ ἐγέλα καὶ ἥδετο τοῖς δρωμένοις καὶ τὰ πολλὰ ἢ παρέκυπτεν ἀπὸ τοῦ τέγους ᾀδόντων ἀκούουσα τραχείᾳ τῇ φωνῇ ᾠδάς τινας ἐρωτικὰς ἢ καὶ παρανοίγουσα τὰς θυρίδας ἐμὲ οἰομένη λανθάνειν ἠσέλγαινε καὶ ἐμοιχεύετο πρὸς αὐτῶν.
而她自己却在一旁发笑,对这些所作所为乐在其中,大多数时候,她要么从屋顶探出头来听他们用粗哑的声音唱着情歌,要么微微打开小窗,以为能瞒过我,与他们眉来眼去、通奸作乐。
ὅπερ ἐγὼ μὴ φέρων γράψασθαι μὲν αὐτὴν μοιχείας οὐκ ἐδοκίμαζον, ἐν γειτόνων δὲ οἰκοῦντι τῷ Διαλόγῳ προσελθὼν ἠξίουν καταδεχθῆναι ὑπʼ αὐτοῦ.
我实在无法忍受,但又觉得控告她通奸并不妥当,于是便走向住在邻近的“对话”,请求被他收留。
§32Σῦρος
ταῦτά ἐστιν ἃ τὴν Ῥητορικὴν ἐγὼ μεγάλα ἠδίκηκα.
叙利亚人:这些就是我对“辩论术”所犯下的所谓重大罪行。
καίτοι εἰ καὶ μηδὲν αὐτῇ τοιοῦτο ἐπέπρακτο, καλῶς εἶχέ μοι ἀνδρὶ ἤδη τετταράκοντα ἔτη σχεδὸν γεγονότι θορύβων μὲν ἐκείνων καὶ δικῶν ἀπηλλάχθαι καὶ τοὺς ἄνδρας τοὺς δικαστὰς ἀτρεμεῖν ἐᾶν, τυράννων κατηγορίας καὶ ἀριστέων ἐπαίνους ἐκφυγόντα, εἰς δὲ τὴν Ἀκαδήμειαν ἢ εἰς τὸ Λύκειον ἐλθόντα τῷ βελτίστῳ τούτῳ Διαλόγῳ συμπεριπατεῖν ἠρέμα διαλεγομένους, τῶν ἐπαίνων καὶ κρότων οὐ δεομένους.
然而,即使她没有做出任何类似的事情,对于我这个已经快四十岁的人来说,摆脱那些喧嚣和诉讼,让裁判官们安宁,避开对僭主的指控和对英雄的赞美,而前往阿卡德米或吕克昂,与这位最优秀的“对话”一起散步、静静交谈,不需要赞美和掌声,这本也是十分妥当的。
πολλὰ ἔχων εἰπεῖν ἤδη παύσομαι.
我还有很多话想说,但就此打住。
ὑμεῖς δὲ εὔορκον τὴν ψῆφον ἐνέγκατε.
请你们根据誓言投下你们神圣的一票。
Δίκη
τίς κρατεῖ;
正义女神:谁胜出了?
Ἑρμῆς
πάσαις ὁ Σύρος πλὴν μιᾶς.
赫尔墨斯:除了票箱里的一票,全票支持叙利亚人。
Δίκη
ῥήτωρ τις ἔοικεν εἶναι ὁ τὴν ἐναντίαν θέμενος.
正义女神:看来那个投反对票的人是个辩论家。