§26Ῥητορική
πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχουσα διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα, ἔπειθʼ ὅπερ ἐστὶ μάλιστα δίκαιον, τοῦτο παραστῆσαι τοὺς θεοὺς ὑμῖν, τὸν μὲν ἀντίδικον σιωπᾶν κελεύειν, ἐμὲ δὲ ὡς προῄρημαι καὶ βεβούλημαι τὴν κατηγορίαν ἐᾶσαι ποιήσασθαι.
弁論術:まず第一に、アテナイの男たちよ、私がこの都市と諸君ら全員に対して抱き続けているのと同等の好意を、諸君らがこの裁判において私に示してくれるよう、私はすべての神々、すべての女神たちに祈ります。 そして第二に、特に正義にかなうこととして、神々が諸君らにその考えを吹き込んでくださり、私の対抗弁論者を黙らせ、私が選んで望んだ通りに告発を行うことを私にお許しくださるよう祈ります。
οὐχὶ δὲ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν ὅταν τε εἰς ἃ πέπονθα ἀποβλέψω καὶ ὅταν εἰς τοὺς λόγους οὓς ἀκούω·
しかし、私が被った被害に目を向ける時と、私が聞く言葉に目を向ける時とでは、私には同じことを考えるようには思われません。
τοὺς μὲν γὰρ λόγους ὡς ὁμοιοτάτους τοῖς ἐμοῖς οὗτος ἐρεῖ πρὸς ὑμᾶς, τὰ δὲ πράγματα εἰς τοῦτο προήκοντα ὄψεσθε ὥστε ὅπως μὴ χεῖρόν τι πείσομαι πρὸς αὐτοῦ σκέψασθαι δέον.
というのも、言葉については、彼が私の言葉と非常によく似た言葉を諸君らに語るでしょうが、事実についてはそれが以下の事態に至っているのを諸君は見ることになるからです。 したがって、彼によって私がより悪い被害を受けないよう、考慮しなければならないのです。
ἀλλὰ γὰρ ἵνα μὴ μακρὰ προοιμιάζωμαι τοῦ ὕδατος πάλαι εἰκῆ ῥέοντος, ἄρξομαι τῆς κατηγορίας.
しかし、水時計の水が以前から無駄に流れているのに、前置きを長くしないよう、私は告発を始めましょう。
§27Ῥητορική
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τουτονὶ κομιδῇ μειράκιον ὄντα, βάρβαρον ἔτι τὴν φωνὴν καὶ μονονουχὶ κάνδυν ἐνδεδυκότα εἰς τὸν Ἀσσύριον τρόπον, περὶ τὴν Ἰωνίαν εὑροῦσα πλαζόμενον ἔτι καὶ ὅ τι χρήσαιτο ἑαυτῷ οὐκ εἰδότα παραλαβοῦσα ἐπαίδευσα.
弁論術:裁判官の皆さん、私は彼がまだ全くの若者で、言葉もまだ野蛮であり、アッシリア風の上着をほとんど着ていたほどであったときに、イオニア地方のあたりをまださまよっており、自分をどう扱えばよいかもわからずにいたのを見つけて引き取り、彼を教育したのです。
καὶ ἐπειδὴ ἐδόκει μοι εὐμαθὴς εἶναι καὶ ἀτενὲς ὁρᾶν εἰς ἐμέ — ὑπέπτησσε γὰρ τότε καὶ ἐθεράπευεν καὶ μόνην ἐθαύμαζεν — ἀπολιποῦσα τοὺς ἄλλους ὁπόσοι ἐμνήστευόν με πλούσιοι καὶ καλοὶ καὶ λαμπροὶ τὰ προγονικά, τῷ ἀχαρίστῳ τούτῳ ἐμαυτὴν ἐνεγγύησα πένητι καὶ ἀφανεῖ καὶ νέῳ προῖκα οὐ μικρὰν ἐπενεγκαμένη πολλοὺς καὶ θαυμασίους λόγους.
そして、彼が物覚えが良く、私をひたむきに見つめていると思われたので――というのも当時、彼は私にひれ伏し、私に仕え、私一人を崇めていたからです――私に求婚していた、裕福で美しく、家柄も際立った他のすべての者たちを後に残して、私はこの恩知らずな、貧しく無名で若い男に、多くの素晴らしい言論という少なからぬ持参金をもたらして身を委ねたのです。
εἶτα ἀγαγοῦσα αὐτὸν εἰς τοὺς φυλέτας τοὺς ἐμοὺς παρενέγραψα καὶ ἀστὸν ἀπέφηνα, ὥστε τοὺς διαμαρτόντας τῆς ἐγγύης ἀποπνίγεσθαι.
