Humanitext Reader

琉善 · 双重起诉或陪审法庭 §1-2

宙斯关于神明劳碌与艰辛的抱怨

第 1 段,共 12 段 · 希腊语

内容简介

宙斯否认了哲学家关于神明是幸福的断言,并诉说他和其余神明如何为了人类整日忙碌、备尝艰辛。

§1Ζεύς ἀλλʼ ἐπιτριβεῖεν ὁπόσοι τῶν φιλοσόφων παρὰ μόνοις τὴν εὐδαιμονίαν φασὶν εἶναι τοῖς θεοῖς.
宙斯让那些声称只有神明才享有幸福的哲学家们都见鬼去吧!
εἰ γοῦν ᾔδεσαν ὁπόσα τῶν ἀνθρώπων ἕνεκα πάσχομεν, οὐκ ἂν ἡμᾶς τοῦ νέκταρος ἢ τῆς ἀμβροσίας ἐμακάριζον Ὁμήρῳ πιστεύσαντες ἀνδρὶ τυφλῷ καὶ γόητι, μάκαρας ἡμᾶς καλοῦντι καὶ τὰ ἐν οὐρανῷ διηγουμένῳ, ὃς οὐδὲ τὰ ἐν τῇ γῇ καθορᾶν ἐδύνατο.
如果他们知道我们为了人类承受了多少苦难,他们就不会因为我们的神餐或神酒而羡慕我们了,更不会去相信荷马——那个既看不见地上的事物,却又把我们称为“福乐者”并对天上的事情指手画脚的瞎眼骗子。
αὐτίκα γέ τοι ὁ μὲν Ἥλιος οὑτοσὶ ζευξάμενος τὸ ἅρμα πανήμερος τὸν οὐρανὸν περιπολεῖ πῦρ ἐνδεδυκὼς καὶ τῶν ἀκτίνων ἀποστίλβων, οὐδʼ ὅσον κνήσασθαι τὸ οὖς, φασί, σχολὴν ἄγων·
例如,这边的太阳神(赫利俄斯)驾着他的马车,整日巡游天空,身披烈火,光芒四射,正如俗话所说,他连抓抓耳朵的时间都没有。
ἢν γάρ τι κἂν ὀλίγον ἐπιρρᾳθυμήσας λάθῃ, ἀφηνιάσαντες οἱ ἵπποι καὶ τῆς ὁδοῦ παρατραπόμενοι κατέφλεξαν τὰ πάντα.
因为他要是稍有懈怠、不被人察觉,马匹就会脱缰失控,偏离轨道,将一切焚烧殆尽。
ἡ Σελήνη δὲ ἄγρυπνος καὶ αὐτὴ περίεισιν φαίνουσα τοῖς κωμάζουσιν καὶ τοῖς ἀωρὶ ἀπὸ τῶν δείπνων ἐπανιοῦσιν.
月神(塞勒涅)也是不眠不休地巡回,为狂欢者和深夜赴宴归来的人们照明。
ὁ Ἀπόλλων τε αὖ πολυπράγμονα τὴν τέχνην ἐπανελόμενος ὀλίγου δεῖν τὰ ὦτα ἐκκεκώφηται πρὸς τῶν ἐνοχλούντων κατὰ χρείαν τῆς μαντικῆς, καὶ ἄρτι μὲν αὐτῷ ἐν Δελφοῖς ἀναγκαῖον εἶναι, μετʼ ὀλίγον δὲ εἰς Κολοφῶνα θεῖ, κἀκεῖθεν εἰς Ξάνθον μεταβαίνει καὶ δρομαῖος αὖθις εἰς Δῆλον ἢ εἰς Βραγχίδας·
阿波罗更是挑起了一门极其繁杂的行当(预言术),因为那些因需要求问预言而前来打扰他的人,他几乎要被震聋了耳朵。 刚才他还必须在德尔斐,片刻之后他又得跑去科洛封,接着又转往克桑托斯,然后又急忙奔向提洛或布兰基代。
καὶ ὅλως ἔνθα ἂν ἡ πρόμαντις πιοῦσα τοῦ ἱεροῦ νάματος καὶ μασησαμένη τῆς δάφνης καὶ τὸν τρίποδα διασείσασα κελεύῃ παρεῖναι, ἄοκνον χρὴ αὐτίκα μάλα παρεστάναι συνείροντα τοὺς χρησμοὺς ἢ οἴχεσθαί οἱ τὴν δόξαν τῆς τέχνης.
总之,只要女预言家喝了圣泉的水,嚼了月桂叶,摇动了三脚祭坛,命令他显现,他就必须毫不迟疑地立刻出现在那里,编织神谕,否则他这门技艺的名声就全毁了。
ἐῶ γὰρ λέγειν ὁπόσα ἐπὶ πείρᾳ τῆς μαντικῆς ἐπιτεχνῶνται αὐτῷ ἄρνεια κρέα καὶ χελώνας εἰς τὸ αὐτὸ ἕψοντες, ὥστε εἰ μὴ τὴν ῥῖνα ὀξὺς ἦν, κἂν ἀπῆλθεν αὐτοῦ ὁ Λυδὸς καταγελῶν.
更不用说人们为了测试他的预言能力而对他施展的各种把戏了,他们把羊肉和乌龟肉炖在同一个锅里,要不是他的鼻子灵敏,那个吕底亚人(克罗伊斯)就会嘲笑着离去了。
ὁ μὲν γὰρ Ἀσκληπιὸς ὑπὸ τῶν νοσούντων ἐνοχλούμενος ὁρῇ τε δεινὰ θιγγάνει τε ἀηδέων ἐπʼ ἀλλοτρίῃσί τε συμφορῇσιν ἰδίας καρποῦται λύπας.
还有阿斯克勒庇俄斯,整天被病人烦扰,目睹可怕之事,触碰不洁之物,从他人的不幸中收获自己的悲伤。
τί γὰρ ἂν ἢ τοὺς Ἀνέμους φυτουργοῦντας λέγοιμι καὶ παραπέμποντας τὰ πλοῖα καὶ τοῖς λικμῶσιν ἐπιπνέοντας, ἢ τὸν Ὕπνον ἐπὶ πάντας πετόμενον, ἢ τὸν Ὄνειρον μετὰ τοῦ Ὕπνου διανυκτερεύοντα καὶ ὑποφητεύοντα αὐτῷ;
我又何必提起那些培育植物、护送船只、吹拂扬谷者的风神,或是飞越所有人的睡神(许普诺斯),以及与睡神一同度过夜晚并作为其代言人的梦神(奥涅伊洛斯)呢?
