Humanitext Reader

琉善 · 双重起诉或陪审法庭 §26-28

辩论术控诉叙利亚人的背信弃义

第 10 段,共 12 段 · 希腊语

内容简介

辩论术慷慨陈词,称自己是恩人,拯救并培养了曾经默默无闻且贫穷的叙利亚人(路基阿诺斯),赋予他财富与名望。然而,她愤恨地控诉,这个男人如今抛弃了她去追求“对话”,牺牲了宏大雄辩的自由,转而沉溺于琐碎而短促的问答。

§26Ῥητορική πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχουσα διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα, ἔπειθʼ ὅπερ ἐστὶ μάλιστα δίκαιον, τοῦτο παραστῆσαι τοὺς θεοὺς ὑμῖν, τὸν μὲν ἀντίδικον σιωπᾶν κελεύειν, ἐμὲ δὲ ὡς προῄρημαι καὶ βεβούλημαι τὴν κατηγορίαν ἐᾶσαι ποιήσασθαι.
辩论术:首先,雅典的男人们啊,我向所有男神和女神祈祷,正如我对这座城市和你们所有人一直怀有的好意那样,你们在这场诉讼中也向我展示同样多的好意;其次,这是最公正不过的事,祈求神明让你们心中产生这样的想法:命令我的对手保持沉默,并允许我按照自己的选择和意愿来进行我的控告。
οὐχὶ δὲ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν ὅταν τε εἰς ἃ πέπονθα ἀποβλέψω καὶ ὅταν εἰς τοὺς λόγους οὓς ἀκούω· τοὺς μὲν γὰρ λόγους ὡς ὁμοιοτάτους τοῖς ἐμοῖς οὗτος ἐρεῖ πρὸς ὑμᾶς, τὰ δὲ πράγματα εἰς τοῦτο προήκοντα ὄψεσθε ὥστε ὅπως μὴ χεῖρόν τι πείσομαι πρὸς αὐτοῦ σκέψασθαι δέον.
然而,当我看到自己所遭受的痛苦,和当我听到那些言语时,我脑海中产生的想法并不一样;因为就言语而言,他会对你们说出与我的话极其相似的言论,但你们会看到事实已经发展到了这样一种地步,以至于我们不得不考虑如何才不至于从他那里遭受更糟糕的伤害。
ἀλλὰ γὰρ ἵνα μὴ μακρὰ προοιμιάζωμαι τοῦ ὕδατος πάλαι εἰκῆ ῥέοντος, ἄρξομαι τῆς κατηγορίας.
不过,为了不让我在水钟的水早已无谓流淌的时候还做冗长的开场白,我就开始控告吧。
§27Ῥητορική ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τουτονὶ κομιδῇ μειράκιον ὄντα, βάρβαρον ἔτι τὴν φωνὴν καὶ μονονουχὶ κάνδυν ἐνδεδυκότα εἰς τὸν Ἀσσύριον τρόπον, περὶ τὴν Ἰωνίαν εὑροῦσα πλαζόμενον ἔτι καὶ ὅ τι χρήσαιτο ἑαυτῷ οὐκ εἰδότα παραλαβοῦσα ἐπαίδευσα.
辩论术:裁判官的 folks,当这个家伙还只是个年轻的小伙子,说话带着蛮族的口音,几乎还穿着亚述式的短袍时,我发现他在伊奥尼亚一带游荡,甚至不知道该如何安顿自己;我接纳了他并教育了他。
καὶ ἐπειδὴ ἐδόκει μοι εὐμαθὴς εἶναι καὶ ἀτενὲς ὁρᾶν εἰς ἐμέ — ὑπέπτησσε γὰρ τότε καὶ ἐθεράπευεν καὶ μόνην ἐθαύμαζεν — ἀπολιποῦσα τοὺς ἄλλους ὁπόσοι ἐμνήστευόν με πλούσιοι καὶ καλοὶ καὶ λαμπροὶ τὰ προγονικά, τῷ ἀχαρίστῳ τούτῳ ἐμαυτὴν ἐνεγγύησα πένητι καὶ ἀφανεῖ καὶ νέῳ προῖκα οὐ μικρὰν ἐπενεγκαμένη πολλοὺς καὶ θαυμασίους λόγους.
由于在我看来他聪颖好学,并且目不转睛地注视着我——因为当时他向我屈服,侍奉我,并且只崇拜我一人——于是我丢下了所有向我求婚的其他人,他们都是些富有、俊美且祖先显赫的人,而将自己许配给了这个忘恩负义的、贫穷、无名且年轻的男人,并带去了许多绝妙言论作为丰厚的嫁妆。
εἶτα ἀγαγοῦσα αὐτὸν εἰς τοὺς φυλέτας τοὺς ἐμοὺς παρενέγραψα καὶ ἀστὸν ἀπέφηνα, ὥστε τοὺς διαμαρτόντας τῆς ἐγγύης ἀποπνίγεσθαι.
然后,我带他去见我的部落同胞,将他登记在册并宣布他为公民,以至于那些求婚失败的人都嫉妒得要命。
δόξαν δὲ αὐτῷ περινοστεῖν ἐπιδειξομένῳ τοῦ γάμου τὴν εὐποτμίαν, οὐδὲ τότε ἀπελείφθην, ἀλλὰ πανταχοῦ ἑπομένη ἄνω καὶ κάτω περιηγόμην· καὶ κλεινὸν αὐτὸν καὶ ἀοίδιμον ἐποίουν κατακοσμοῦσα καὶ περιστέλλουσα.
当他决定周游各地以炫耀他这桩婚姻的幸运时,即使在那时我也没有丢下他,而是到处跟随他,带他四处游历;我通过装扮和照顾他,使他名声大噪、妇孺皆知。
καὶ τὰ μὲν ἐπὶ τῆς Ἑλλάδος καὶ τῆς Ἰωνίας μέτρια, εἰς δὲ τὴν Ἰταλίαν ἀποδημῆσαι θελήσαντι αὐτῷ τὸν Ἰόνιον συνδιέπλευσα καὶ τὰ τελευταῖα μέχρι τῆς Κελτικῆς συναπάρασα εὐπορεῖσθαι ἐποίησα.
我们在希腊和伊奥尼亚的成就尚属一般,但当他想要移居意大利时,我与他一同渡过了爱奥尼亚海,最后还陪同他一直走到凯尔特人的土地,使他变得富裕。
καὶ μέχρι μὲν πολλοῦ πάντα μοι ἐπείθετο καὶ συνῆν ἀεί, μηδεμίαν νύκτα γιγνόμενος ἀπόκοιτος παρʼ ἡμῶν.
在很长一段时间里,他在一切事情上都顺从我,总是与我在一起,从未在外度过哪怕是一个夜晚。
§28Ῥητορική ἐπεὶ δὲ ἱκανῶς ἐπεσιτίσατο καὶ τὰ πρὸς εὐδοξίαν εὖ ἔχειν αὐτῷ ὑπέλαβεν, τὰς ὀφρῦς ἐπάρας καὶ μέγα φρονήσας ἐμοῦ μὲν ἠμέλησεν, μᾶλλον δὲ τέλεον εἴασεν, αὐτὸς δὲ τὸν γενειήτην ἐκεῖνον, τὸν ἀπὸ τοῦ σχήματος, τὸν Διάλογον, Φιλοσοφίας υἱὸν εἶναι λεγόμενον, ὑπεραγαπήσας μάλα ἐρωτικῶς πρεσβύτερον αὐτοῦ ὄντα, τούτῳ σύνεστιν.
辩论术:但是,当他已经获得了足够的给养,并认为自己在名声方面已经诸事顺遂时,他便扬起眉毛、自命不凡,冷落了我,或者更确切地说,完全抛弃了我;他自己则与那个留着胡须、单凭装束就能认出来的“对话”生活在一起——据说那人是“哲学”的儿子。 他极度热烈地爱上了“对话”,尽管“对话”比他还要年长,但他现在只与他厮守。
καὶ οὐκ αἰσχύνεται τὴν μὲν ἐλευθερίαν καὶ τὸ ἄνετον τῶν ἐν ἐμοὶ λόγων συντεμών, εἰς μικρὰ δὲ καὶ κομματικὰ ἐρωτήματα κατακλείσας ἑαυτόν, καὶ ἀντὶ τοῦ λέγειν ὅ τι βούλεται μεγάλῃ τῇ φωνῇ βραχεῖς τινας λόγους ἀναπλέκων καὶ συλλαβίζων, ἀφʼ ὧν ἀθρόος μὲν ἔπαινος ἢ κρότος πολὺς οὐκ ἂν ἀπαντήσειεν αὐτῷ, μειδίαμα δὲ παρὰ τῶν ἀκουόντων καὶ τὸ ἐπισεῖσαι τὴν χεῖρα ἐντὸς τῶν ὅρων καὶ μικρὰ ἐπινεῦσαι τῇ κεφαλῇ καὶ ἐπιστενάξαι τοῖς λεγομένοις.
他毫不羞耻地削减了我这里言论的自由与奔放,把自己禁锢在细碎而短促的问答中;他不再用宏亮的声音随心所欲地发言,而是编织和拼凑一些简短的词句,这些词句不仅不能为他赢得一整片的赞誉或热烈的掌声,反而只能换来听众的一丝微笑、在斗篷内微微挥手、轻轻点头,以及对所说内容的一声低叹。
τοιούτων ἠράσθη ὁ γενναῖος ἐμοῦ καταφρονήσας.
这位高贵的绅士,竟然轻视我,而爱上了这样的东西。
φασὶν δὲ αὐτὸν μηδὲ πρὸς τὸν ἐρώμενον τοῦτον εἰρήνην ἄγειν, ἀλλὰ ὅμοια καὶ ἐκεῖνον ὑβρίζειν.
而且他们说,他甚至不曾与这个爱人和平共处,反而以同样的方式侮辱他。

