§1Ζεύς
ἀλλʼ ἐπιτριβεῖεν ὁπόσοι τῶν φιλοσόφων παρὰ μόνοις τὴν εὐδαιμονίαν φασὶν εἶναι τοῖς θεοῖς.
ゼウスまったく、神々のもとにのみ幸福があると主張する哲学者どもは、ことごとく滅びてしまえばよい。
εἰ γοῦν ᾔδεσαν ὁπόσα τῶν ἀνθρώπων ἕνεκα πάσχομεν, οὐκ ἂν ἡμᾶς τοῦ νέκταρος ἢ τῆς ἀμβροσίας ἐμακάριζον Ὁμήρῳ πιστεύσαντες ἀνδρὶ τυφλῷ καὶ γόητι, μάκαρας ἡμᾶς καλοῦντι καὶ τὰ ἐν οὐρανῷ διηγουμένῳ, ὃς οὐδὲ τὰ ἐν τῇ γῇ καθορᾶν ἐδύνατο.
もし彼らが、我々が人間のためにどれほど苦労しているかを知っていたなら、目の見えないペテン師であるホメロスを信じて、我々をネクタルやアンブロシアのことで祝福することはなかっただろうに。 あの男は、我々を幸福者と呼び、天上の出来事を語るが、地上のことさえ見届けることができなかったのだ。
αὐτίκα γέ τοι ὁ μὲν Ἥλιος οὑτοσὶ ζευξάμενος τὸ ἅρμα πανήμερος τὸν οὐρανὸν περιπολεῖ πῦρ ἐνδεδυκὼς καὶ τῶν ἀκτίνων ἀποστίλβων, οὐδʼ ὅσον κνήσασθαι τὸ οὖς, φασί, σχολὴν ἄγων·
例えば、こちらの太陽(ヘリオス)は、戦車に馬を繋ぎ、一日中天を巡り、火をまとい、光線をきらめかせているが、言われるように、耳を掻くほどの暇もない。
ἢν γάρ τι κἂν ὀλίγον ἐπιρρᾳθυμήσας λάθῃ, ἀφηνιάσαντες οἱ ἵπποι καὶ τῆς ὁδοῦ παρατραπόμενοι κατέφλεξαν τὰ πάντα.
もし少しでも怠けて気付かれずにいようものなら、馬たちが暴走して道を踏み外し、万物を焼き尽くしてしまうからだ。
ἡ Σελήνη δὲ ἄγρυπνος καὶ αὐτὴ περίεισιν φαίνουσα τοῖς κωμάζουσιν καὶ τοῖς ἀωρὶ ἀπὸ τῶν δείπνων ἐπανιοῦσιν.
月(セレーネ)もまた不眠不休で巡り、宴にうかれる者たちや、夜更けに晩餐から戻る者たちを照らしている。
ὁ Ἀπόλλων τε αὖ πολυπράγμονα τὴν τέχνην ἐπανελόμενος ὀλίγου δεῖν τὰ ὦτα ἐκκεκώφηται πρὸς τῶν ἐνοχλούντων κατὰ χρείαν τῆς μαντικῆς, καὶ ἄρτι μὲν αὐτῷ ἐν Δελφοῖς ἀναγκαῖον εἶναι, μετʼ ὀλίγον δὲ εἰς Κολοφῶνα θεῖ, κἀκεῖθεν εἰς Ξάνθον μεταβαίνει καὶ δρομαῖος αὖθις εἰς Δῆλον ἢ εἰς Βραγχίδας·
アポロンもまた、多忙を極める技術(予言術)を引き受けたために、神託の必要から邪魔をする者たちのせいで、耳が聞こえなくなる寸前である。 つい先ほどデルポイにいなければならなかったかと思えば、少し後にはコロポンへと走り、そこからクサントスへと移り、そしてまた走ってデロスやブランキダイへと向かう。
καὶ ὅλως ἔνθα ἂν ἡ πρόμαντις πιοῦσα τοῦ ἱεροῦ νάματος καὶ μασησαμένη τῆς δάφνης καὶ τὸν τρίποδα διασείσασα κελεύῃ παρεῖναι, ἄοκνον χρὴ αὐτίκα μάλα παρεστάναι συνείροντα τοὺς χρησμοὺς ἢ οἴχεσθαί οἱ τὴν δόξαν τῆς τέχνης.