πάντα γὰρ ταῦτα ὑπὸ φιλανθρωπίας οἱ θεοὶ πονοῦσιν, πρὸς τὸν ἐπὶ τῆς γῆς βίον ἕκαστος συντελοῦντες.
因为神明出于对人类的热爱而承担了所有这些辛劳,各自为地上的生活做出贡献。
§2Ζεύς καίτοι τὰ μὲν τῶν ἄλλων μέτρια· ἐγὼ δὲ αὐτὸς ὁ πάντων βασιλεὺς καὶ πατὴρ ὅσας μὲν ἀηδίας ἀνέχομαι, ὅσα δὲ πράγματα ἔχω πρὸς τοσαύτας φροντίδας διῃρημένος·
宙斯况且,其他神明的差事还算温和;但我自己,作为万物的君王和父亲,却要忍受多少令人不快的事,承担多少琐碎的工作,被如此多的忧虑弄得分身乏术!
ᾧ πρῶτα μὲν τὰ τῶν ἄλλων θεῶν ἔργα ἐπισκοπεῖν ἀναγκαῖον ὁπόσοι τι ἡμῖν συνδιαπράττουσι τῆς ἀρχῆς, ὡς μὴ βλακεύωσιν ἐν αὐτοῖς, ἔπειτα δὲ καὶ αὐτῷ μυρία ἄττα πράττειν καὶ σχεδὸν ἀνέφικτα ὑπὸ λεπτότητος·
我首先必须监督其他神明的工作,也就是那些与我们共同分管统治的神明,以免他们玩忽职守;其次,我自己还要处理无数的事情,这些事因为过于琐碎而几乎无法触及。
οὐ γὰρ μόνον τὰ κεφάλαια ταῦτα τῆς διοικήσεως, ὑετοὺς καὶ χαλάζας καὶ πνεύματα καὶ ἀστραπὰς αὐτὸς οἰκονομησάμενος καὶ διατάξας πέπαυμαι τῶν ἐπὶ μέρους φροντίδων ἀπηλλαγμένος, ἀλλά με δεῖ καὶ ταῦτα μὲν ποιεῖν ἀποβλέπειν δὲ κατὰ τὸν αὐτὸν χρόνον ἁπανταχόσε καὶ πάντα ἐπισκοπεῖν ὥσπερ τὸν ἐν τῇ Νεμέᾳ βουκόλον, τοὺς κλέπτοντας, τοὺς ἐπιορκοῦντας, τοὺς θύοντας, εἴ τις ἔσπεισε, πόθεν ἡ κνῖσα καὶ ὁ καπνὸς ἀνέρχεται, τίς νοσῶν ἢ πλέων ἐκάλεσεν, καὶ τὸ πάντων ἐπιπονώτατον, ὑφʼ ἕνα καιρὸν ἔν τε Ὀλυμπίᾳ τῇ ἑκατόμβῃ παρεῖναι καὶ ἐν Βαβυλῶνι τοὺς πολεμοῦντας ἐπισκοπεῖν καὶ ἐν Γέταις χαλαζᾶν καὶ ἐν Αἰθίοψιν εὐωχεῖσθαι.
因为我并没有因为自己管理和布置了这些诸如雨水、冰雹、风暴和闪电等行政管理上的大事就得以解脱、免除细节上的忧虑;相反,我必须在做这些事的同时,向各处张望,监督一切,就像在涅墨亚的那位牧牛人(阿耳戈斯)一样:谁在偷窃、谁在起假誓、谁在献祭、是否有人敬了酒、脂香和烟气从何处升起、谁在生病或航海时呼唤了我。 而最令人疲惫不堪的是,我必须在同一时刻:既在奥林匹亚参与百牛大祭,又在巴比伦监督战争,在格特人那里降下冰雹,又在埃塞俄比亚人那里享受宴席。
τὸ δὲ μεμψίμοιρον οὐδὲ οὕτω διαφυγεῖν ῥᾴδιον, ἀλλὰ πολλάκις οἱ μὲν ἄλλοι θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὕδουσι παννύχιοι, τὸν Δία δὲ ἐμὲ οὐκ ἔχει νήδυμος ὕπνος·
然而,即使这样,要想免受抱怨也绝非易事;相反,往往是“其他诸神和戴盔的战士们整夜沉睡,而甜蜜的睡眠却不曾降临于我宙斯”。
ἢν γάρ τί που καὶ μικρὸν ἐπινυστάσωμεν, ἀληθὴς εὐθὺς ὁ Ἐπίκουρος, ἀπρονοήτους ἡμᾶς ἀποφαίνων τῶν ἐπὶ γῆς πραγμάτων.
因为只要我们稍微打个盹,伊壁鸠鲁就立刻说对了,他会以此证明我们对地上的事务漠不关心。
καὶ ὁ κίνδυνος οὐκ εὐκαταφρόνητος εἰ ταῦτα οἱ ἄνθρωποι πιστεύσουσιν αὐτῷ, ἀλλʼ ἀστεφάνωτοι μὲν ἡμῖν οἱ ναοὶ ἔσονται, ἀκνίσωτοι δὲ αἱ ἀγυιαί, ἄσπονδοι δὲ οἱ κρατῆρες, ψυχροὶ δὲ οἱ βωμοί, καὶ ὅλως ἄθυτα καὶ ἀκαλλιέρητα πάντα καὶ ὁ λιμὸς πολύς.
如果人类相信了他,那危险可就不可小觑了:我们的神庙将失去花冠,我们的街道将闻不到脂香,我们的混酒器将没有奠酒,我们的祭坛将冰冷,总之,一切都将没有祭祀和吉兆,我们将面临严重的饥荒。
τοιγαροῦν ὥσπερ οἱ κυβερνῆται ὑψηλὸς μόνος ἐπὶ τῆς πρύμνης ἕστηκα τὸ πηδάλιον ἔχων ἐν ταῖν χεροῖν, καὶ οἱ μὲν ἐπιβάται μεθύοντες εἰ τύχοι ἐγκαθεύδουσιν, ἐγὼ δὲ ἄγρυπνος καὶ ἄσιτος ὑπὲρ ἁπάντων μερμηρίζω κατὰ φρένα καὶ κατὰ θυμὸν μόνῳ τῷ δεσπότης εἶναι δοκεῖν τετιμημένος.
因此,就像舵手一样,我独自一人高立在船尾,双手紧握舵柄,而乘客们如果碰巧喝醉了就会呼呼大睡,我却不眠不食,为了所有人在心中与灵魂里忧虑重重,仅仅被授予了那虚有其表的统治者名号。