词汇与语法注释

  1. 26ὅσην εὔνοιαν ... τοσαύτην ὑπάρξαι — διατελῶ 与现在分词 ἔχουσα 连用,表示持续状态的惯用句式(“我一直怀有”)。整句话是对德摩斯梯尼《金冠辩护词》开头(1.1)的著名模仿,沿袭了法庭辩论中争取雅典听众好感(εὔνοια)的套话。
  2. 26ὥστε ὅπως μὴ ... σκέψασθαι δέον — δέον 是无人称动词 δεῖ 的中性单数宾格分词,用作宾格绝对结构(accusative absolute),表示必要性(“因为有必要……”)。从句 ὅπως μὴ ... πείσομαι(使我不至于遭受……)是依存于动词不定式 σκέψασθαι 的宾语从句。
  3. 27τὰ προγονικά — 中性复数 τὰ προγονικά 是表示方面/关系的宾格(accusative of respect),修饰形容词 λαμπροί,表示“在祖先/家世方面显赫”。
  4. 28τὸ ἄνετον — 在短语 τῶν ἐν ἐμοὶ λόγων 中,介词短语 ἐν ἐμοὶ(在我之中)被置于冠词 τῶν 与名词 λόγων 之间作定语,意为“在我之中的言论”。τὸ ἄνετον 是形容词 ἄνετος 的中性名词化,表示“不受束缚、奔放”。

引用这一段

琉善, 双重起诉或陪审法庭 §26-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg026.humanitext-grc2:26-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。