要するに、巫女が聖なる泉の水を飲み、月桂樹の葉を噛み、三脚鼎を揺さぶって彼に臨在を命じる場所ならどこであれ、彼は少しの猶予もなくただちにそこに付き添って神託を紡ぎださねばならず、さもなければ、その技術の評判は失われてしまうのだ。
ἐῶ γὰρ λέγειν ὁπόσα ἐπὶ πείρᾳ τῆς μαντικῆς ἐπιτεχνῶνται αὐτῷ ἄρνεια κρέα καὶ χελώνας εἰς τὸ αὐτὸ ἕψοντες, ὥστε εἰ μὴ τὴν ῥῖνα ὀξὺς ἦν, κἂν ἀπῆλθεν αὐτοῦ ὁ Λυδὸς καταγελῶν.
彼ら(人間たち)が彼の予言術を試すために企てる数々の策略、すなわち羊の肉と亀の肉を一緒に煮ることなどについては、語るのをやめにしておこう。 もしアポロンの鼻が鋭くなかったなら、あのリュディア人(クロイソス)は彼をあざ笑いながら立ち去ったことだろう。
ὁ μὲν γὰρ Ἀσκληπιὸς ὑπὸ τῶν νοσούντων ἐνοχλούμενος
ὁρῇ τε δεινὰ θιγγάνει τε ἀηδέων ἐπʼ ἀλλοτρίῃσί τε συμφορῇσιν ἰδίας καρποῦται λύπας.
あのアスクレピオスは、病人に煩わされ、恐ろしいものを見、不快なものに触れ、他人の不幸によって自らの憂いを得ている。
τί γὰρ ἂν ἢ τοὺς Ἀνέμους φυτουργοῦντας λέγοιμι καὶ παραπέμποντας τὰ πλοῖα καὶ τοῖς λικμῶσιν ἐπιπνέοντας, ἢ τὸν Ὕπνον ἐπὶ πάντας πετόμενον, ἢ τὸν Ὄνειρον μετὰ τοῦ Ὕπνου διανυκτερεύοντα καὶ ὑποφητεύοντα αὐτῷ;
また、風(アネモイ)が植物を育て、船を送り届け、籾殻をふるう人々の上に風を吹かせていること、あるいは眠り(ヒュプノス)がすべての人々の上に飛び来ること、夢(オネイロス)が眠りと共に夜を明かし、眠りの言葉を人々に伝える通訳となっていることについて、私が言う必要があろうか。
πάντα γὰρ ταῦτα ὑπὸ φιλανθρωπίας οἱ θεοὶ πονοῦσιν, πρὸς τὸν ἐπὶ τῆς γῆς βίον ἕκαστος συντελοῦντες.
神々はこれらすべての労苦を人間への愛から引き受けており、各自が地上の生活に寄与しているのである。
§2Ζεύς
καίτοι τὰ μὲν τῶν ἄλλων μέτρια·
ゼウスそれにしても、他の神々の仕事はまだ手頃なものだ。
ἐγὼ δὲ αὐτὸς ὁ πάντων βασιλεὺς καὶ πατὴρ ὅσας μὲν ἀηδίας ἀνέχομαι, ὅσα δὲ πράγματα ἔχω πρὸς τοσαύτας φροντίδας διῃρημένος·
しかし、万物の王であり父である私自身は、どれほど不快なことに耐え、どれほど多くの仕事を抱え、これほど多くの配慮に引き裂かれていることか。
ᾧ πρῶτα μὲν τὰ τῶν ἄλλων θεῶν ἔργα ἐπισκοπεῖν ἀναγκαῖον ὁπόσοι τι ἡμῖν συνδιαπράττουσι τῆς ἀρχῆς, ὡς μὴ βλακεύωσιν ἐν αὐτοῖς, ἔπειτα δὲ καὶ αὐτῷ μυρία ἄττα πράττειν καὶ σχεδὸν ἀνέφικτα ὑπὸ λεπτότητος·
私は、第一に、我々の支配をともに担ってくれている他の神々が、それぞれの職務において怠けることのないよう監視せねばならず、第二に、私自身も無数の、その細かさゆえにほとんど手に負えないようなことを行わねばならない。
οὐ γὰρ μόνον τὰ κεφάλαια ταῦτα τῆς διοικήσεως, ὑετοὺς καὶ χαλάζας καὶ πνεύματα καὶ ἀστραπὰς αὐτὸς οἰκονομησάμενος καὶ διατάξας πέπαυμαι τῶν ἐπὶ μέρους φροντίδων ἀπηλλαγμένος, ἀλλά με δεῖ καὶ ταῦτα μὲν ποιεῖν ἀποβλέπειν δὲ κατὰ τὸν αὐτὸν χρόνον ἁπανταχόσε καὶ πάντα ἐπισκοπεῖν ὥσπερ τὸν ἐν τῇ Νεμέᾳ βουκόλον, τοὺς κλέπτοντας, τοὺς ἐπιορκοῦντας, τοὺς θύοντας, εἴ τις ἔσπεισε, πόθεν ἡ κνῖσα καὶ ὁ καπνὸς ἀνέρχεται, τίς νοσῶν ἢ πλέων ἐκάλεσεν, καὶ τὸ πάντων ἐπιπονώτατον, ὑφʼ ἕνα καιρὸν ἔν τε Ὀλυμπίᾳ τῇ ἑκατόμβῃ παρεῖναι καὶ ἐν Βαβυλῶνι τοὺς πολεμοῦντας ἐπισκοπεῖν καὶ ἐν Γέταις χαλαζᾶν καὶ ἐν Αἰθίοψιν εὐωχεῖσθαι.