词汇与语法注释

  1. §1ἀλλʼ ἐπιτριβεῖεν ὁπόσοι τῶν φιλοσόφων — 祈愿语气动词 `ἐπιτριβεῖεν`(过去不定时祈愿语气第三人称复数)在此用作诅咒(“愿他们毁灭!”)。`ὁπόσοι τῶν φιλοσόφων` 结构中,关系形容词 `ὁπόσοι` 与部分属格 `φιλοσόφων` 连用,意为“所有那些……的哲学家”。
  2. §1εἰ γοῦν ᾔδεσαν ... οὐκ ἂν ἡμᾶς ... ἐμακάριζον — 这是一个与现在事实相反的虚拟条件句,在主句中,过去直陈语气(`ᾔδεσαν` 和 `ἐμακάριζον`)与 `ἄν` 连用。其意思是:“如果他们知道……他们就不会羡慕我们了……”(暗示他们实际上并不知道,因而才羡慕)。
  3. §1οὐδʼ ὅσον κνήσασθαι τὸ οὖς — 惯用语,意为“连抓一下耳朵的时间都没有”,即完全没有闲暇。`ὅσον` 引导表示程度的不定式 `κνήσασθαι`,在语法上是省略了如 `τοσοῦτον χρόνον ὅσον` 之类的结构。
  4. §2ᾧ πρῶτα μὲν τὰ τῶν ἄλλων θεῶν ἔργα ἐπισκοπεῖν ἀναγκαῖον — 关系代词 `ᾧ` 为与格(利益或关涉与格),修饰无人称短语 `ἀναγκαῖον [ἐστί]`(“对某人而言是必要的”)。其结构为:“对于他(宙斯)来说,首先有必要监督……”。
  5. §2μόνῳ τῷ δεσπότης εἶναι δοκεῖν τετιμημένος — `τῷ ... δοκεῖν` 是带冠词不定式的与格,表示原因或手段(“由于被认为……”)。名词 `δεσπότης` 作为 `εἶναι` 的表语,因其指代主句的主语(宙斯本人),故用主格(而非宾格)。

引用这一段

琉善, 双重起诉或陪审法庭 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg026.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。