それから私は彼を私の部族民たちのもとへ連れて行き、彼らの登録簿に書き加えさせて市民として公表し、その結果、私の婚約を逃した者たちは悔しさで息を詰まらせるほどでした。
δόξαν δὲ αὐτῷ περινοστεῖν ἐπιδειξομένῳ τοῦ γάμου τὴν εὐποτμίαν, οὐδὲ τότε ἀπελείφθην, ἀλλὰ πανταχοῦ ἑπομένη ἄνω καὶ κάτω περιηγόμην·
そして彼が旅をしてこの結婚の幸運を見せびらかそうと決めたときも、私は彼を見捨てず、どこまでも彼に従ってあちこちを巡り歩きました。
καὶ κλεινὸν αὐτὸν καὶ ἀοίδιμον ἐποίουν κατακοσμοῦσα καὶ περιστέλλουσα.
そして私は彼を飾り立て、世話をして、彼を有名で、歌に歌われるほどに高名な者にしました。
καὶ τὰ μὲν ἐπὶ τῆς Ἑλλάδος καὶ τῆς Ἰωνίας μέτρια, εἰς δὲ τὴν Ἰταλίαν ἀποδημῆσαι θελήσαντι αὐτῷ τὸν Ἰόνιον συνδιέπλευσα καὶ τὰ τελευταῖα μέχρι τῆς Κελτικῆς συναπάρασα εὐπορεῖσθαι ἐποίησα.
そしてギリシアやイオニアでの活動はそこそこのものでしたが、彼がイタリアへ旅することを望んだとき、私は彼とともにイオニア海を渡り、最後にはケルト人の土地まで共に旅をして、彼を裕福にさせました。
καὶ μέχρι μὲν πολλοῦ πάντα μοι ἐπείθετο καὶ συνῆν ἀεί, μηδεμίαν νύκτα γιγνόμενος ἀπόκοιτος παρʼ ἡμῶν.
そして長い間、彼はすべてのことで私に従い、いつも私と共にいて、一晩たりとも私を置いて外泊することはありませんでした。
§28Ῥητορική
ἐπεὶ δὲ ἱκανῶς ἐπεσιτίσατο καὶ τὰ πρὸς εὐδοξίαν εὖ ἔχειν αὐτῷ ὑπέλαβεν, τὰς ὀφρῦς ἐπάρας καὶ μέγα φρονήσας ἐμοῦ μὲν ἠμέλησεν, μᾶλλον δὲ τέλεον εἴασεν, αὐτὸς δὲ τὸν γενειήτην ἐκεῖνον, τὸν ἀπὸ τοῦ σχήματος, τὸν Διάλογον, Φιλοσοφίας υἱὸν εἶναι λεγόμενον, ὑπεραγαπήσας μάλα ἐρωτικῶς πρεσβύτερον αὐτοῦ ὄντα, τούτῳ σύνεστιν.
弁論術:しかし、彼が十分に糧を得て、自らの名声に関する事柄もうまくいっていると思うようになると、眉を吊り上げ、高慢になって私を無視するようになり、それどころか完全に私を捨ててしまいました。 そして彼は、あのあごひげを生やし、その服装でそれと知られる『対話』、哲学の息子と言われている者を、自分より年上であるのに非常に深く熱烈に恋い慕い、彼はその男と共に暮らしているのです。
καὶ οὐκ αἰσχύνεται τὴν μὲν ἐλευθερίαν καὶ τὸ ἄνετον τῶν ἐν ἐμοὶ λόγων συντεμών, εἰς μικρὰ δὲ καὶ κομματικὰ ἐρωτήματα κατακλείσας ἑαυτόν, καὶ ἀντὶ τοῦ λέγειν ὅ τι βούλεται μεγάλῃ τῇ φωνῇ βραχεῖς τινας λόγους ἀναπλέκων καὶ συλλαβίζων, ἀφʼ ὧν ἀθρόος μὲν ἔπαινος ἢ κρότος πολὺς οὐκ ἂν ἀπαντήσειεν αὐτῷ, μειδίαμα δὲ παρὰ τῶν ἀκουόντων καὶ τὸ ἐπισεῖσαι τὴν χεῖρα ἐντὸς τῶν ὅρων καὶ μικρὰ ἐπινεῦσαι τῇ κεφαλῇ καὶ ἐπιστενάξαι τοῖς λεγομένοις.
そして彼は、私における言論の自由と奔放さを切り詰め、自分自身を細かく切れ切れの質問の中に閉じ込め、大声で自分が望むことを何でも語る代わりに、短い言葉をいくつか編み合わせて、言葉をたどたどしくつづり合わせていることを恥じることもありません。 それらの言葉からは、彼に対して一斉に賞賛の嵐や大きな拍手が浴びせられることはなく、聴衆からの微かな微笑みや、袂の中で手を軽く振ること、首を少し縦に振ること、語られたことに低いため息をつくことしか得られないというのに。
τοιούτων ἠράσθη ὁ γενναῖος ἐμοῦ καταφρονήσας.
この立派な男は、私を軽蔑して、そのようなものに恋焦がれたのです。
φασὶν δὲ αὐτὸν μηδὲ πρὸς τὸν ἐρώμενον τοῦτον εἰρήνην ἄγειν, ἀλλὰ ὅμοια καὶ ἐκεῖνον ὑβρίζειν.
しかも、彼はこの愛人に対しても平和を保っておらず、同様にあの男をも辱めていると人々は言っています。