というのも、私は統治のこれら主要な事柄、すなわち雨や雹、風や稲妻を自ら管理し、配置したからといって、個別の配慮から解放されて休んでいられるわけではないからだ。 むしろ、私はこれらを行いながらも、同時にあらゆる方向に目を配り、まるでネメアの牛飼い(アルゴス)のようにすべてを監視しなければならない。 盗みをする者、偽誓する者、犠牲を捧げる者、誰かが献酒をしたかどうか、獣脂の匂いと煙がどこから立ち上っているか、誰が病に伏し、あるいは船旅の途中で私を呼んでいるか。 そして何よりも過酷なのは、同じ時に、オリンピアの百牛犠牲(ヘカトンベ)に臨在し、バビロンの戦闘員たちを監視し、ゲタイ人の地で雹を降らせ、エチオピア人たちのもとで馳走に預かることなのだ。
τὸ δὲ μεμψίμοιρον οὐδὲ οὕτω διαφυγεῖν ῥᾴδιον, ἀλλὰ πολλάκις οἱ μὲν ἄλλοι θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὕδουσι παννύχιοι, τὸν Δία δὲ ἐμὲ οὐκ ἔχει νήδυμος ὕπνος·
しかし、これほどのことをしても、不満を言われることから逃れるのは容易ではない。 それどころか、しばしば「他の神々や兜を戴く戦士たる人間たちは夜もすがら眠っているが、ゼウスたる私を心地よい眠りはとらえない」のだ。
ἢν γάρ τί που καὶ μικρὸν ἐπινυστάσωμεν, ἀληθὴς εὐθὺς ὁ Ἐπίκουρος, ἀπρονοήτους ἡμᾶς ἀποφαίνων τῶν ἐπὶ γῆς πραγμάτων.
もし私たちがどこかでほんの少しでもうたた寝をしようものなら、ただちにエピクロスが正しいことになり、私たちが地上の事柄に無頓着であると証明されてしまう。
καὶ ὁ κίνδυνος οὐκ εὐκαταφρόνητος εἰ ταῦτα οἱ ἄνθρωποι πιστεύσουσιν αὐτῷ, ἀλλʼ ἀστεφάνωτοι μὲν ἡμῖν οἱ ναοὶ ἔσονται, ἀκνίσωτοι δὲ αἱ ἀγυιαί, ἄσπονδοι δὲ οἱ κρατῆρες, ψυχροὶ δὲ οἱ βωμοί, καὶ ὅλως ἄθυτα καὶ ἀκαλλιέρητα πάντα καὶ ὁ λιμὸς πολύς.
もし人間たちが彼(エピクロス)の言うことを信じてしまえば、引き起こされる危険は決して軽視できるものではない。 我々の神殿は花冠で飾られず、小路は獣脂の匂いもなくなり、混酒器には献酒が注がれず、祭壇は冷え切り、要するにすべてが犠牲も吉兆の供物もないものとなって、ひどい飢えに見舞われるだろう。
τοιγαροῦν ὥσπερ οἱ κυβερνῆται ὑψηλὸς μόνος ἐπὶ τῆς πρύμνης ἕστηκα τὸ πηδάλιον ἔχων ἐν ταῖν χεροῖν, καὶ οἱ μὲν ἐπιβάται μεθύοντες εἰ τύχοι ἐγκαθεύδουσιν, ἐγὼ δὲ ἄγρυπνος καὶ ἄσιτος ὑπὲρ ἁπάντων
μερμηρίζω κατὰ φρένα καὶ κατὰ θυμὸν
μόνῳ τῷ δεσπότης εἶναι δοκεῖν τετιμημένος.
それゆえ、船長たちのように、私はただ一人船尾の高くに立ち、両手に舵を握っている。 乗客たちは、もしそうなら、酔い潰れて眠りこけているが、私は眠ることも食べることもなく、万人のために心と魂において思い悩んでいるのだ。 ただ支配者であると思われることだけで報われながら。